← 阿庇安

布匿战争

§526-527

西法克斯被俘与索芬尼芭出嫁

马赛尼萨在罗马军支援下击溃并生擒西法克斯,接管齐尔塔并纳娶索芬尼芭。被俘的西法克斯向西庇阿说明自己败亡的缘由,并告诫他防范索芬尼芭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§526

τοῦ δʼ αὐτοῦ χειμῶνος, ἐγγὺς ὄντος Σύφακος, Μασσανάσσης ᾔτησεν ἐπὶ τῇ ἰδίᾳ στρατιᾷ τὸ τρίτον τῆς Ῥωμαικῆς παρὰ Σκιπίωνος, καὶ λαβὼν ἡγουμένου τῶν Ῥωμαίων Λαιλίου, τὸν Σύφακα ἐδίωκεν. ὁ δὲ ὑπέφευγε, μέχρι καθορώμενος περί τινι ποταμῷ συνετάσσετο ἐς μάχην. οἱ μὲν οὖν Νομάδες ἑκατέρωθεν, ὥσπερ ἔθος αὐτοῖς, πολλὰ καὶ ἀθρόα ἠφίεσαν ἐπʼ ἀλλήλοις, οἱ δὲ Ῥωμαῖοι προβαλλόμενοι τὰς ἀσπίδας ἐπῄεσαν. Σύφαξ δὲ Μασσανάσσην ἰδών, ἵετο ἐπʼ αὐτὸν ὑπʼ ὀργῆς· ὁ δʼ ἀντεπήλασε γεγηθώς. καὶ ἀγῶνος πολλοῦ περὶ ἄμφω γενομένου, τραπέντες οἱ τοῦ Σύφακος ἐς φυγὴν τὸν ποταμὸν ἐπέρων, ἔνθα τις αὐτοῦ Σύφακος τὸν ἵππον ἔβαλεν· ὁ δʼ ἀπεσείσατο τὸν δεσπότην, καὶ ὁ Μασσανάσσης ἐπιδραμὼν εἷλεν αὐτόν τε Σύφακα καὶ τὸν ἕτερον αὐτοῦ τῶν υἱῶν. καὶ τούσδε μὲν εὐθὺς ἔπεμπε Σκιπίωνι, ἀπέθανον δʼ ἐν τῇ μάχῃ Σύφακος μὲν ἐς μυρίους ἄνδρας, Ῥωμαίων δὲ πέντε καὶ ἑβδομήκοντα, Μασσανάσσου δὲ τριακόσιοι. καὶ αἰχμάλωτοι Σύφακος ἐγένοντο τετρακισχίλιοι. τούτων ἦσαν Μασσύλιοι δισχίλιοι καὶ πεντακόσιοι, τῶν ἐς Σύφακα ἀπὸ Μασσανάσσου μεταστάντων· καὶ αὐτοὺς ὁ Μασσανάσσης ἐπὶ τῷδε ᾔτησε παρὰ Λαιλίου, καὶ λαβὼν κατέσφαξεν.

在同一个冬天,由于西法克斯就在附近,马赛尼萨向西庇阿请求在自己的军队之外再加上三分之一的罗马军队;在莱利乌斯统率罗马士兵的条件下获得这支军队后,他便追击西法克斯。西法克斯一路撤退,直到在某条河流附近被望见时,才列阵迎战。双方的努米底亚人按其习俗,相互齐射倾泻了密集的投枪,而罗马人则手持盾牌向前推进。西法克斯一见到马赛尼萨,便在狂怒中向他冲去;马赛尼萨则满心欢喜地纵马迎击。两人身旁发生了一场激烈的混战,西法克斯的手下溃散逃跑,渡过那条河流;在此处有人击中了西法克斯本人的战马,战马将主人摔翻在地,马赛尼萨奔袭上前,生擒了西法克斯本人及其二子之一。他随即把他们解送给西庇阿。在此次战斗中,西法克斯一方战死约一万人,罗马一方阵亡七十五人,马赛尼萨一方阵亡三百人。西法克斯方面的俘虏达四千人。其中有两千五百人是此前从马赛尼萨处叛逃至西法克斯一边的马西利人;马赛尼萨为此特向莱利乌斯索要这些人,领到后便尽数斩杀。

§527

μετὰ δὲ τοῦτο Μασσυλίους καὶ τὴν χώραν τὴν Σύφακος ἐπῄεσαν, τοὺς μὲν αὖθις ἐς τὴν ἀρχὴν τὴν Μασσανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι.1 ἀφίκοντο δʼ αὐτοῖς καὶ ἐκ Κίρτης πρέσβεις, τὰ βασίλεια τοῦ Σύφακος παραδιδόντες, ἰδίᾳ δὲ πρὸς Μασσανάσσην ἕτεροι παρὰ Σοφωνίβας τῆς Σύφακος γυναικός, τὴν ἀνάγκην τοῦ γάμου διηγούμενοι. Σοφωνίβαν μὲν οὖν ἄσμενος εἶχε λαβὼν ὁ Μασσανάσσης· καὶ αὐτήν, ἐπανιὼν πρὸς Σκιπίωνα αὐτός, ἐν Κίρτῃ κατέλιπε, προορώμενος ἄρα τὸ μέλλον. Σκιπίων δὲ ἤρετο Σύφακα· τίς σε δαίμων ἔβλαψε, φίλον ὄντα μοι καὶ ἐπὶ Λιβύην ἐλθεῖν προτρέψαντα, ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους,2 καὶ μετὰ Καρχηδονίων ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους οὐ πρὸ πολλοῦ σοι βεβοηθηκότων; ὁ δʼ εἶπε, Σοφωνίβα Ἀσδρούβα θυγάτηρ, ἧς ἐγὼ ἤρων ἐπʼ ἐμῷ κακῷ. φιλόπατρις δʼ ἐστὶν ἰσχυρῶς, καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδα, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλεν. σοὶ δὲ παραινῶ (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων ἐλπίζειν ἄξιον·3 οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.

此后,他们进军马西利人的土地与西法克斯的领地,使前者重归马赛尼萨的统治,安抚拉拢后者,并镇压其中不服从者。此时来自齐尔塔的使者也赶到他们那里,交出了西法克斯的王宫;另有来自西法克斯之妻索芬尼芭的使者私下求见马赛尼萨,陈述她当年被迫成婚的苦衷。马赛尼萨欣然接纳了索芬尼芭并娶她为妻;当他亲自返回西庇阿处时,或许已预见到了未来的变故,便将她留在了齐尔塔。西庇阿质问西法克斯: “究竟是什么神灵蒙蔽了你,使你原本是我的朋友,曾敦促我来到利比亚,却背弃了你向之起誓的神明,连同神明一起背弃了罗马人,反而选择与迦太基人联手与罗马人为敌——而罗马人不久前才在针对迦太基人的战事中援助过你?” 西法克斯回答道: “是哈斯德鲁巴之女索芬尼芭,我爱上了她,以致招来厄运。她有着极强的爱国之心,并有能力说服任何人顺从她的意愿。正是她把我从与你们的友谊转投到她自己的祖国阵营,使我从如此显赫的荣耀跌落到如今这般灾难的深渊。我向你进言(因为我既然已归顺你们,又摆脱了索芬尼芭,现在至少应当对你们保持忠诚):千万提防索芬尼芭,以免她将马赛尼萨引诱到她所希望的方向。万万不可指望那个女人会倒向罗马一方;她对自己的城邦就是如此忠心不二。”

语法注3 条
  1. 527τοὺς μὲν αὖθις ἐς τὴν ἀρχὴν τὴν Μασσανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι

    关联词对 τοὺς μέν ... τοὺς δέ 分别对应前文提到的两个对象:Μασσυλίους(马西利人)与 τὴν χώραν τὴν Σύφακος(西法克斯的领地)。前者指马西利人,后者借代指西法克斯领地内的居民;其后的 τοὺς ἀπειθοῦντας αὐτῶν 则带有部分属格,指其中不顺从者。

  2. 527ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους

    动词 ψεύδομαι 通常作为不及物动词表示“说谎”,但此处直接带宾格补足语(θεούς 与 Ῥωμαίους),作及物动词用,意为“背弃(向之起誓的神明)”、“背叛/欺骗(罗马人)”。这两个不定词由上文的 τίς σε δαίμων ἔβλαψε 所引出,用以说明其遭受蒙蔽所导致的行径。

  3. 527οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων ἐλπίζειν ἄξιον

    此处出现语序倒装(hyperbaton)。其主要结构为 οὐ γὰρ δὴ ἄξιον ἐλπίζειν(“确实不应指望……”),而从属从句 μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων 被插在其中。动词 ἐλπίζω 通常后接不定词,但此处因在否定语境下带有强烈怀疑与否定预期的色彩,引出了带有虚拟语气(ἕληται)的 μή 从句,意为“那个女人会选择倒向罗马一方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:526-527