← 阿庇安

布匿战争

§422-425

西法克斯的败退与迦太基舰队的遇挫

夜袭导致西法克斯亦仓皇逃遁,罗马军取得决定性大胜并威逼迦太基城;逃亡的哈斯德鲁巴组织私兵,迦太基舰队突袭罗马水泊亦被西庇阿巧妙击退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§422

Σύφαξ δὲ νυκτὸς μὲν ἔτι, τῆς βοῆς αἰσθόμενος καὶ τὸ πῦρ ὁρῶν, οὐκ ἐπεξῆλθεν, ἀλλὰ τῶν ἱππέων τινὰς ἐπικουρεῖν ἔπεμψεν Ἀσδρούβᾳ, οἷς ὁ Μασσανάσσης ἐπιπεσὼν ἄφνω πολὺν ἐργάζεται φόνον. ἅμα δʼ ἡμέρᾳ μαθὼν ὁ Σύφαξ Ἀσδρούβαν μὲν ἤδη φυγόντα, τῆς δὲ στρατιᾶς αὐτοῦ τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰλημμένους ὑπὸ τῶν πολεμίων, τοὺς δὲ διερριμμένους, καὶ τὸ στρατόπεδον αὐτῇ παρασκευῇ1 Ῥωμαίους ἔχοντας, ἀνεζεύγνυε φεύγων ἐς τὰ μεσόγεια μετὰ θορύβου, πάντα καταλιπών, οἰόμενος εὐθὺς ἀπὸ τῆς Καρχηδονίων διώξεως αὑτῷ τὸν Σκιπίωνα ἐπανίοντα ἐπιστήσεσθαι. ὅθεν καὶ τοῦδε τὸν χάρακα καὶ τὴν ἐν αὐτῷ παρασκευὴν εἷλε Μασσανάσσης.

西法克斯在夜色尚存之时察觉到了呐喊声并看见了火光,但他并未亲自出营,只派遣了部分骑兵去增援哈斯德鲁巴;马赛尼萨出其不意地扑向他们,进行了大规模的斩杀。拂晓时分,西法克斯获悉哈斯德鲁巴已经逃遁,其军队有的阵亡,有的被敌军俘虏,有的四散溃逃,且罗马人连同其营中辎重一并占领了营寨;他料想西庇阿在追击迦太基人归来后必会立即冲自己而来,便在惊慌失措中丢下一切,向内陆仓皇撤退。因此,马赛尼萨也攻占了西法克斯的营垒及其内的军备物资。

§423

καὶ Ῥωμαῖοι διὰ τόλμης μιᾶς, ἐν ὀλίγῳ μέρει νυκτός, δύο στρατοπέδων καὶ δύο στρατῶν πολὺ μειζόνων ἐκράτησαν ὁμοῦ. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἀμφὶ τοὺς ἑκατὸν ἄνδρας, τῶν δʼ ἐχθρῶν ὀλίγῳ δέοντες τρισμύριοι· καὶ αἰχμάλωτοι ἐγένοντο δισχίλιοι καὶ τετρακόσιοι. τῶν δὲ ἱππέων ἑξακόσιοι ἐπανιόντι τῷ Σκιπίωνι ἑαυτοὺς παρέδοσαν. καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, οἱ δὲ ἐτέτρωντο. Σκιπίων δὲ ὅπλων τε καὶ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος πολλοῦ καὶ ἵππων ἄλλων τε καὶ Νομαδικῶν κεκρατηκώς, καὶ διὰ μιᾶς τῆσδε νίκης, λαμπροτάτης δὴ γενομένης, ἐς γόνυ τὰ Καρχηδονίων καταβαλὼν ἅπαντα,2 ἀριστεῖα τῷ στρατῷ διεδίδου, καὶ τῶν λαφύρων τὰ ἀξιολογώτατα ἐς Ῥώμην ἔπεμπεν. καὶ τὸν στρατὸν ἐγύμναζε φιλοπόνως, προσδοκῶν Ἀννίβαν τε αὐτίκα ἀπὸ τῆς Ἰταλίας καὶ Μάγωνα ἀπὸ Λιγυστίνων ἐπελεύσεσθαι.

罗马人凭借一次大胆的行动,在夜晚的短暂时间里,同时击破了两座军营和两支庞大得多的军队。罗马方面阵亡约百人,而敌军阵亡近三万人,被俘两千四百人。六百名骑兵在西庇阿归途中向其投降。战象之中,有的被杀,有的负伤。西庇阿缴获了武器、黄金、白银、大量象牙以及包括努米底亚战马在内的各类马匹,并凭借这场极为辉煌的单一胜利使迦太基的一切权势屈服倒地;他向全军论功行赏,并将战利品中最显赫的部分送往罗马。此外,他勤勉地操练军队,预料到汉尼拔将即刻从意大利杀来,马戈将从利古里亚杀来。

§424

καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσδρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθʼ ἱππέων πεντακοσίων, τετρωμένος, ἐς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας καὶ Νομάδας συνέλεγε, καὶ δούλους ἐς ἐλευθερίαν συνεκάλει· πυθόμενος δʼ ὅτι Καρχηδόνιοι θάνατον αὐτοῦ κατέγνωσαν ὡς κακῶς ἐστρατηγηκότος, καὶ Ἄννωνα τὸν Βουμίλχαρος εἵλοντο στρατηγεῖν, ἴδιον αὑτοῦ τὸν στρατὸν ἐποίει, καὶ κακούργους προσελάμβανε, καὶ ἐλῄζετο ἐς τὰς τροφάς, καὶ ἐγύμναζεν οὓς εἶχεν, ἀμφὶ τρισχιλίους ἱππέας, πεζοὺς δὲ ὀκτακισχιλίους, ὡς ἐν μόνῳ τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχων. ὁ μὲν δὴ ταῦτα ποιῶν Ῥωμαίους ὁμοῦ καὶ Καρχηδονίους ἐπὶ πολὺ ἐλάνθανε, Σκιπίων δʼ ἐπῆγεν αὐτῇ Καρχηδόνι τὸν στρατὸν ὡπλισμένον, καὶ σοβαρῶς ἐς μάχην προυκαλεῖτο, οὐδενὸς ἐξιόντος. Ἀμίλχαρ δὲ ὁ ναύαρχος ναυσὶν ἑκατὸν ἐσπευσμένως ἐς τὸν ναύσταθμον ἀνήγετο τοῦ Σκιπίωνος, ἐλπίσας αὐτόν τε φθάσειν ἐπανιόντα,3 καὶ τὰς οὔσας ἐκεῖ Ῥωμαίων εἴκοσι τριήρεις ῥᾳδίως ταῖς ἑκατὸν αἱρήσειν.

正当西庇阿忙于这些事务之际,迦太基将领哈斯德鲁巴在夜战中负伤,率五百名骑兵逃往安达,在当地收容了若干战败溃逃的雇佣军和努米底亚人,并以自由为号召招募奴隶。当他得知迦太基人因其指挥不力而判处他死刑,并推选博米尔卡之子汉诺为主将后,他便将这支军队变为自己的私兵,招募亡命之徒,通过劫掠获取粮秣,并操练手头拥有的约三千名骑兵和八千名步兵,因为他将希望完全寄托于战斗。他如此行事,在相当长的时间里避开了罗马人与迦太基人的耳目。与此同时,西庇阿率全副武装的军队逼近迦太基城下,傲然挑战,但无人敢于出战。然而海军将领哈米尔卡率百艘战船匆忙驶向西庇阿的舰队驻地,企图抢在西庇阿归来之前,以百艘战舰轻易夺取那里的二十艘罗马三列桨战船。

§425

καὶ ὁ Σκιπίων ἰδὼν αὐτοῦ τὸν ἀπόπλουν, προύπεμπέ τινας τὸν ἔσπλουν τοῦ λιμένος ἐμφράξαι στρογγύλοις πλοίοις ἐπʼ ἀγκυρῶν ἐκ διαστήματος,4 ἵνα ὡς διὰ πυλῶν αἱ τριήρεις ἐκθέοιεν ὅτε καιρὸς εἴη, καὶ τὰ πλοῖα τοῖς κέρασι συνδῆσαί τε καὶ ἁρμόσαι πρὸς ἄλληλα, ἵνα ἀντὶ τείχους ἦ. καταλαβὼν δὲ τὸ ἔργον, ἥπτετο τοῦ πόνου. καὶ βαλλομένων τῶν Καρχηδονίων ἀπό τε τῶν πλοίων καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τοῦ τείχους, αἱ νῆες ἐθραύοντο, καὶ καμοῦσαι περὶ ἑσπέραν ἀπέπλεον. ἀπιούσαις δʼ αὐταῖς αἱ Ῥωμαίων ἐπέκειντο, ἐκθέουσαί τε διὰ τῶν διαστημάτων, καὶ ὅτε βιάζοιντο, ὑποχωροῦσαι. μίαν δὲ καὶ ἀνεδήσαντο κενὴν ἀνδρῶν, καὶ πρὸς τὸν Σκιπίωνα ἀνήγαγον. μετὰ δὲ τοῦτο ἐχείμαζον ἄμφω. καὶ Ῥωμαίοις μὲν ἦν ἐκ θαλάσσης ἀγορὰ δαψιλής, Ἰτυκαῖοι δὲ καὶ Καρχηδόνιοι λιμώττοντες ἐλῄστευον τοὺς ἐμπόρους, μέχρι Ῥωμαίων νῆες ἄλλαι, πεμφθεῖσαι τῷ Σκιπίωνι, ἐφώρμουν τοῖς πολεμίοις καὶ τὰς λῃστρικὰς ἐκώλυον. οἱ δʼ ἔκαμνον ἤδη σφόδρα τῷ λιμῷ.

西庇阿察觉到他的出航后,便派人前往,用抛锚的商船按一定间距封堵港口通道,以便三列桨战船能在时机适宜时如穿过城门般冲杀而出,并将各船的帆桁相互捆绑咬合,以充当围墙。西庇阿赶赴工地上,亲自参与了劳作。迦太基人遭到来自商船、陆地以及围墙上的多重打击,战船受损,精疲力竭,遂于傍晚返航。当他们撤退时,罗马战船紧追不舍,从船只间隙中杀出,并在受压制时退回。他们还用绳索套住并拖走了一艘空无一人的船,押送至西庇阿处。此后,双方皆进入冬营。罗马人从海上获得了充裕的补给,而尤提卡人和迦太基人则忍饥挨饿,打劫商人,直到增援西庇阿的其他罗马战舰赶来封锁敌方,方才阻拦了劫掠船只。他们此时已深陷严重的饥荒之中。

语法注4 条
  1. 422αὐτῇ παρασκευῇ

    与代词 αὐτός 连用的伴随/方式与格,意为“连同其一应装备/辎重”。简洁地表明敌营及其完好的补给物资被悉数缴获。

  2. 423ἐς γόνυ τὰ Καρχηδονίων καταβαλὼν ἅπαντα

    惯用比喻表达,字面为“将迦太基的所有事业击倒至膝盖”,即“使其彻底屈服/跪倒”。中性复数短语 τὰ Καρχηδονίων(迦太基的国力/局势)充当直接宾语。

  3. 424αὐτόν τε φθάσειν ἐπανιόντα

    动词 φθάνω(抢先、赶在前面)后接宾格宾语 αὐτόν 与补足分词 ἐπανιόντα,构成间接引语的不定式结构,意为“抢在他归来之前(完成行动)”。

  4. 425στρογγύλοις πλοίοις ἐπʼ ἀγκυρῶν ἐκ διαστήματος

    στρογγύλοις πλοίοις(“圆船”,即相对于狭长战船的商船、驳运船)为手段与格。介词短语 ἐπʼ ἀγκυρῶν(抛锚地)与 ἐκ διαστήματος(有间隔地)副词性地修饰船只布防的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:422-425