← 阿庇安

布匿战争

§315-318

攻占洛哈与西法克斯同迦太基结盟

西庇阿与马赛尼萨攻占洛哈并击退哈斯德鲁巴的伏击,但围攻乌提卡受阻。西法克斯的调停及暗杀马赛尼萨图谋败露后,公开与迦太基结盟,定于次日向罗马军队发起全面总攻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§315

Σκιπίων δὲ καὶ Μασσανάσσης τὴν χώραν ἐπόρθουν, καὶ Ῥωμαίων ἐξέλυον ὅσοι δεθέντες ἔσκαπτον ἐν τοῖς ἀγροῖς, ἐξ Ἰβηρίας ἢ Σικελίας ἢ ἀπʼ αὐτῆς τῆς Ἰταλίας πεμφθέντες ὑπὸ Ἀννίβου. πολιορκοῦσι δʼ αὐτοῖς πόλιν μεγάλην ᾗ ὄνομα ἦν Λόχα, καὶ πολλὰ δεινὰ πάσχουσιν, οἱ μὲν Λοχαῖοι προστιθεμένων τῶν κλιμάκων ἐπεκηρυκεύοντο ἐκλείψειν τὴν πόλιν ὑπόσπονδοι, καὶ ὁ Σκιπίων ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν· ἡ δʼ οὐχ ὑπήκουεν ὑπʼ ὀργῆς ὧν ἐπεπόνθεσαν,1 ἀλλʼ ἐπιβάντες τοῖς τείχεσι καὶ γύναια καὶ παιδία κατέσφαττον· ὁ δὲ τοὺς μὲν ἔτι ὄντας Λοχαίων ἀφῆκεν ἀπαθεῖς, τὴν δὲ στρατιὰν τὴν λείαν ἀφείλετο,2 καὶ τοὺς λοχαγούς, ὅσοι συνεξήμαρτον, ἐκλήρωσεν ἐν τῷ μέσῳ, καὶ τρεῖς τοὺς λαχόντας ἐκόλασε θανάτῳ. καὶ τάδε πράξας αὖθις ἐλεηλάτει. Ἀσδρούβας δʼ αὐτοὺς ἐνήδρευε, Μάγωνα μὲν τὸν ἵππαρχον ἐπιπέμψας ἐκ μετώπου, αὐτὸς δὲ ὄπισθεν ἐπιών. οἱ δʼ ἐν μέσῳ γενόμενοι τὸ ἔργον ἐμερίσαντο, καὶ ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέκτειναν,3 καὶ χιλίους καὶ ὀκτακοσίους ἔλαβον αἰχμαλώτους, τοὺς δὲ λοιποὺς ἐς τὰς πέτρας κατήραξαν.

西庇阿与马赛尼萨肆意蹂躏这片土地,并释放了所有戴着锁链在田间劳作的罗马人——他们是汉尼拔从伊比利亚、西西里或意大利本土押送至此的。当他们围攻一座名为洛哈的大城并遭受重大伤亡时,就在云梯架上城墙之际,洛哈人派来使节,表示愿立约投降撤出城池。西庇阿鸣号召回军队,但士兵们因自身所受的苦难而怒不可遏,拒绝听令,反而攀上城墙,将妇女和儿童屠戮殆尽。西庇阿放走了洛哈人的幸存者,不加伤害,但剥夺了军队的战利品,将所有参与此事的百夫长在全军面前抽签,并将抽中签的三人处以死刑。办完这些事后,他又再度前去抢掠。哈斯德鲁巴对他们设下埋伏,派骑兵长官马戈从正面出击,自己则从后方包抄。他们虽然陷入包围,却分工应敌:二人各自转身迎击一方敌军,斩杀了五千名利比亚人,俘获一千八百人,将其余的人逼落悬崖。

§316

καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ μὲν ἐλύπει πολλὰ δʼ ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δʼ ἐπαίρων μέγιστα, καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων, δρεπάνοις τε περισπῶν ὅσαι βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν. οἱ δὲ τὰ μὲν χώματα ὑπετάφρευον, καὶ τὰ δρέπανα βρόχοις παρῆγον, καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλλοντες ἐπικαρσίας δοκούς· ἐς δὲ τὰς μηχανὰς ἐξεπήδων μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον. ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν, ἐς πολιορκίαν αὐτῆς καθίστατο.

随后西庇阿立即从陆地和海上向乌提卡发起猛攻。他将一座攻城塔架在两艘绑在一起的五层桨战船上,由此向敌军发射三肘长的巨箭和大石;他给敌人造成了巨大杀伤,但因战船受损,自身也付出了惨重代价。他又筑起极高的土垒,每当抵近时便以攻城槌撞击城墙,并用长钩将城墙四周悬挂的生皮及其他遮蔽物扯下。守城者则在土垒下挖坑破坏,用绳套拽开长钩,并扔下横木来化解攻城槌的冲击力;一旦察觉到吹向攻城器械的顺风,便携带着火种杀出城来。西庇阿见以此法破城无望,遂转入常规围城。

§317

Σύφαξ δὲ τῶν γιγνομένων πυνθανόμενος ἧκε μετὰ τοῦ στρατοῦ, καὶ οὐ μακρὰν ἐστάθμευεν ἀπὸ Ἀσδρούβου. ἔτι δʼ ὑποκρινόμενος εἶναι φίλος ἑκατέροις, καὶ τρίβειν τὸν πόλεμον ἐγνωκὼς μέχρι νῆές τε ἕτεραι ναυπηγούμεναι πρὸς τῶν Καρχηδονίων ἐπιγένοιντο καὶ μισθοφόροι τινὲς Κελτῶν καὶ Λιγύων ἐπέλθοιεν, ἐπεχείρει διαιτᾶν διαλύσεις, καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέμῳ, ἔχειν δὲ Ῥωμαίους Σικελίαν καὶ Σαρδὼ καὶ εἴ τινας ἄλλας νήσους ἔχουσι, καὶ Ἰβηρίαν. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. ἅμα δὲ ταῦτʼ ἔπρασσε, καὶ Μασσανάσσην ἐπείρα μεταθέσθαι πρὸς αὑτόν, τήν τε Μασσυλίων ἀρχὴν αὐτῷ βεβαιώσειν ὑπισχνούμενος, καὶ τῶν θυγατέρων τριῶν οὐσῶν δώσειν ἐς γάμον ἣν ἂν ἐθέλῃ. ἔφερε δʼ ὁ ταῦτα λέγων χρυσίον, ἵνα, εἰ μὴ πείσειε, δοίη τῶν θεραπευτήρων αὐτοῦ τῷ κτείνειν Μασσανάσσην ὑπισχνουμένῳ. ὁ μὲν δὴ μὴ πείθων ἔδωκέ τινι τὸ χρυσίον ἐπὶ τῷ φόνῳ· ὁ δὲ λαβὼν ἔδειξε τῷ Μασσανάσσῃ, καὶ τὸν δόντα ἤλεγξεν.

西法克斯得知变故后率军赶到,在距哈斯德鲁巴不远处扎营。他仍旧假装是双方的朋友,打定主意要拖延战局,直到迦太基人赶造的其余战船完工、雇佣的凯尔特人和利古里亚兵赶到为止。于是他出面调停和议,主张罗马人不应为了战事涉足利比亚,迦太基人亦不得涉足意大利,而罗马人则保有西西里、撒丁以及他们目前占有的一切其他岛屿和伊比利亚;若有一方不从,他声称将与顺从的一方结盟作战。在进行这一活动的同时,他还试图拉拢马赛尼萨倒向自己,许诺确保他对马西利人的统治权,并愿从自己的三个女儿中任他挑选一人许配给他。传达此话的使者随身携带着黄金,以便在劝说无效时,将金子送给答应刺杀马赛尼萨的随从。使者劝说未果后,果然将黄金交给了一名答应行刺的随从;然而那人收下金子后拿给马赛尼萨看,揭发了行贿之人。

§318

Σύφαξ δʼ οὐ προσδοκῶν ἔτι λήσειν, φανερῶς τοῖς Καρχηδονίοις συνεμάχει, πόλιν τε ἐν μεσογείῳ Θολοῦντα, Ῥωμαίων παρασκευὴν καὶ σῖτον πολὺν ἔχουσαν, ἐκ προδοσίας εἷλε, καὶ τοὺς φρουροῦντας αὐτὴν ἔκτεινεν οὐκ ἐθελήσαντας ἀπελθεῖν ὑποσπόνδους, συμμαχίαν τε ἄλλην πολλὴν Νομάδων μετεπέμπετο. καὶ οἱ μισθοφόροι παρῆσαν αὐτοῖς ἤδη, καὶ νῆες εὐτρεπῶς εἶχον, ὥστε ἔγνωστο πολεμεῖν Σύφακα μὲν ὁρμώμενον ἐπὶ τοὺς πολιορκοῦντας Ἰτύκην, Ἀσδρούβαν δʼ ἐπὶ τὸ Σκιπίωνος στρατόπεδον. τὰς δὲ ναῦς ἔδει ταῖς ναυσὶν ἐπιπλεῖν, καὶ γίγνεσθαι ταῦτα τῆς ἐπιούσης ἡμέρας ἅπαντα ὁμοῦ, ἵνα μὴ διαρκέσειαν αὐτοῖς οἱ Ῥωμαῖοι διὰ τὴν ὀλιγότητα.

西法克斯眼见已无法隐瞒,便公然与迦太基人结盟。他通过内应背叛夺取了内陆一座名为托隆的城池——城内存有罗马人的物资和大量粮秣——并杀害了拒绝立约退出的守军,随后又征集了大量努米底亚联军。此时雇佣兵已经抵达,舰船也已准备就绪,于是他们决定开战:西法克斯发兵进攻围攻乌提卡的部队,哈斯德鲁巴则进扑西庇阿的大营。舰队亦奉命迎击敌舰,所有这些行动定于次日同时发起,企图让罗马人因寡不敌众而无法招架。

语法注3 条
  1. 315ὧν ἐπεπόνθεσαν

    伴随先行词省略的格的吸引(genitive attraction)。其原本结构当为 ὑπʼ ὀργῆς τούτων ἃ ἐπεπόνθεσαν(“因对他们所遭受之事的愤怒”),其中先行词 τούτων 被省略,关系代词 ἅ 受先行词的属格吸引而变为 ὧν。

  2. 315τὴν δὲ στρατιὰν τὴν λείαν ἀφείλετο

    表示剥夺的动词 ἀφαιρέομαι 支配双宾格(表示人的宾格 τὴν στρατιάν 与表示物的宾格 τὴν λείαν),意为“剥夺了军队的战利品”。

  3. 315ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέκτειναν

    单数分配代词 ἑκάτερος(“各自”)与分词 ἐπιστραφείς 一致,而主要动词却使用了复数形式 ἀπέκτειναν(“杀死了”)。这是作为前文复数主语 οἱ δέ(西庇阿与马赛尼萨)的部分同位语(partitive apposition),谓语动词依语义一致原则(constructio ad sensum)采用复数。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:315-318