← 阿庇安

布匿战争

§20135-20136

迦太基的彻底毁灭与后来的重建

记述了元老院十人使团与西庇阿治理利比亚、诅咒并彻底铲除迦太基城,随后举行盛大凯旋式,以及后来历经格拉古与恺撒的尝试、最终由奥古斯都完成迦太基重建的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20135

ἅμα δʼ ἡμέρᾳ θυσίαι τε καὶ πομπαὶ τοῖς θεοῖς ἐγίγνοντο κατὰ φυλήν, καὶ ἀγῶνες ἐπὶ τούτοις καὶ θέαι ποικίλαι. δέκα δὲ σφῶν αὐτῶν ἡ βουλὴ τοὺς ἀρίστους ἔπεμπε διαθησομένους Λιβύην μετὰ Σκιπίωνος ἐς τὸ Ῥωμαίων συμφέρον· οἳ Καρχηδόνος μὲν εἴ τι περίλοιπον ἔτι ἦν, ἔκριναν κατασκάψαι Σκιπίωνα, καὶ οἰκεῖν αὐτὴν ἀπεῖπον ἅπασι, καὶ ἐπηράσαντο, μάλιστα περὶ τῆς Βύρσης, εἴ τις οἰκήσειεν αὐτὴν ἢ τὰ καλούμενα Μέγαρα·1 ἐπιβαίνειν δʼ οὐκ ἀπεῖπον. ὅσαι δὲ πόλεις συνεμεμαχήκεσαν τοῖς πολεμίοις ἐπιμόνως, ἔδοξε καθελεῖν ἁπάσας· καὶ ὅσαι Ῥωμαίοις ἐβεβοηθήκεσαν, χώραν ἔδωκαν ἑκάστῃ τῆς δορικτήτου, καὶ πρῶτον μάλιστα Ἰτυκαίοις τὴν μέχρι Καρχηδόνος αὐτῆς καὶ Ἱππῶνος ἐπὶ θάτερα. τοῖς δὲ λοιποῖς φόρον ὥρισαν ἐπὶ τῇ γῇ καὶ ἐπὶ τοῖς σώμασιν, ἀνδρὶ καὶ γυναικὶ ὁμοίως. καὶ στρατηγὸν ἐτήσιον αὐτοῖς ἐκ Ῥώμης ἐπιπέμπειν ἔκριναν. οἱ μὲν δὴ ταῦτα προστάξαντες ἀπέπλεον ἐς Ῥώμην, ὁ δὲ Σκιπίων ἐποίει τὰ δόξαντα, καὶ θυσίας ἐτέλει καὶ ἀγῶνας ἐπὶ τῇ νίκῃ. ὡς δὲ αὐτῷ πάντα ἐξετετέλεστο, διαπλεύσας ἐπιφανέστατα δὴ πάντων διεθριάμβευε πολύχρυσον θρίαμβον, ἀγαλμάτων τε γέμοντα καὶ ἀναθημάτων, ὅσα Καρχηδόνιοι χρόνῳ πολλῷ καὶ συνεχέσι νίκαις ἐκ πάσης γῆς συνενηνόχεσαν ἐς Λιβύην. τότε δʼ ἦν ὅτε καὶ κατὰ Μακεδόνων, ἁλόντος Ἀνδρίσκου τοῦ ψευδοφιλίππου, τρίτος ἤγετο θρίαμβος, καὶ κατὰ τῆς Ἑλλάδος πρῶτος ὑπὸ Μομμίου. καὶ ἦν ταῦτα ἀμφὶ τὰς ἑξήκοντα καὶ ἑκατὸν ὀλυμπιάδας.

天亮之时,各部落相继向诸神举行祭祀与游行,随后举行了竞技比赛和各种各样的盛大观瞻。 元老院从元老中选派了十名最杰出之士,让他们与西庇阿一道,为了罗马人的利益来治理利比亚。这些人决议,凡迦太基尚存的残垣断壁,西庇阿皆应彻底铲除,并严禁任何人在那里居住;倘若有人胆敢在彼处、或在所谓的梅加拉定居,他们便降下诅咒,特别是针对比尔萨高地;但他们并未禁止涉足其地。对于一切顽固追随敌人作战的城邦,决议予以全部拆毁;而对于曾协助罗马人的城邦,则从枪矛所获的征服地中各赐予其土地,其中首推尤蒂卡人,获赐直至迦太基本身、以及另一方向直至希波的土地。对于其余之人,则按土地及其人头征收赋税,不论男女皆同。他们还决议自罗马每年向他们委派一名长官。钦差们在下达这些指令后便启航返回罗马,西庇阿则切实执行了各项决议,并为庆祝胜利举行了献祭与赛会。当这一切事务皆圆满办竣之后,他渡海回国,举行了举世最为辉煌的凯旋式,凯旋队伍中尽是黄金,堆满了迦太基人在长久岁月和屡次胜利中自天下各地聚集至利比亚的神像与奉献品。彼时,伪腓力安德里斯库斯被擒,罗马对马其顿举行了第三次凯旋式,穆米乌斯也举行了对希腊的首次凯旋式。这些事件大约发生在第一百六十届奥林匹亚德。

§20136

χρόνῳ δʼ ὕστερον, Γαΐου Γράκχου δημαρχοῦντος ἐν Ῥώμῃ καὶ στάσεων οὐσῶν ἐξ ἀπορίας, ἔδοξε κληρούχους ἐς Λιβύην πέμπειν ἑξακισχιλίους, διαγραφομένων δʼ ἀμφὶ τὴν Καρχηδόνα τῶν θεμελίων λύκοι τὰ θεμέλια ἀθρόα διέσπασαν καὶ συνέχεαν. καὶ τότε μὲν ἀνέσχεν ἡ βουλὴ τοῦ συνοικισμοῦ· χρόνῳ δὲ αὖθις, ὁπότε Γάιος Καῖσαρ ὁ καὶ δικτάτωρ ὕστερον αὐτοῖς διηνεκὴς γενόμενος Πομπήιον ἐς Αἴγυπτον ἐδίωκε καὶ τοὺς Πομπηίου φίλους ἐς Λιβύην ἀπʼ Αἰγύπτου, λέγεται, τῇ Καρχηδόνι παραστρατοπεδεύων, ὑπʼ ἐνυπνίου στρατὸν πολὺν ἰδὼν κλαίοντα ἐνοχληθῆναι, καὶ αὐτίκα ἑαυτῷ ἐς μνήμην ὑπογράψασθαι Καρχηδόνα συνοικίζειν. καὶ μετʼ οὐ πολὺ τῶν ἀπόρων αὐτὸν ἐς Ῥώμην ἐπανελθόντα περὶ γῆς παρακαλούντων, συνέτασσεν ὡς πέμψων τοὺς μὲν ἐς τὴν Καρχηδόνα τοὺς δʼ ἐς Κόρινθον. ἀλλʼ ὅδε μὲν θᾶσσον2 ἀνῃρέθη πρὸς τῶν ἐχθρῶν ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ, ὁ δʼ ἐκείνου παῖς Ἰούλιος Καῖσαρ, ὁ Σεβαστὸς ἐπίκλησιν, ἐντυχὼν ἄρα ταῖς ὑπογραφαῖς τοῦ πατρὸς συνῴκισε τὴν νῦν Καρχηδόνα, ἀγχοτάτω μάλιστα ἐκείνης, φυλαξάμενος τῆς πάλαι τὸ ἐπάρατον.3 οἰκήτοράς τε Ῥωμαίους μὲν αὐτὸν τρισχιλίους μάλιστα πυνθάνομαι, τοὺς δὲ λοιποὺς ἐκ τῶν περιοίκων συναγαγεῖν. ὧδε μὲν Λιβύης τῆς ὑπὸ Καρχηδονίοις Ῥωμαῖοι κατέσχον, καὶ Καρχηδόνα κατέσκαψάν τε καὶ συνῴκισαν αὖθις μετὰ ἔτη τῆς κατασκαφῆς ἑκατὸν καὶ δύο.

此后很久,当盖约·格拉古在罗马担任保民官且因贫困而发生内乱之际,决议向利比亚派出六千名殖民者;但在迦太基周围划定地基界线时,成群的狼扯碎并扰乱了标记基线。当时元老院遂终止了重建殖民之举。然而其后,当盖约·恺撒——即后来成为他们终身独裁官之人——追击庞培至埃及,复又从埃及追击庞培党羽至利比亚时,据说他在迦太基旁扎营宿夜,因梦见大批军士哭泣而深受触动,遂立刻在备忘录上记下一笔,拟重建迦太基。未久,当贫民在他返回罗马后向他恳求分地时,他着手编组名册,意欲将一部份人遣送至迦太基,另一部份遣送至科林斯。然而他过早地在罗马元老院议事堂中惨遭宿敌戕害;而他的养子尤利乌斯·恺撒,即尊称为奥古斯都者,偶见其父之手记,遂在极靠近旧城处建立了如今的迦太基,避开了古老城邦那受诅咒的土地。据我所知,他迁入了约三千名罗马殖民者,其余则自周边居民中召集而来。罗马人就是这样占领了原属迦太基人统治的利比亚,将迦太基夷为平地,并在其毁灭一百零二年后重新使其聚居立邦。

语法注3 条
  1. 20135ἐπηράσαντο, μάλιστα περὶ τῆς Βύρσης, εἴ τις οἰκήσειεν αὐτὴν ἢ τὰ καλούμενα Μέγαρα

    条件从句 εἴ τις οἰκήσειεν(“倘若有人定居”)由主句过去时动词 ἐπηράσαντο(“发下诅咒”)所统领,在间接引语中使用祈愿语气,重现了最初诅咒誓言(如“若有人居住则受诅咒”)在历史时态下的从属性转换。

  2. 20136θᾶσσον

    比较级副词 θᾶσσον 在此并不作单纯的“更快”解,而是表达绝对比较级意义,意为“过早地”或“在来不及施行之前”,指恺撒在计划付诸实施之前即遭刺杀。

  3. 20136φυλαξάμενος τῆς πάλαι τὸ ἐπάρατον

    中动分词 φυλαξάμενος(“警惕”、“避开”)支配宾格名词化形容词 τὸ ἐπάρατον(“受诅咒之物/诅咒区域”),而 τῆς πάλαι 则是省略了中心词的名词化属格(即 τῆς πάλαι [Καρχηδόνος],“古迦太基的”),修饰该宾语,意为“避开古城受诅咒之区”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:20135-20136