← 阿庇安

布匿战争

§26-29

大西庇阿的崛起与远征非洲的筹备

汉尼拔渡河侵入意大利且老西庇阿兄弟在伊比利亚阵亡后,青年西庇阿平定该地并返回罗马;尽管仅获得元老院极其有限的支持,他仍在西西里筹备远征利比亚,而迦太基方面亦加紧战备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν, καὶ αὐτὴν κατὰ μέρος ὑπήγοντο, μέχρι Ζακανθαίων ἐπὶ Ῥωμαίους καταφυγόντων Καρχηδονίοις ὅρος ἐν Ἰβηρίᾳ γίγνεται, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν. καὶ τάσδε αὖ τὰς σπονδὰς ἔλυσαν Καρχηδόνιοι, περάσαντες Ἀννίβου σφῶν ἡγουμένου. διαβάντες δέ, ὁ μὲν Ἀννίβας διαστρατηγεῖν ἑτέροις τὰ ἐν Ἰβηρίᾳ καταλιπὼν ἐς τὴν Ἰταλίαν ἐσέβαλε· στρατηγοὶ δὲ Ῥωμαίων ἐν Ἰβηρίᾳ, Πόπλιός τε Κορνήλιος Σκιπίων καὶ Γναῖος Κορνήλιος Σκιπίων, ἀλλήλοιν ἀδελφώ, λαμπρὰ ἔργα ἀποδεικνυμένω θνήσκετον ἄμφω1 πρὸς τῶν πολεμίων. καὶ οἱ μετʼ αὐτοὺς στρατηγοὶ κακῶς ἔπραττον, μέχρι Σκιπίων ὁ Ποπλίου Σκιπίωνος τοῦδε τοῦ περὶ Ἰβηρίαν ἀναιρεθέντος υἱὸς ἐπιπλεύσας, καὶ δόξαν ἅπασιν ἐμβαλὼν ὡς ἥκοι κατὰ θεὸν καὶ δαιμονίῳ χρῷτο συμβούλῳ περὶ ἁπάντων, ἐκράτει τε λαμπρῶς, καὶ ἐπὶ δόξης ἐκ τοῦδε πολλῆς γενόμενος τὴν μὲν στρατηγίαν τοῖς ἐς διαδοχὴν ἐπιπεμφθεῖσι παρέδωκεν, ἐς δὲ Ῥώμην ἐπανελθών ἠξίου πεμφθῆναι στρατηγὸς ἐς Λιβύην ὡς ἀναστήσων Ἀννίβαν ἐξ Ἰταλίας καὶ Καρχηδονίοις δίκην ἐπιθήσων ἐν τῇ πατρίδι.

此后不久,迦太基人出兵伊比利亚,并逐步加以征服,直到萨贡托人向罗马人求援,迦太基人在伊比利亚的界限才被规定为不得渡过埃布罗河。然而,迦太基人在汉尼拔的统领下渡过该河,再次撕毁了这一和约。渡河之后,汉尼拔将伊比利亚的军务留给他人统率,自己则侵入了意大利;而在伊比利亚的罗马将领普布利乌斯·科尔内利乌斯·西庇阿与格奈乌斯·科尔内利乌斯·西庇阿兄弟二人,在立下赫赫战功之后,双双被敌人杀死。接替他们的将领亦屡遭挫败,直到这位在伊比利亚阵亡的普布利乌斯·西庇阿之子西庇阿渡海赶来;他令所有人深信他是奉神意而来,并在一切事务上皆有神明参谋指引,从而赢得了辉煌的胜利。他由此享有崇高声望,遂将军队指挥权移交予前来接替的将领,自己返回罗马,请求作为统帅被派往利比亚,以便将汉尼拔从意大利引开,并在迦太基人的本邦惩罚他们。

§27

τῶν δὲ πολιτευομένων οἱ μὲν ἀντέλεγον οὐ χρῆναι, κεκενωμένης ἄρτι τῆς Ἰταλίας τοσοῖσδε πολέμοις καὶ πορθουμένης ἔτι πρὸς Ἀννίβου, καὶ Μάγωνος ἐν πλευραῖς ἐπʼ αὐτὴν Λίγυάς τε καὶ Κελτοὺς ξενολογοῦντος, ἐς Λιβύην στρατεύειν, οὐδὲ τὴν ἀλλοτρίαν χειροῦσθαι πρὶν τὴν οἰκείαν ἀπαλλάξαι τῶν παρόντων· οἱ δὲ ᾤοντο Καρχηδονίους νῦν μὲν ἀδεεῖς ὄντας ἐφεδρεύειν τῇ Ἰταλίᾳ, οὐδὲν ἐνοχλουμένους οἴκοι, πολέμου δὲ οἰκείου σφίσι γενομένου καὶ Ἀννίβαν μεταπέμψεσθαι. οὕτω μὲν ἐκράτησε πέμπειν ἐς Λιβύην Σκιπίωνα, οὐ μὴν συνεχώρησαν αὐτῷ καταλέγειν στρατὸν ἐξ Ἰταλίας πονουμένης ἔτι πρὸς Ἀννίβου· ἐθελοντὰς δέ, εἴ τινες εἶεν, ἐπέτρεψαν ἐπάγεσθαι, καὶ τοῖς ἀμφὶ τὴν Σικελίαν ἔτι οὖσι χρῆσθαι. τριήρεις τε ἔδοσαν αὐτῷ κατασκευάσασθαι δέκα, καὶ πληρώματα αὐταῖς λαβεῖν, ἐπισκευάσαι δὲ καὶ τὰς ἐν Σικελίᾳ. καὶ χρήματα οὐκ ἔδωκαν, πλὴν εἴ τις ἐθέλοι τῷ Σκιπίωνι κατὰ φιλίαν συμφέρειν. οὕτως ἀμελῶς ἥπτοντο τοῦδε τοῦ πολέμου τὰ πρῶτα, μεγίστου σφίσι καὶ ἀξιοτιμοτάτου μετʼ ὀλίγον γενομένου.

在政界人士中,一部分人表示反对,认为意大利刚刚因如此多的战事而兵力空虚,且仍遭受汉尼拔的蹂躏,玛戈又在其翼侧招募利古里亚人与凯尔特人以进攻意大利,因此不应出兵利比亚,更不应在使本国摆脱眼前危机之前去征服异邦之土。但另一部分人认为,迦太基人如今毫无后顾之忧地威胁着意大利,是因为在本土未受任何骚扰,如果本土发生战事,他们定会将汉尼拔召回。于是,派西庇阿前往利比亚的主张占据了上风;然而,鉴于意大利仍受汉尼拔摧残,他们未准许他从意大利本土征集军队。不过他们允许他携带自愿入伍者(若有人愿意的话),并使用尚在西西里的驻军。他们还准许他建造十艘三列桨座战船并招募船员,并修缮在西西里的舰船。但他们没有拨发任何资金,除非有人出于私谊愿向西庇阿捐助。他们最初便是如此漫不经心地着手这场战争,而这场战争不久之后却成了对他们而言最重大、最光荣的伟业。

§28

ὁ δὲ Σκιπίων ἔνθους ὢν ἐπὶ Καρχηδόνι ἐκ πολλοῦ, καί τινας ἱππέας τε καὶ πεζούς, ἐς ἑπτακισχιλίους μάλιστα, ἀθροίσας, διέπλευσεν ἐς Σικελίαν ἔχων ἀμφʼ αὑτὸν ἀρτιγενείους ἐπιλέκτους τριακοσίους, οἷς εἴρητο χωρὶς ὅπλων ἕπεσθαι. Σικελῶν δʼ αὖ τριακοσίους καταγράψας εὐδαίμονας ἐκέλευσεν ἥκειν ἐς ἡμέραν ῥητήν, ἐσκευασμένους ὅπλοις τε καὶ ἵπποις ὅτι δύναιντο καλλίστοις. ὡς δὲ ἀφίκοντο, προύθηκεν εἴ τις ἑαυτοῦ θέλοι τὸν στρατευσόμενον ἀντιδοῦναι.2 δεξαμένων δὲ πάντων, ἤγαγεν ἐς μέσον τοὺς τριακοσίους τοὺς ὅπλων ἐρήμους, καὶ ἐς τούσδε ἐκείνοις προσέταξε μετασκευάσασθαι.3 οἱ δʼ ἑκόντες παρεδίδοσαν ὅπλα καὶ ἵππους. καὶ περιῆν τῷ Σκιπίωνι τριακοσίους νέους Ἰταλιώτας ἔχειν4 ἀντὶ Σικελιωτῶν, κάλλιστα ἵπποις καὶ ὅπλοις ἀλλοτρίοις ἐσκευασμένους, καὶ χάριν εὐθὺς ἐπὶ τῷδε εἰδότας· οἷς δὴ καὶ προθυμοτάτοις ἐς πάντα χρώμενος διετέλει.

然而,西庇阿久已对进攻迦太基满怀热望,他集结了约七千名骑兵与步兵,率领身旁选拔出的三百名刚成年青年渡海前往西西里,并事先吩咐他们不带兵刃相随。接着他又在西西里人中征募了三百名富人,命他们在指定之日齐集,配备尽可能精良的武器和战马。待他们抵达后,西庇阿提出是否有人愿意提供一名替身代其服役。众人皆欣然同意,西庇阿便将那三百名身无兵刃的青年领至当中,命令西西里人将装备转交给他们。那些西西里人便甘心情愿地交出了武器和马匹。这样一来,西庇阿便获得了三百名意大利青年来代替西西里人,他们以他人的战马与武器装备得极为精良,并为此立刻心存感激;西庇阿在后来的各项行动中,始终将他们用作最积极效命的亲信。

§29

Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δʼ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθʼ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δʼ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.

迦太基人获悉这些情况后,派遣吉斯戈之子哈斯德鲁巴去猎捕大象,向在利古里亚附近招募雇佣军的玛戈派遣了约六千名步兵、八百名骑兵和七头大象,并命他尽可能率领其他一切所能纠集的兵力入侵伊特鲁里亚,以图将西庇阿从利比亚引开。然而玛戈此时依然按兵迟疑,既无法与相距遥远的汉尼拔会合,又始终对未来的局势抱观望态度。哈斯德鲁巴猎象归来后,从迦太基人和利比亚人中各征召了约六千名步兵及六百名骑兵,又购买了五千名奴隶以充当舰队划手,并从努米底亚人那里获得了两千名骑兵,还雇佣了外邦军士;他在距离迦太基二百斯塔德处对所有人进行操练。

语法注4 条
  1. 26ἀποδεικνυμένω θνήσκετον ἄμφω

    承前文主语西庇阿兄弟二人(Πόπλιός τε... καὶ Γναῖος... ἀδελφώ),分词 ἀποδεικνυμένω、动词 θνήσκετον 以及形容词 ἄμφω 全部严格采用双数(dual)形式,体现了古典散文中的双数一致关系。

  2. 28προύθηκεν εἴ τις ἑαυτοῦ θέλοι τὸν στρατευσόμενον ἀντιδοῦναι

    连词 εἴ 引导带有祈愿语气 θέλοι 的间接疑问句,用以提出建议或选项(“是否有人愿意……”)。属格 ἑαυτοῦ 则呼应动词复合词 ἀντιδοῦναι 中的前缀 ἀντί,表“代替自己/作为自己的替代者”。

  3. 28ἐς τούσδε ἐκείνοις προσέταξε μετασκευάσασθαι

    指示代词 τούσδε(指前文未佩武器的意大利青年)与 ἐκείνοις(指西西里富人)形成鲜明对照。中动态不定词 μετασκευάσασθαι 意为“将自己的装备转让/移交给他人”,介词短语 ἐς τούσδε 表示受让的对象。

  4. 28καὶ περιῆν τῷ Σκιπίωνι τριακοσίους νέους Ἰταλιώτας ἔχειν

    动词 περιῆν 带有非人称或结果性含义,与与格 τῷ Σκιπίωνι 及带宾语的不定词短语(τριακοσίους... ἔχειν)连用,表示“最终给西庇阿带来的结果是拥有……”或“西庇阿由此得以拥有……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:26-29