← 阿庇安

布匿战争

§20133-20134

西庇阿的善后举措与罗马民众的狂欢

迦太基陷落后,西庇阿整肃战利品、犒赏三军并归还西西里神庙供物,同时焚毁剩余军备献祭;罗马城内获悉捷报的民众狂喜难抑,彻夜相聚回顾战事艰险并庆祝解脱与胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20133

καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει· Σκιπίων δʼ, ἐπεὶ κατέσκαπτο Καρχηδών, ἐπὶ μέν τινα ἡμερῶν ἀριθμὸν ἐπέτρεψε τῇ στρατιᾷ διαρπάζειν ὅσα μὴ χρυσὸς ἢ ἄργυρος ἢ ἀναθήματα ἦν, μετὰ δὲ τοῦτʼ ἀριστεῖα πολλὰ διαδοὺς ἅπασι, χωρὶς τῶν ἐς τὸ Ἀπολλώνιον ἁμαρτόντων, ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς Ῥώμην, ἐς δὲ Σικελίαν περιέπεμπεν, ὅσα Καρχηδόνιοι σφῶν ἀναθήματα κοινὰ πολεμοῦντες ἔλαβον, ἐλθόντας ἐπιγιγνώσκειν καὶ κομίζεσθαι·1 ὃ καὶ μάλιστα αὐτὸν ἐδημαγώγησεν ὡς μετὰ τοῦ δυνατοῦ φιλάνθρωπον. ἀποδόμενος δὲ τὴν λείαν τὴν περισσήν, ὅπλα καὶ μηχανήματα καὶ ναῦς ἀχρήστους Ἄρει καὶ Ἀθηνᾷ διαζωσάμενος2 αὐτὸς ἔκαιε κατὰ τὰ πάτρια.

这些事是波利比乌斯亲耳听到后记述下来的。在迦太基被夷平之后,西庇阿允许军队在若干天内劫掠除金、银和供奉品以外的一切物品。此后,他向所有人颁发了诸多英勇奖赏,仅排除了那些冒犯阿波罗神庙的人;他用战利品装饰了一艘最快的军舰,作为胜利的信使派往罗马,并派人走遍西西里各地,传令让西西里人前来辨认并取回迦太基人在战争中掠走的属于他们的全部公共供奉品;这一善举最使他赢得民心,因他在拥有强权的同时展现了仁德。在变卖了其余剩余战利品后,他依照祖制束紧袍服,亲自将多余无用的武器、器械和船只焚毁,献给阿瑞斯与雅典娜。

§20134

οἱ δʼ ἐν ἄστει ὡσαύτως τὴν ναῦν ἰδόντες καὶ τῆς νίκης περὶ δείλην ἑσπέραν πυθόμενοι ἐς τὰς ὁδοὺς ἐξεπήδων καὶ διενυκτέρευον μετʼ ἀλλήλων, ἡδόμενοι καὶ συμπλεκόμενοι ὡς ἄρτι μὲν ἐλεύθεροι φόβων γεγονότες, ἄρτι δʼ ἄρχοντες ἑτέρων ἀσφαλῶς, ἄρτι δὲ βέβαιον τὴν πόλιν ἔχοντες, καὶ νενικηκότες οἵαν οὔτινα πρότερον ἄλλην νίκην. πολλὰ μὲν γὰρ αὑτοῖς συνῄδεσαν ἔργα λαμπρά, πολλὰ δὲ τοῖς πατράσιν ἔς τε Μακεδόνας καὶ Ἴβηρας καὶ ἐς Ἀντίοχον τὸν μέγαν ἔναγχος καὶ περὶ αὐτὴν Ἰταλίαν· πόλεμον δʼ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον. ἀνέφερον δὲ καὶ ὧν ἔπαθον3 ὑπὸ Καρχηδονίων ἔν τε Σικελίᾳ καὶ Ἰβηρίᾳ καὶ περὶ αὐτὴν Ἰταλίαν ἑκκαίδεκα ἔτεσιν, Ἀννίβου τετρακόσια ἐμπρήσαντος ἄστη καὶ μυριάδας ἀνδρῶν τριάκοντα ἐν μόναις μάχαις ἀνελόντος, ἐπί τε τὴν Ῥώμην πολλάκις ἐλάσαντος καὶ ἐς ἔσχατον κινδύνου συναγαγόντος. ὧν ἐνθυμούμενοι μάλιστα ἐξίσταντο περὶ τῆς νίκης ἐς ἀπιστίαν αὐτῆς, καὶ αὖθις ἀνεπυνθάνοντο ἀλλήλων εἰ τῷ ὄντι Καρχηδὼν κατέσκαπται· ἐλεσχήνευόν τε διʼ ὅλης νυκτὸς ὅπως μὲν αὐτῶν τὰ ὅπλα περιῃρέθη καὶ ὅπως αὐτίκα παρὰ δόξαν ἐτεκτήναντο ἕτερα, ὅπως δὲ τὰς ναῦς ἀφῃρέθησαν καὶ στόλον ἐπήξαντο πάλιν ἐξ ὕλης παλαιᾶς, τό τε στόμα τοῦ λιμένος ὡς ἀπεκλείσθη, καὶ στόμα ὡς ὠρύξαντο ἕτερον ὀλίγαις ἡμέραις. καὶ τὸ τῶν τειχῶν ὕψος αὐτοῖς διὰ στόματος ἦν, καὶ τὰ τῶν λίθων μεγέθη, καὶ τὸ πῦρ ὃ πολλάκις ταῖς μηχαναῖς ἐπήνεγκαν. ὅλως τε τὸν πόλεμον ὡς ὁρῶντες ἄρτι γιγνόμενον ἀλλήλοις διετύπουν, καὶ ἐς τὰς φαντασίας τῶν λεγομένων τῷ σχήματι τοῦ σώματος συνεφέροντο. καὶ τὸν Σκιπίωνα ὁρᾶν ἐδόκουν ἐπὶ κλιμάκων, ἐπὶ νεῶν, ἐν πύλαις, ἐν μάχαις, πανταχοῦ διαθέοντα. οὕτω μὲν οἱ Ῥωμαῖοι διενυκτέρευσαν,

城中的居民同样在傍晚时分看到了信船并获悉胜利的消息,他们纷纷涌上街头,彼此相聚通宵达旦;他们欢呼雀跃、相互拥抱,仿佛直到此时才真正摆脱了恐惧,直到此时才得以稳固地统治他邦,直到此时才拥有了安宁的城邦,并赢得了一场前所未有的伟大胜利。因为他们自知,不仅他们自己、他们的父辈也曾在对阵马其顿人、伊比利亚人、以及不久前对阵大安条克的征战中和意大利本土立下过赫赫战功;然而,他们不知道还有别的哪场战争如此逼近家门而令自己胆寒,并因敌人的勇敢、骄傲、果敢以及背信弃义而在他们中间变得危险。他们还回想起十六年间在西西里、伊比利亚以及意大利本土遭受迦太基人蹂躏的苦难:汉尼拔焚毁了四百座城镇,仅在战场上就消灭了三十万将士,数度兵临罗马城下,将罗马逼入绝境。一想到这些,他们对眼前的胜利震惊得难以置信,反复向彼此查问迦太基是否真的已被夷为平地。整整一夜,他们都在谈论迦太基人的武器是如何被收缴却又出人意料地立刻制成新武器,战舰是如何被没收却又用旧木材重新建造了舰队,港口入口是如何被封锁却又在数日之内挖出了另一座出口。城墙的高耸、巨石的尺寸、以及他们屡次向攻城器械投掷烈火的往事,成了众人嘴边不断挂着的话题。总之,他们向彼此描绘这场战争,宛如亲眼目睹其正在眼前发生,并且伴随言语中的生动景象做出相应的肢体动作。他们仿佛看见西庇阿奔走在各处——在云梯上、在战舰上、在城门前、在厮杀中。罗马人就是这样度过了一整夜,

语法注3 条
  1. 20133ἐλθόντας ἐπιγιγνώσκειν καὶ κομίζεσθαι

    宾格复数分词 ἐλθόντας 充当不定式 ἐπιγιγνώσκειν 与 κομίζεσθαι 的逻辑主语,指代由动词 περιέπεμπεν(派人通告各处)的传令含义所引出的受令者(即西西里人)。

  2. 20133διαζωσάμενος

    不定过去时中间态分词,表示西庇阿亲自整理系紧衣袍。此指罗马指挥官在履行奉纳燔祭等古老宗教礼仪时,按照传统习俗束系托加袍的特有仪式装束(cinctus Gabinus)。

  3. 20134ἀνέφερον δὲ καὶ ὧν ἔπαθον

    关系代词的格吸引(attractio relativi)结构。此处本应为 [τούτων] ἃ ἔπαθον(宾格 ἃ 作 ἔπαθον 的宾语),关系代词受到隐去的属格先行词影响,同化为属格 ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:20133-20134