- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:13-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第一次布匿战争期间,阿提利乌斯·雷古鲁斯率罗马军队入侵利比亚,却遭克桑提普斯击溃并最终遇害;战后迦太基爆发雇佣兵叛乱,因暗杀罗马商人败露,被迫将萨丁尼亚割让给罗马。
ἤρξαντο δʼ αὐτῶν1 ἀμφὶ τὸν Σικελικὸν πόλεμον οἱ Ῥωμαῖοι, ναυσὶ πεντήκοντα καὶ τριακοσίαις ἐπιπλεύσαντες ἐς Λιβύην, καὶ πόλεις τινὰς ἑλόντες, καὶ στρατηγὸν ἐπὶ τῇ δυνάμει καταλιπόντες Ἀτίλιον Ῥῆγλον, ὃς ἄλλας τε πόλεις διακοσίας προσέλαβεν, αἳ Καρχηδονίων ἔχθει πρὸς αὐτὸν μετετίθεντο, καὶ τὴν χώραν ἐπιὼν ἐπόρθει. Καρχηδόνιοι δὲ Λακεδαιμονίους στρατηγὸν ἤτουν, οἰόμενοι διʼ ἀναρχίαν κακοπραγεῖν. οἱ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος ἀμφὶ λίμνῃ στρατοπεδεύων ὥρᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψει καὶ ὁδοιπορίᾳ κακοπαθῶν, καὶ βαλλόμενος ἀπὸ κρημνῶν ἄνωθεν. ὡς δʼ ἐπλησίασε περὶ ἑσπέραν καὶ ποταμὸς αὐτοὺς διεῖργεν, ὁ μὲν εὐθὺς ἐπέρα τὸν ποταμὸν ὡς καὶ τῷδε τὸν Ξάνθιππον ἐκπλήξων, ὁ δὲ συντεταγμένην τὴν στρατιὰν ἐπαφίησι διὰ τῶν πυλῶν, ἐλπίσας κεκμηκότος καὶ κακοπαθοῦντος περιέσεσθαι,2 καὶ τὴν νύκτα πρὸς τῶν νικώντων ἔσεσθαι. τῆσδε μὲν οὖν τῆς ἐλπίδος ὁ Ξάνθιππος οὐκ ἀπέτυχεν· ἀπὸ γὰρ τρισμυρίων ἀνδρῶν οὓς ὁ Ἀτίλιος ἦγεν, ὀλίγοι μόλις αὐτῶν ἐς Ἀσπίδα πόλιν διέδρασαν, οἱ δὲ λοιποὶ πάντες οἱ μὲν ἀπώλοντο οἱ δʼ ἐζωγρήθησαν. καὶ μετʼ αὐτῶν ὁ στρατηγὸς Ἀτίλιος, ὕπατος γεγονώς, αἰχμάλωτος ἦν.
罗马人在西西里战争期间开始了这些军事行动,他们率领三百五十艘战舰航行到利比亚,攻占了一些城市,并留下阿提利乌斯·雷古鲁斯统帅军队。他又收服了另外两百座因痛恨迦太基人而归顺于他的城市,并在该地长驱直入,大加洗劫。迦太基人认为自己战事不利是由于指挥不当所致,遂向拉刻代蒙人求聘一名将领。拉刻代蒙人派去了克桑提普斯;而阿提利乌斯在一片湖泊周围扎营,在酷暑时节绕湖向敌人进发,备受甲胄沉重、闷热、口渴和行军之苦,还遭到上方峭壁上投掷物的袭击。傍晚时分,当他逼近而一条河流将双方隔开时,他立即渡河,企图以此举令克桑提普斯惊惶失措;但克桑提普斯料定自己必能战胜疲惫困顿的对手,且黑夜将有利于获胜者,便命令整军就绪的军队开出城门出击。克桑提普斯的这一期望并未落空:在阿提利乌斯统率的三万人中,仅有少数人侥幸逃至阿斯皮斯城,其余所有人要么战死,要么被俘。与他们一同被俘的还有曾任执政官的统帅阿提利乌斯本人。
τόνδε μὲν δὴ μετʼ οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην, ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα·3 καὶ ὁ Ἀτίλιος Ῥῆγλος ἐν ἀπορρήτῳ τοῖς τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέμου, ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχηδόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν ἐχούσῃ διέφθειραν. Ξανθίππῳ δὲ τὸ εὐτύχημα συμφορῶν ἦρξε· Καρχηδόνιοι γὰρ αὐτόν, ἵνα μὴ δοκοίη Λακεδαιμονίων ἔργον εἶναι τοσοῦτον, ὑποκρινάμενοι τιμᾶν δωρεαῖς πολλαῖς καὶ προπέμπειν ἐπὶ τριήρων ἐς Λακεδαίμονα, τοῖς τριηράρχοις ἐνετείλαντο μετὰ τῶν συμπλεόντων Λακώνων καταποντίσαι. ὁ μὲν δὴ δίκην ἔδωκε τήνδε εὐπραξίας, καὶ τάδε ἦν τοῦ πρώτου πολέμου Ῥωμαίοις περὶ Λιβύην εὐπραγήματά τε καὶ ἀτυχήματα, μέχρι Καρχηδόνιοι Σικελίας Ῥωμαίοις ἀπέστησαν. ὅπως δὲ ἀπέστησαν, ἐν τῇ Σικελικῇ γραφῇ δεδήλωται.
不久之后,处境艰难的迦太基人派他与自己的使节一同前往罗马,条件是要么为他们促成和解,要么返回。阿提利乌斯·雷古鲁斯却秘密叮嘱罗马当局坚决推进战争,随后回到迦太基去迎接确凿无疑的毁灭;迦太基人将他关进四周布满利刺的笼中处死。但对克桑提普斯而言,这场胜利却是祸患的开端:迦太基人不愿让如此巨大的功勋看似出自拉刻代蒙人之手,便假意以重礼褒赏他,并备三列桨座战船护送他回拉刻代蒙,却暗中吩咐船长将他与同行的拉科尼亚人一同沉入大海。他就这样为自己的功绩付出了这般代价。这就是第一次战争期间罗马人在利比亚经历的成与败,直到迦太基人向罗马人放弃西西里为止。他们究竟如何放弃,已在《西西里史》中阐明。
μετὰ δὲ τοῦτο Ῥωμαίοις μὲν καὶ Καρχηδονίοις εἰρηναῖα ἦν ἐς ἀλλήλους, Λίβυες, δʼ ὅσοι Καρχηδονίων ὄντες ὑπήκοοι συνεμεμαχήκεσαν αὐτοῖς ἐπὶ Σικελίαν, καὶ Κελτῶν ὅσοι ἐμεμισθοφορήκεσαν, ἐγκλήματά τινα μισθῶν καὶ ὑποσχέσεων ἐς τοὺς Καρχηδονίους ἔχοντες ἐπολέμουν αὐτοῖς μάλα καρτερῶς. οἱ δὲ Ῥωμαίους ἐς συμμαχίαν ὡς φίλους ἐκάλουν, καὶ αὐτοὺς οἱ Ῥωμαῖοι ξενολογεῖν ἐς μόνον τόνδε τὸν πόλεμον ἀπὸ τῆς Ἰταλίας ἐφῆκαν· ἀπείρητο γὰρ ἐν ταῖς σπονδαῖς καὶ τόδε. ἔπεμψαν δὲ καὶ διαλλακτῆρας, οἷς οἱ Λίβυες οὐχ ὑπήκουον, ἀλλὰ τὰς πόλεις ἐδήλωσαν ὑπηκόους εἶναι Ῥωμαίων, εἰ θέλοιεν· οἱ δʼ οὐκ ἐδέξαντο. Καρχηδόνιοι δὲ ναυτικῷ πολλῷ ταῖς πόλεσιν ἐφεδρεύοντες τὴν ἀγορὰν αὐτῶν ἀφῃροῦντο τὴν ἐκ τῆς θαλάσσης, ἀσπόρου δὲ καὶ τῆς γῆς ὡς ἐν πολέμῳ γενομένης, Λιβύων μὲν διὰ τὸν λιμὸν ἐκράτουν, ἐμπόρους δʼ, ὅσοι παρέπλεον, ἐλῄστευον ἐξ ἀπορίας· τοὺς δὲ Ῥωμαίων καὶ κτείνοντες ἔβαλλον ἐς τὸ πέλαγος, ἵνα λανθάνοιεν. καὶ διέλαθον ἐπὶ πολύ. γνωσθέντος δὲ τοῦ γιγνομένου, ποινὴν αἰτούμενοι διωθοῦντο, μέχρι Ῥωμαίων ἐπιστρατεύειν αὐτοῖς ψηφισαμένων Σαρδὼ ποινὴν ἔδωκαν. καὶ τόδε ταῖς προτέραις συνθήκαις ἐνεγράφη.
此后,罗马人与迦太基人彼此相安无事;但所有身为迦太基属民并曾在西西里与他们并肩作战的利比亚人,以及那些受雇的凯尔特人,因军饷和诺言问题对迦太基人怀有怨言,同他们展开了极其激烈的战争。迦太基人以盟友身份向罗马人求援,罗马人特许他们仅为此战从意大利招募雇佣兵——因为这在和约中原是严加禁止的。罗马人还派去了调停人,利比亚人拒不听从,反而表示如果罗马人愿意,他们的城市可以归顺罗马;罗马人却未予接受。迦太基人以庞大舰队监视这些反叛城市,切断了它们来自海上的补给;又因战乱土地荒芜,迦太基人便利用饥荒压制了利比亚人;但因物资匮乏,他们劫掠过往的商人,甚至杀害罗马商人并抛尸大海以图隐匿。此事长久未被发觉;然而真相一旦败露,迦太基人面对赔偿要求百般推诿,直至罗马人通过对他们开战的决议,他们才交出萨丁尼亚作为赔偿。这一条款也被载入了先前的和约之中。
- 13ἤρξαντο δʼ αὐτῶν
αὐτῶν 为中性复数属格,指代前一段末尾的“τὰ δʼ ἐν Λιβύῃ γενόμενα”(在利比亚发生之事/利比亚战事)。中动相动词 ἄρχομαι 带属格表示“着手/开始某事”。虽然在理论上亦可理解为阳性(指迦太基人,即“开始对他们作战”),但紧扣上文语境,将其视为指代利比亚战事最为自然合理。
- 13ἐλπίσας κεκμηκότος καὶ κακοπαθοῦντος περιέσεσθαι
περιέσεσθαι 是动词 περιγίγνομαι 的将来时不定式,支配属格,意为“战胜、制服”。其语义宾语 κεκμηκότος καὶ κακοπαθοῦντος 为阳性单数属格分词,在语境中指敌将阿提利乌斯本人(或以单数代表其疲惫的敌军整体)。不定式逻辑上的主语与分词 ἐλπίσας 一致,即克桑提普斯。
- 14ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα
ἐργασόμενον 与 ἐπανήξοντα 为修饰句首 τόνδε(雷古鲁斯)的阳性单数宾格将来时分词,表派遣的目的或条件(“为他们促成和解或返回”)。与格代词 σφίσι 为间接反身代词,指代主句主语迦太基人(οἱ Καρχηδόνιοι)。
