- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:210-212
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基为拉拢西法克斯而将马赛尼萨的未婚妻转嫁于他,遭背叛的马赛尼萨遂与西庇阿结盟,并在逃脱暗杀后建立精锐骑兵,以游击战术对抗迦太基与西法克斯。
Νομάδων δὲ τῶν ἐν Λιβύῃ δυνάσται μὲν ἦσαν κατὰ μέρη πολλοί, Σύφαξ δʼ ὑπὲρ ἅπαντας, καὶ τιμὴν εἶχε πρὸς τῶν ἄλλων ἐπιφανῆ. Μασσυλίων δʼ αὖ, γένους ἀλκίμου, παῖς ἦν τοῦ βασιλέως Μασσανάσσης, ὃς ἐτέθραπτο μὲν ἐν Καρχηδόνι καὶ ἐπεπαίδευτο, ὄντι δʼ αὐτῷ καὶ τὸ σῶμα καλῷ καὶ τὸν τρόπον ἀρίστῳ Ἀσδρούβας ὁ Γέσκωνος, οὐδενὸς Καρχηδονίων δεύτερος, ἠγγύησε τὴν θυγατέρα, καίπερ ὄντι Νομάδι, Καρχηδόνιος ὤν. ὡς δʼ ἠγγύησεν, ἐπήγετο ἐς Ἰβηρίαν στρατηγῶν τὸ μειράκιον. Σύφαξ δὲ κνιζόμενος ὑπʼ ἔρωτος ἐπὶ τῇ παιδὶ τὰ Καρχηδονίων ἐλεηλάτει, καὶ Σκιπίωνι διαπλεύσαντι πρὸς αὐτὸν ἐξ Ἰβηρίας συνέθετο συμμαχήσειν ἐπὶ Καρχηδονίους ἰόντι. αἰσθόμενοι δʼ οἱ Καρχηδόνιοι καὶ μέγα ποιούμενοι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον Σύφακα προσλαβεῖν, ἐξέδοσαν αὐτῷ τὴν παρθένον ἀγνοούντων καὶ ὄντων ἐν Ἰβηρίᾳ Ἀσδρούβου τε καὶ Μασσανάσσου. ἐφʼ οἷς ὁ Μασσανάσσης ὑπεραλγῶν συνετίθετο καὶ ὅδε ἐν Ἰβηρίᾳ τῷ Σκιπίωνι, λανθάνων, ὡς ᾤετο, Ἀσδρούβαν. ὁ δʼ αἰσθόμενος βαρέως μὲν ἔφερεν ὑπὲρ τοῦ μειρακίου καὶ τῆς θυγατρός, ὑβρισμένοιν ἀμφοῖν,1 ἡγεῖτο δʼ ὅμως τῇ πατρίδι συμφέρειν ἐκποδὼν Μασσανάσσην ποιήσασθαι, καὶ ἐπανιόντι ἐς Λιβύην ἐξ Ἰβηρίας ἐπὶ θανάτῳ τοῦ πατρὸς συνέπεμπε προπομποὺς ἱππέας, οἷς εἴρητο ἀφανῶς ἐπιβουλεύειν αὐτῷ καὶ κτείνειν ὅπῃ δύναιντο.
在利比亚的努米底亚人中,各地有许多酋领,但西法克斯凌驾于所有人之上,受到其他人显赫的尊崇。另一方面,在勇悍的马西利部落中,有国王之子马赛尼萨;他在迦太基长大并受过教育,由于他相貌英俊且品行卓越,迦太基地位首屈一指的吉斯戈之子哈斯德鲁巴,便将自己的女儿许配给了他——尽管马赛尼萨是努米底亚人,而他自己是迦太基人。订婚之后,哈斯德鲁巴作为将军,便带着这位青年一同前往伊比利亚。然而,西法克斯因对那少女的倾慕之情而备受煎熬,遂开始劫掠迦太基人的土地;当西庇阿从伊比利亚渡海前去见他时,西法克斯与他相约,在进攻迦太基人时将作为同盟并肩作战。迦太基人得知此事后,认为在对罗马人的战争中争取西法克斯至关重要,便趁哈斯德鲁巴与马赛尼萨身在伊比利亚且对此毫不知情之际,将那少女嫁给了他。马赛尼萨闻讯悲痛欲绝,他也在伊比利亚同西庇阿达成了盟约,并自以为瞒过了哈斯德鲁巴。哈斯德鲁巴察觉了此事,虽然因这位青年和自己的女儿双双受辱而心感沉重,但他仍认为除掉马赛尼萨对祖国有利;当马赛尼萨因父亲去世而从伊比利亚返回利比亚时,哈斯德鲁巴派遣护卫骑兵随行,却暗中吩咐他们找机会密谋害他,设法予以刺杀。
ὁ δʼ αἰσθόμενος ἐξέφυγέ τε, καὶ τὴν πατρῴαν ἀρχὴν ἐκρατύνετο, ἱππέας ἀθροίζων, οἷς ἡμέρας τε καὶ νυκτὸς ἦν ἔργον ἀκοντίοις πολλοῖς χρωμένους ἐπελαύνειν ἀεὶ καὶ ἀναχωρεῖν καὶ αὖθις ἐπελαύνειν. καὶ ὅλως ἐστὶν αὐτοῖς ἡ μάχη φυγὴ καὶ δίωξις. ἴσασι δὲ καὶ λιμὸν φέρειν οἱ Νομάδες οἵδε, καὶ πόᾳ χρῆσθαι πολλάκις ἀντὶ σίτου· καὶ τὸ πάμπαν ὑδροποτοῦσιν. ὅ τε ἵππος αὐτοῖς κριθῆς μὲν οὐδʼ ὅλως γεύεται, ποηφαγῶν ἀεί, πίνει δὲ διὰ πολλοῦ. τοιούτους ὁ Μασσανάσσης ἐς δισμυρίους συναγαγὼν ἐξῆγεν ἐπὶ θήρας ἢ λεηλασίας ἑτέρων ἐθνῶν· ἅπερ ᾤετο καὶ ἔργα καὶ γυμνάσια εἶναι. Καρχηδόνιοι δὲ καὶ Σύφαξ νομίζοντες ἐπὶ σφᾶς εἶναι τὴν παρασκευὴν τοῦ μειρακίου (οὐ γὰρ ἠγνόουν ἃ ἐλελυπήκεσαν αὐτόν), ἔκριναν προτέρῳ τῷδε πολεμεῖν ἔστε καθέλωσι, καὶ τότε Ῥωμαίοις ἀπαντᾶν.
马赛尼萨察觉了这一阴谋,逃脱后巩固了父亲遗留下来的领地,并集结了骑兵。这些骑兵的任务便是日夜操持大量标枪,不断冲锋、撤退并再度冲锋。概括而言,他们的战斗无非就是撤退与追击。这些努米底亚人还懂得耐受饥饿,常常以野草代粮,且只饮清水。他们的马匹也全然不知大麦的滋味,始终以草为食,并且相隔良久才饮一次水。马赛尼萨聚集了约两万名这样的战士,率领他们出猎或掠夺其他部族;他认为这些行动既是实际战事也是军事操练。迦太基人与西法克斯认为这名青年的整军备战是针对他们的(因为他们深知自己曾如何伤害过他),遂决定先向他开战直至将其消灭,然后再去迎战罗马人。
Σύφαξ μὲν οὖν καὶ Καρχηδόνιοι πλείους ἦσαν παρὰ πολύ, μετὰ δὲ ἁμαξῶν καὶ παρασκευῆς βαρείας καὶ τρυφῆς ἐστρατεύοντο· Μασσανάσσης δὲ πόνων τε πᾶσιν ἐξῆρχε, καὶ ἱππικὸν μόνον εἶχε καὶ ὑποζύγιον οὐδέν, οὐδὲ ἀγοράν. ὅθεν ῥᾳδίως ὑπέφευγέ τε καὶ ἐπεχείρει καὶ ἐς τὰ ὀχυρὰ ἀνεπήδα. πολλάκις τε καὶ καταλαμβανόμενος διεσκίδνη τὸ στράτευμα, ὅπῃ δυνηθεῖεν ἀποφεύγειν κατὰ μέρη. καὶ σὺν ὀλίγοις αὐτὸς ὑπεκρύπτετό ποι, μέχρι συνέλθοιεν αὐτῷ νυκτὸς ἢ μεθʼ ἡμέραν ἐς τὸ συγκείμενον. τρίτος2 δέ ποτε ἐν σπηλαίῳ κρυπτόμενος ἔλαθε, τῶν πολεμίων περὶ τὸ σπήλαιον στρατοπεδευόντων. οὐδʼ ἔστιν ὅτε ἐστάθμευεν ἐν στρατοπέδῳ, ἀλλὰ καὶ μάλιστʼ ἐστρατήγει λανθάνειν3 ὅποι ποτε εἴη. ὅθεν οὐκ εἶχον αὐτῷ συνεχῶς προεπιχειρεῖν οἱ πολέμιοι, ἀλλʼ ἠμύνοντο ἐπιόντα. ἀγορὰ δʼ ἦν αὐτῷ καθʼ ἑκάστην ἡμέραν, ὅ τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳ τε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν.4 ὅθεν αὐτῷ πολλοὶ τῶν Νομάδων ἐπεφοίτων, μισθοὺς μὲν οὐ διδόντι τεταγμένους, τὰς δʼ ὠφελείας πολὺ πλείονας ἔχοντες.
西法克斯与迦太基人的兵力远为占优,出征时携带着大车、沉重的辎重与奢华之物;而马赛尼萨则在各项艰辛中率先垂范,只带领骑兵,既无驮畜,亦无粮秣车队。因此,他能轻易脱险并主动出击,迅速退回险要之处。屡次在陷入包围时,他便解散军队,让他们各自设法分头逃逸;而他自己则率少数几名随从潜伏于某处,直至夜间或白天在约定地点与部下重聚。有一次,他作为三人之一藏身于洞穴中,尽管敌军围绕该洞穴扎营,却始终未被发觉。他也从不在固定的营盘中宿营,而是将隐匿自己的行踪作为最核心的战略。因此,敌人无法持续抢先向他发动进攻,只能在他来袭时被动防守。他每日的粮秣,全凭黄昏时分所遭遇的任何据点、村庄或城镇;他抢劫一切,洗劫财物,分发给身边的人。因此,许多努米底亚人纷纷投奔于他,因为虽然他并不发给固定的军饷,但他们所获得的战利品却要丰厚得多。
- 210ὑβρισμένοιν ἀμφοῖν
完成体被动分词的双数属格,构成属格独立结构,回指前文的 τοῦ μειρακίου καὶ τῆς θυγατρός。虽然语法上亦可视为直接修饰该属格短语的同格成分,但此处作为独立属格以交代二人皆蒙受奇耻大辱的背景与缘由更为自然。
- 212τρίτος
序数词与主语连用,表示伴随人数的古典惯用结构,意为“自己与另外两人在一起”或“作为三人之一”。
- 212ἐστρατήγει λανθάνειν
动词 στρατηγέω 带不定式 λανθάνειν,意为“将……作为统帅之策/战略要务”,是由常规的不及物动词(任统帅)派生出的带不定式宾语用法。
- 212ὅ τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳ τε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν
三个与格分词(λῃζομένῳ、διαρπάζοντι、μεριζομένῳ)与主句中的与格代词 αὐτῷ 一致。带有迭代希求式的关系从句 ὅ τι... καταλάβοι 表示过去反复发生的动作,构成所劫掠的目标,并充实了表语名词 ἀγορά(补给)的具体内容。
