← 阿庇安

布匿战争

§419-421

西庇阿夜袭哈斯德鲁巴军营

西庇阿得知敌军拟定的合围进攻计划后,连夜召开军事会议,决定集中全军奇袭哈斯德鲁巴的大营。罗马军队乘夜色推进并纵火焚烧敌营,令敌军陷入极大混乱,四散奔逃的溃兵被外围的骑兵悉数歼灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§419

Ὧν ἤδη νυκτὸς οὔσης ὁ Μασσανάσσης παρὰ τινῶν Νομάδων πυθόμενος μετέδωκε τῷ Σκιπίωνι. ὁ δὲ ἔδεισε, καὶ ἠπόρει μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος ὁ στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνηται.1 τοὺς οὖν ἡγεμόνας αὐτίκα νυκτὸς ἐπὶ τὴν σκέψιν ἐκάλει, καὶ ἀπορούντων ἁπάντων ἐπὶ πολὺ σύννους γενόμενος εἶπε· τόλμης καὶ ταχυτῆτος ἡμῖν, ὦ φίλοι, δεῖ, καὶ μάχης ἐξ ἀπογνώσεως. φθάσωμεν ἐπελθόντες τοῖς πολεμίοις. ὅσα δʼ ἐν τῷδε πλεονεκτήσομεν, μάθετε ἤδη. ἐκείνους μὲν ἐκπλήξει τὸ ἀδόκητον τῆς ἐφόδου καὶ τὸ παράδοξον τοῦ ἔργου, τῶν ὀλιγωτέρων προεπιχειρούντων· ἡμεῖς δʼ οὐκ ἐς πολλὰ διῃρημένῃ τῇ στρατιᾷ χρησόμεθα ἀλλʼ ἀθρόᾳ, οὐδʼ ἐπάξομεν αὐτὴν ἅπασι τοῖς ἐχθροῖς ἀλλʼ οἷς ἂν ἐπιλεξώμεθα πρώτοις. σταθμεύουσι δʼ ἐφʼ ἑαυτῶν ἕκαστοι, καὶ ἐσμὲν αὐτοῖς κατὰ μέρος ἰσόμαχοι, τόλμῃ δὲ καὶ εὐτυχίᾳ προύχομεν. καὶ ἢν ὁ θεὸς δῷ τῶν πρώτων ἐπικρατῆσαι, τῶν ἄλλων καταφρονήσομεν. οἷς δʼ ἐπιχειρητέον ἐστὶ πρώτοις, καὶ τίς ὁ καιρὸς ἢ τρόπος ἔσται τῆς ἐπιχειρήσεως, ἢν ἀρέσκῃ, τὰ τῆς γνώμης ἐρῶ.

夜幕降临之际,马赛尼萨从一些努米底亚人那里获悉此事,便告知了西庇阿。西庇阿心生畏惧,深感为难,唯恐自己的军队一旦兵分多路,便会在各处都陷入劣势而无力招架。于是他趁夜立即召集将领共商对策,在众人一筹莫展之际,他沉思良久后说道: “朋友们,我们正需要果敢与迅速,以及破釜沉舟的死战。让我们抢在敌人之前发起进攻吧。请听我言,我们在此举中将占尽多大先机。对他们而言,我们以少打多、先发制人,这突如其来的袭击和出人意料的举动必令其惊慌失措;对我们而言,我们并非分兵出击,而是集结全军,且并非迎击所有敌人,而是集中力量扑向我们首选的目标。他们各自分营扎寨,若逐个击破,我们便能与之匹敌,而在果敢与幸运上我们更胜一筹。只要神明赐我们击溃第一股敌人,其余之辈便不足为惧。若诸位赞同,我便说出首战当攻何人,以及进攻的时机与方略。”

§420

συνθεμένων δὲ πάντων, ὁ μὲν καιρός, εἶπεν, εὐθὺς ἐπιχειρεῖν ἀπὸ τοῦδε τοῦ συλλόγου, νυκτὸς ἔτι οὔσης, ὅτε καὶ τὸ ἔργον ἐστὶ φοβερώτερον καὶ ἀνέτοιμα τὰ ἐκείνων, καὶ οὐδεὶς τῶν συμμάχων αὐτοῖς δύναται βοηθεῖν ἐν σκότῳ. φθάσομέν τε οὕτως αὐτῶν τὰ βουλεύματα μόνως, ἐγνωκότων ἡμῖν τῆς ἐπιούσης ἡμέρας ἐπιθέσθαι. τριῶν δʼ αὐτοῖς ὄντων στρατοπέδων, αἱ μὲν νῆές εἰσι πόρρω, καὶ οὐκ ἔστι ναυσὶ νυκτὸς ἐπιχειρεῖν, Ἀσδρούβας δὲ καὶ Σύφαξ οὐ μακρὰν ἀπʼ ἀλλήλων. καὶ τούτοιν Ἀσδρούβας μέν ἐστι τὸ τοῦ πολέμου κεφάλαιον, Σύφαξ δὲ οὐκ ἂν νυκτὸς ἐπιτολμήσειε τῷ πόνῳ, βάρβαρος ἀνὴρ καὶ τρυφῆς γέμων καὶ δέους. φέρε οὖν, ἡμεῖς μὲν ἐπὶ Ἀσδρούβαν μετὰ παντὸς ἴωμεν τοῦ στρατοῦ, Μασσανάσσην δὲ τόνδε ἐπιτάξωμεν ἐφεδρεύειν τῷ Σύφακι, ἢν ἄρα καὶ παρὰ δόξαν ἐξίῃ τοῦ στρατοπέδου. πεζοὶ δὲ χωρῶμεν ἐπὶ τὸν χάρακα τοῦ Ἀσδρούβου, καὶ περιστάντες ἐπιχειρῶμεν ἐκ παντὸς μέρους σὺν ἐλπίδι τε χρηστῇ καὶ τόλμῃ θρασυτάτῃ· τούτων γὰρ τὰ παρόντα δεῖται μάλιστα. τοὺς δʼ ἱππέας (οὐ γὰρ ἔστιν αὐτοῖς χρῆσθαι νυκτὸς ἔτι οὔσης) προπέμψω πορρωτέρω κυκλοῦσθαι τὸ στρατόπεδον τῶν πολεμίων, ἵνα εἰ μὲν βιασθείημεν, ὑποδέχοιντο ἡμᾶς καὶ ἐς φιλίους καταφεύγοιμεν, εἰ δʼ ἐπικρατοίημεν, ἐκφεύγοντας ἐκείνους διώκοιεν καὶ διαχρῷντο.

众人一致赞同后,他说道: “进攻的时机,便是散会之后立即出动,趁夜色尚存之时——此时夜袭更具威慑,敌军毫无防备,且在黑暗中其盟军无人能救援他们。既然他们已决意在次日进攻我们,唯有如此方能抢在他们计划之前。他们虽有三处阵营,但舰队相距甚远,夜间无法动用战船作战;哈斯德鲁巴与西法克斯则相距不远。此二人之中,哈斯德鲁巴实为战局之核心,而西法克斯乃蛮夷之人,沉溺奢靡又生性胆怯,断不敢在夜间冒险受劳。因此,让我们率全军主力进击哈斯德鲁巴,并令这位马赛尼萨戒备西法克斯,以防其出乎意料地率军出营。我们步兵直逼哈斯德鲁巴的营垒,将其合围,带着必胜的信念和极大的勇气从四面八方发起猛攻;因为眼下局势正最需要这些。至于骑兵——由于夜间尚无法派上用场——我将派他们前出至更远处包围敌营,以便我们在受挫时接应我们退入己方阵线,若我们获胜,则由他们追击并歼灭溃逃之敌。”

§421

ταῦτʼ εἰπών, καὶ τοὺς ἡγεμόνας ἐκπέμψας ὁπλίσαι τὸν στρατόν, αὐτὸς ἐθύετο Τόλμῃ καὶ Φόβῳ, μηδὲν ὡς ἐν νυκτὶ πανικόν οἱ γενέσθαι,2 ἀλλὰ τὸν στρατὸν αὐτῷ θρασύτατον μάλιστα ὀφθῆναι. τρίτης δὲ ἤδη φυλακῆς ἠρέμα τῇ σάλπιγγι ὑπεσήμαινε, καὶ μετὰ σιγῆς βαθυτάτης στρατὸς τοσοῦτος ἐβάδιζεν, ἕως οἱ μὲν ἱππεῖς περιέστησαν ἐν κύκλῳ τοὺς πολεμίους, οἱ πεζοὶ δʼ ἐπὶ τὴν τάφρον αὐτῶν ἀφίκοντο. βοῇ δὲ τότε παμμιγεῖ καὶ σάλπιγξιν ἀθρόαις καὶ βυκανήμασιν ἐς κατάπληξιν χρώμενοι τοὺς μὲν φύλακας ἐξέωσαν ἐκ τῶν φυλακτηρίων, τὴν δὲ τάφρον ἔχουν καὶ τὰ σταυρώματα διέσπων. οἱ δʼ εὐτολμότατοι προδραμόντες ἐνέπρησάν τινας σκηνάς. καὶ οἱ Λίβυες μετʼ ἐκπλήξεως ἀνεπήδων τε ἐξ ὕπνου, καὶ τὰ ὅπλα μετελάμβανον, καὶ ἐς τὰς τάξεις ἀτάκτως ἐφέροντο, καὶ τῶν παραγγελλομένων διὰ τὸν θόρυβον οὐ κατήκουον, οὐδʼ αὐτοῦ τοῦ στρατηγοῦ τὸ ἀκριβὲς τῶν γιγνομένων εἰδότος. ἀναπηδῶντας οὖν αὐτοὺς οἱ Ῥωμαῖοι καὶ ὁπλιζομένους ἔτι καὶ ταρασσομένους κατελάμβανον,3 καὶ σκηνὰς πλέονας ἐνεπίμπρασαν, καὶ τοὺς ἐν ποσὶν ἀνῄρουν. τοῖς δʼ ἦν ἥ τε βοὴ τῶν ἐχθρῶν καὶ ἡ ὄψις καὶ τὰ ἔργα φοβερώτατα ὡς ἐν νυκτὶ καὶ ἀγνωσίᾳ τοῦ γιγνομένου κακοῦ. ἡγούμενοί τε εἰλῆφθαι τὸ στρατόπεδον, καὶ τὸ πῦρ τῶν ἐμπεπρησμένων σκηνῶν δεδιότες, ἐξέπιπτον ἑκόντες ἐξ αὐτῶν, καὶ ἐς τὸ πεδίον ὡς ἀσφαλέστερον ἐωθοῦντο· ὅθεν κατὰ μέρος, ὅπῃ τύχοιεν, ἀκόσμως διεδίδρασκον, καὶ ἐς τοὺς Ῥωμαίων ἱππέας, οἳ κύκλῳ περιεστήκεσαν, ἐμπίπτοντες ἀπέθνησκον.

言罢,他遣散将领去为军队披甲执锐,自己则向“果敢”与“恐惧”献祭,祈求在黑夜之中绝不遭遇任何恐慌,反而使自己的军队展现出最无畏的英勇。至三更时分,他以军号发出微弱的信号,如此庞大的军队在极深的寂静中前行,直至骑兵合围敌营,步兵逼近其壕沟。此时,罗马军齐声呐喊,军号与军角齐鸣以震慑敌胆,将守卫逐出岗哨,填平壕沟,扯碎栅栏。最勇敢的勇士向前疾奔,点燃了若干营帐。利比亚人从梦中惊恐跃起,仓促抓起武器,乱哄哄地奔向阵列;由于喧嚣嘈杂,他们根本听不清号令,连统帅本人亦不知实情究竟如何。罗马人趁他们仓皇跃起、仍在披挂武装且混乱不堪之际掩杀过去,纵火焚烧更多帐篷,将挡路之人悉数斩杀。敌军的呐喊、眼前的景象以及惨烈的杀戮,在夜色和对所遭灾祸的一无所知之中,令利比亚人感到无比恐惧。他们以为营寨已被攻陷,又惧怕烈火焚烧的帐篷,便纷纷自愿逃出,涌向自以为较为安全的原野;他们从那里分股朝任意方向毫无秩序地奔逃,撞上了围在外圈的罗马骑兵,纷纷丧命。

语法注3 条
  1. 419ἠπόρει μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος ὁ στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνηται

    接在 ἠπόρει 之后的 μή 引导从句,表达担忧或顾虑(“唯恐……,深感为难”)。分词 διαιρούμενος 表条件或方式,与格 αὐτῷ 作利益/受害与格使用(就他而言,其军队若被分散)。

  2. 421μηδὲν ὡς ἐν νυκτὶ πανικόν οἱ γενέσθαι

    短语 ὡς ἐν νυκτί 为状语表达,意为“在夜间常有的情况下/夜色之中”。与格代词 οἱ(相当于 αὐτῷ)用作 γενέσθαι 的关涉与格(发生在他身上)。

  3. 421ἀναπηδῶντας οὖν αὐτοὺς οἱ Ῥωμαῖοι καὶ ὁπλιζομένους ἔτι καὶ ταρασσομένους κατελαμβανον

    动词 κατελάμβανον 接宾格宾语及修饰它的现在分词(ἀναπηδῶντας, ὁπλιζομένους, ταρασσομένους),构成“趁其正跃起、仍在穿戴盔甲并处于混乱之中时突袭之/抓个正着”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:419-421