← 阿庇安

布匿战争

§528-530

索芬尼芭自尽与迦太基密谋败露

西庇阿下令引渡索芬尼芭,马赛尼萨遂送去毒药令其自尽。与此同时,迦太基人企图焚烧罗马军营的密谋败露,同谋者被处决,而哈斯德鲁巴则遭汉诺谗陷中伤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§528

ταῦθʼ ὁ μὲν ἔλεγεν, εἴτʼ ἀληθεύων εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσσην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο, καὶ γνώμης καὶ συμβουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο,1 Λαιλίου δʼ ἀφικομένου, καὶ ταὐτὰ περὶ τῆς Σοφωνίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος, ἐκέλευσε τὸν Μασσανάσσην τὴν Σύφακος γυναῖκα παραδοῦναι. παραιτουμένου δʼ ἐκείνου, καὶ τὰ περὶ αὐτῆς ἄνωθεν ὡς ἐγένετο διηγουμένου,2 τραχύτερον ὁ Σκιπίων ἐκέλευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ τῶν Ῥωμαικῶν λαφύρων, ἀλλʼ ἐς τὸ μέσον καταθέντα αἰτεῖν, καὶ πείθειν, εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετὰ τινῶν Ῥωμαίων, παραδώσων αὐτοῖς τὴν Σοφωνίβαν. κρύφα δὲ αὐτῇ φέρων φάρμακον πρῶτος ἐνέτυχε, καὶ τὰ παρόντα προύθηκεν, ἢ πιεῖν ἢ Ῥωμαίοις δουλεύειν ἑκοῦσαν.3 οὐδέν τε εἰπὼν ἔτι ἐξήλασε τὸν ἵππον. ἡ δὲ τῇ τροφῷ δείξασα τὴν κύλικα, καὶ δεηθεῖσα μηδὲν ὀδύρασθαι καλῶς ἀποθανοῦσαν, ἔπιε τοῦ φαρμάκου. καὶ αὐτὴν ὁ Μασσανάσσης τοῖς ἥκουσι Ῥωμαίων ἐπιδείξας, καὶ θάψας βασιλικῶς, ὑπέστρεφε πρὸς Σκιπίωνα. ὁ δὲ αὐτὸν ἐπαινέσας τε, καὶ παρηγορήσας ὅτι πονηρᾶς γυναικὸς ἀπηλλάγη, ἐστεφάνωσε τῆς ἐφόδου τῆς ἐπὶ Σύφακα καὶ ἐδωρήσατο πολλοῖς. ἀχθέντος δʼ ἐς Ῥώμην τοῦ Σύφακος, οἱ μὲν ἠξίουν περισώζειν ἄνδρα ἐν Ἰβηρίᾳ φίλον καὶ σύμμαχον αὐτοῖς γενόμενον, οἱ δὲ κολάζειν, ὅτι τοῖς φίλοις ἐπολέμησεν. ὁ δὲ ὑπὸ λύπης νοσῶν ἀπέθανεν.

西法克斯说出这番话,不知是吐露真情,还是出于嫉妒而企图对马赛尼萨造成最大的伤害。然而西庇阿见西法克斯显得颇具智慧且熟悉当地地理,便让他参与政务,向其咨询见解与计策,正如当年居鲁士对待吕底亚国王克洛伊索斯那样。但当莱利乌斯赶到,并声称从许多人那里听到了关于索芬尼芭的同样情况时,西庇阿便命令马赛尼萨交出西法克斯的妻子。当马赛尼萨苦苦哀求,并从头叙述与她相关的原委时,西庇阿更加严厉地命令他绝不可强行夺取罗马战利品的任何一部分,而必须将其置于公用之列,再提出请求并设法说服众人(如果他能做到的话)。于是马赛尼萨同几名罗马人一道前往,准备将索芬尼芭交给他们。但他暗中携带着毒药抢先去见她,向她摆明了眼前的境遇:要么饮下毒药,要么自愿沦为罗马人的奴隶。他没有再多说什么,便策马离去。索芬尼芭把杯子拿给乳母看,恳请她切莫为自己壮烈之死而悲泣,随后饮下了毒药。马赛尼萨将遗体展示给前来的罗马人,并以王室礼仪将其安葬后,返回西庇阿处。西庇阿赞扬了他,安慰他说他摆脱了一个恶毒的妇人,并因他征伐西法克斯的功绩为他加冕,赐予他丰厚的赏赐。西法克斯被押送至罗马后,有人主张应宽恕保全这个在伊比利亚曾成为罗马之友与盟友的人,有人则主张予以严惩,因为他曾同盟友开战。然而西法克斯因悲痛患病而亡。

§529

Ἀσδρούβας δὲ ἐπειδὴ καλῶς τοὺς συνόντας ἐγύμνασεν, ἔπεμπέ τινα πρὸς Ἄννωνα τὸν στρατηγὸν τῶν Καρχηδονίων, ἀξιῶν αὑτῷ τὸν Ἄννωνα κοινωνῆσαι τὴν στρατηγίαν, καὶ ὑποδεικνὺς ὅτι πολλοὶ Σκιπίωνι σύνεισιν Ἴβηρες ἄκοντες, οὓς ἐάν τις χρυσίῳ καὶ ὑποσχέσεσι διαφθείρῃ, τὸ στρατόπεδον ἐμπρήσουσι τὸ Σκιπίωνος. ἔφη δὲ καὶ αὐτός, εἰ προμάθοι τὸν καιρόν, ἥξειν ἐπὶ τὸ ἔργον. ταῦτα μὲν Ἀσδρούβας, ὁ δὲ Ἄννων ἐς μὲν τὸν Ἀσδρούβαν ἐπανούργει, τοῦ δʼ ἐγχειρήματος οὐκ ἀπήλπισεν, ἀλλʼ ἄνδρα πιστὸν μετὰ χρυσίου, καθάπερ αὐτόμολον, ἐς τὸ Σκιπίωνος στρατόπεδον κατέπεμψεν, ὃς πιθανὸς ὢν ἐντυχεῖν ἑκάστῳ διέφθειρε πολλούς, ἡμέραν τε συνθέμενος αὐτοῖς ἐπανῆλθεν. καὶ τὴν ἡμέραν ὁ Ἄννων τῷ Ἀσδρούβᾳ μετέφερεν. Σκιπίωνι δὲ θυομένῳ κίνδυνον τὰ ἱερὰ ἐδήλου ἐμπρησμοῦ· καὶ περιπέμψας ἐς ἅπαν τὸ στρατόπεδον, εἴ πού τι λάβρον ηὕρισκε πῦρ, κατέπαυεν. καὶ αὖθις ἐπὶ πολλὰς ἡμέρας ἐθύετο. ὡς δʼ οὐκ ἀνίει τὰ ἱερὰ τὸν ἐμπρησμὸν ὑποδεικνύοντα, ὁ μὲν ἐβαρυθύμει καὶ μεταστρατοπεδεῦσαι διεγνώκει, ἱππέως δὲ Ῥωμαίου θεράπων Ἴβηρ, ὑπονοήσας τι περὶ τῶν συνθεμένων, ὑπεκρίνατο συνειδέναι, ἕως τὸ πᾶν ἔμαθε, καὶ ἐμήνυσε τῷ δεσπότῃ, ὁ δὲ αὐτὸν ἐς τὸν Σκιπίωνα ἤγαγε, καὶ τὸ πλῆθος ἠλέγχετο. καὶ πάντας ὁ Σκιπίων ἔκτεινε καὶ ἐξέρριψε πρὸ τοῦ στρατοπέδου. αἴσθησις δʼ ἦν Ἄννωνι μὲν ὀξεῖα πλησίον ὄντι, καὶ οὐκ ἦλθεν ἐπὶ τὸ συγκείμενον, Ἀσδρούβας δὲ ἀγνοῶν ἀφίκετο. ὡς δὲ τὸ πλῆθος εἶδε τῶν νεκρῶν, εἴκασε τὸ συμβὰν καὶ ἀνεχώρει. καὶ αὐτὸν ὁ Ἄννων ἐς τὸ πλῆθος διέβαλλεν, ὡς ἀφίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὁ δὲ οὐ λάβοι.4 Ἀσδρούβας μὲν δὴ καὶ ἐκ τοῦδε τοῖς Καρχηδονίοις ἦν μᾶλλον διὰ μίσους· ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Ἀμίλχαρ μὲν ἄφνω ταῖς Ῥωμαίων ναυσὶν ἐπιπλεύσας μίαν ἔλαβε τριήρη καὶ φορτίδας ἕξ, Ἄννων δʼ ἐπιθέμενος τοῖς πολιορκοῦσιν Ἰτύκην ἀπεκρούσθη. Σκιπίων δέ, χρονίου τῆς πολιορκίας οὔσης, ταύτην μὲν διέλυσεν οὐδὲν ἀνύων, τὰς δὲ μηχανὰς ἐς Ἱππῶνα πόλιν μετετίθει. καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα προκόπτοντος αὐτῷ, κατακαύσας ὡς ἄχρηστα τὰ μηχανήματα τὴν χώραν ἐπέτρεχε, τοὺς μὲν ἐς φιλίαν ἐπαγόμενος, τοὺς δὲ λῃζόμενος.

哈斯德鲁巴在对手头兵力进行了充分训练后,派人前往迦太基将领汉诺处,要求汉诺与他共同执掌统帅权,并指出西庇阿军中有许多被迫效忠的伊比利亚人,若用金钱与诺言诱惑他们,他们便会纵火焚烧西庇阿的军营。他本人亦表示,若能预先得知行动时刻,便会赶来参与其事。哈斯德鲁巴提出了这样的建议,而汉诺虽然对哈斯德鲁巴心存不良,但并未放弃这一行动方案,而是派遣一名心腹携金钱假扮逃兵潜入西庇阿的军营。此人擅长游说,在同每个人接触时收买了许多人,与他们约定好日期后返回。汉诺随即把日期通报给哈斯德鲁巴。此时西庇阿在献祭时,祭品显现出火灾之险的凶兆;他在全营派遣巡视,凡是发现有猛烈火势之处皆予以扑灭。其后连日继续献祭,但由于祭品始终不断显示出火灾的征兆,他心情沉重,决意移营。然而,一名罗马骑兵手下的伊比利亚仆人察觉到了密谋者们的异常,假装知情入伙,直到探清了全部内情,随即便向主人告发。主人将他带到西庇阿面前,这伙同谋者便被审讯查实。西庇阿将他们尽数处死,抛尸于营门之外。汉诺由于距营地甚近,敏锐地察觉到了异动,没有前往约定地点;哈斯德鲁巴则全然不知内情赶来。当他看到成堆的尸首时,猜到了所发生的事情便撤离了。汉诺随后在众人面前诋毁他,声称他是去向西庇阿投诚,只是西庇阿不愿接纳而已。因此哈斯德鲁巴在迦太基人当中更加遭人怨恨。大约在同一时期,哈米尔卡尔突然扬帆袭击罗马船队,俘获了一艘三列桨座战船和六艘运输船;而汉诺袭击围攻尤蒂卡的军队,却被击退。西庇阿因围城战旷日持久且毫无所成,便解除了包围,将攻城器械转移至希波城。但在那里亦无任何进展,他便将这些已无用处的器械焚毁,在乡野间纵马奔袭,拉拢一部分人结为友邦,对另一部分人进行抄掠。

语法注4 条
  1. 528οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο

    中性单数宾格关系代词 οἷον 附带不定代词 τι,在此作方式或程度的状语(同族宾格用法),意为“正如……那样”。动词 χράομαι(此处为未完成过去时 ἐχρῆτο)支配与格补足语(Κροίσῳ τῷ Λυδῷ),整体意为“正如居鲁士对待吕底亚人克洛伊索斯那样”。

  2. 528παραιτουμένου δʼ ἐκείνου, καὶ τὰ περὶ αὐτῆς ἄνωθεν ὡς ἐγένετο διηγουμένου

    由两个现在分词 παραιτουμένου 与 διηγουμένου 构成的属格绝对结构,逻辑主语为 ἐκείνου(指马赛尼萨)。分词 διηγουμένου 的宾语是名词短语 τὰ περὶ αὐτῆς,后面的 ὡς 从句(ὡς ἐγένετο,“事情如何发生”)以先取(prolepsis)方式同格补充说明事件原委。

  3. 528ἢ πιεῖν ἢ Ῥωμαίοις δουλεύειν ἑκοῦσαν

    由连词 ἢ...ἤ(要么……要么……)连接的两个不定式短语(πιεῖν 与 δουλεύειν)作为谓语动词 προύθηκεν(摆出选项)的宾语补足成分。形容词 ἑκοῦσαν 为阴性单数宾格,与不定式隐含的逻辑主语(索芬尼芭)在性数格上一致,意为“自愿向罗马人屈服为奴”。

  4. 530ὡς ἀφίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὁ δὲ οὐ λάβοι

    这里的两个希求式 ἀφίκοιτο 与 λάβοι 是由 ὡς 引出的间接引语中的斜式希求式,表示汉诺诽谤言论的内容。后一分句中的 ὁ δέ 标志着主语转变为西庇阿,整句意为“(汉诺声称)哈斯德鲁巴亲自前往向西庇阿投降,而西庇阿未予接纳”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:528-530