- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:631-633
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基在召回汉尼拔的同时向西庇阿求和,罗马元老院经争论后确立了严苛的和约条件。与此同时,不情愿回师的汉尼拔预料和约难保,在利比亚重整兵力,联合努米底亚诸豪强并开始夺取马赛尼萨的城镇。
Καρχηδόνιοι δʼ ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν, τὸν δὲ ναύαρχον ἔπεμπον ἐπὶ νεῶν, ἐπισπέρχειν αὐτὸν ἐπὶ τὴν διάβασιν. ἅμα δὲ ταῦτʼ ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο, ἡγούμενοι τούτοιν πάντως ἂν ἑνὸς τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον διατρίψειν ἕως ἀφίκοιτο ὁ Ἀννίβας.1 Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκε, καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἱ δὲ ἐπρέσβευον, καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντες τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις συνθοῖντο καὶ παραβαῖεν, ὅσα τε Ἀννίβας δράσειε δεινὰ Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος.2
迦太基人因连遭厄运而深感不安,遂推选汉尼拔为全权统帅,并派遣海军司令率舰队前往,催促他渡海归国。在采取这一举措的同时,他们亦遣使前往西庇阿处求和,认为这两件事中必能达成其一:要么获得和平,要么拖延时间直至汉尼拔赶到。于是西庇阿准许他们休战,在收取了己方军队的开销费用后,允许他们前往罗马遣使请和。他们作为使者前往,因仍被视作敌人而在城墙之外扎营,当被引见给元老院时,他们恳求获得宽恕。元老院议员中有人提醒众人注意迦太基人的反复无常,指出他们曾多少次立约又背约,以及汉尼拔在伊比利亚和意大利曾对罗马人及其盟友犯下何等令人发指的暴行;另一些人则指出,和平所带来的益处对于罗马人而言并不亚于迦太基人,因为意大利已被如此众多的战事摧残殆尽,他们并详细陈述了对未来的恐惧,指出汉尼拔自意大利、马戈自利古里亚、汉诺自迦太基即将率领大军乘船进攻西庇阿。
ἐφʼ οἷς ἀποροῦσα ἡ βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθʼ ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν ὅ τι δοκιμάσειε συνοίσειν. ὁ δὲ ἐς τὴν εἰρήνην τοῖς Καρχηδονίοις ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἀποπλεῖν ἐκ Λιγύων αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενολογεῖν, μηδὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα, μηδὲ πολυπραγμονεῖν τι πέρα ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίου τε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίους τε καὶ τῆς Σύφακος ἀρχῆς ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις. καὶ πρέσβεις διέπλεον, οἱ μὲν ἐς Ῥώμην, τοὺς ὑπάτους ὁρκιοῦντες, οἱ δʼ ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Μασσανάσσῃ δὲ Ῥωμαῖοι χαριστήρια τῆς συμμαχίας στέφανόν τε ἀπὸ χρυσοῦ καὶ σφραγῖδα χρυσῆν ἔπεμπον, καὶ ἐλεφάντινον δίφρον καὶ πορφύραν καὶ στολὴν Ῥωμαϊκὴν καὶ ἵππον χρυσοφάλαρον καὶ πανοπλίαν.
元老院对此犹豫不决,便派遣顾问前往西庇阿处,让他与顾问们共同裁决并施行他认为有利的事项。西庇阿遂依照以下条件与迦太基人媾和:马戈须立即自利古里亚启航撤离;今后迦太基人不得招募外籍雇佣军,不得拥有超过三十艘的大型战船,不得在所谓的“腓尼基壕沟”以内所领有的范围之外干预任何事务;将他们所扣留的罗马战俘及逃兵全数归还罗马;在限定期限内向罗马缴纳一千六百塔兰同白银;马赛尼萨则保有马西利人,并保有他所能控制的所有西法克斯的属地。双方就此达成了协议。使者们相向渡海往来:一部分前往罗马,让执政官宣誓,另一部分则自罗马前往迦太基,迦太基的执政官员向他们宣誓。罗马人则向马赛尼萨送去了答谢结盟的礼物:一顶金冠、一枚金印戒、一张象牙坐椅、一件紫袍、一套罗马长袍、一匹佩戴黄金马饰的战马以及全套铠甲。
γιγνομένων δʼ ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει, τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δʼ ἔτι τὰς σπονδὰς ἔσεσθαι, καὶ εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν, καὶ σῖτον συνέλεγεν, ἐπί τε ὠνὴν ἵππων περιέπεμπε, καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν ἐς φιλίαν ὑπήγετο. καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας· τοὺς δʼ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δε και Μεσοτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Οὐερμινᾶς Σύφακος υἱὸς ἕτερος, ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν. πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο, τὰς δʼ ἐβιάζετο. νάρκην δʼ ἐνήδρευσεν ὧδε. ἀγορᾷ χρώμενος ἐσέπεμπεν ὡς ἐς φίλους. ὅτε δʼ ἔδοξεν ἐπιθέσθαι, πλείους ἔπεμπε ξιφίδια ἐπικρύπτοντας, οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας μέχρι σαλπίγγων ἀκούσειαν, τότε δʼ ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν.3
当这些事情尚在进行之际,汉尼拔因忌惮民众对统治者的不信任以及行事的草率轻狂,不情愿地启程驶往迦太基。由于他依然不信和约能够达成,且深知即使达成亦绝难长久稳固,便在利比亚的城市哈德鲁梅图姆靠岸,收集粮食,派人四处购置战马,并将被称为阿雷阿基代人的努米底亚统治者拉拢结盟。至于投奔到他那里、原属西法克斯而在当时归顺了马赛尼萨的四千名逃兵骑兵,他因心生怀疑而命人用标枪将其尽数射杀,把马匹分发给全军。另一位首领梅索图罗斯亦率领一千名骑兵前来归附,西法克斯的另一个儿子韦尔米纳亦率众前来,他当时依然掌控着其父原有领地的大部。对于马赛尼萨属下的城镇,汉尼拔或招降或强攻。他对纳尔克城则设下了如下圈套:他利用集市,如同前往友人处一般派部下进城;而当他决意发动进攻时,便派遣更多暗藏短剑的士兵潜入,指令他们在听到号角声前对商贩买卖公平,一旦号角吹响,便立刻袭击所遇到的人,并为他把守城门。
- 631ἕως ἀφίκοιτο ὁ Ἀννίβας
连词 ἕως 后接愿望语气动词(ἀφίκοιτο),用于过去时态从句中表达预期或目的(“直到汉尼拔赶到”)。由于主句为过去时(ἔπρασσον, ἐπρεσβεύοντο),故在间接引语/从属结构中按历史时态规则使用了愿望语气(optative in secondary sequence)。
- 631ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος
带有将来分词 ἐπιπλευσουμένων 的属格独立结构(genitive absolute),其逻辑主语由并列的三人 Ἀννίβου、Μάγωνος 和 Ἄννωνος 担任。该句阐明了前文 τό τε τοῦ μέλλοντος περιδεές(“对未来的恐惧”)的具体事实依据与理由。
- 633οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας μέχρι σαλπίγγων ἀκούσειαν, τότε δʼ ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν
带关系代词 οἷς 的无人称被动结构 εἴρητο(“向他们传达了命令”)统辖不定式 ποιεῖν、ἐπιχειρεῖν 与 φυλάσσειν。后半句中的代词 οἱ 是第三人称单数间接反身与格代词(相当于 αὐτῷ),意为“为他”(即为汉尼拔自身,修饰 φυλάσσειν,“为他把守城门”),而非主格复数关系代词 οἳ。
