- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:19130-19132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在五万迦太基军民投降之际,哈斯德鲁巴抛弃守卫神殿的逃兵和家眷向西庇阿投降,其妻痛斥丈夫后携子投火自尽。西庇阿目睹迦太基的彻底毁灭而潸然泪下,援引荷马史诗的名句感叹帝国的兴衰无常,并为祖国罗马的命运深感忧虑。
καὶ ταῦτα πονουμένων1 ἐδαπανήθησαν ἓξ ἡμέραι τε καὶ νύκτες, τῆς μὲν στρατιᾶς ἐναλλασσομένης, ἵνα μὴ κάμοιεν ὑπʼ ἀγρυπνίας καὶ κόπου καὶ φόνου καὶ ὄψεως ἀηδοῦς, Σκιπίωνος δʼ ἀπαύστως ἐφεστῶτος ἢ διαθέοντος ἀύπνου, καὶ σῖτον οὕτως ἐπὶ τῶν ἔργων αἱρουμένου, μέχρι κάμνων καὶ παρειμένος ἐκαθέζετο ἐφʼ ὑψηλοῦ, τὰ γιγνόμενα ἐφορῶν. πολλῶν δʼ ἔτι πορθουμένων, καὶ τοῦ κακοῦ μακροτάτου δοκοῦντος ἔσεσθαι, προσέφυγον ἐβδόμης ἡμέρας2 αὐτῷ τινες ἐστεμμένοι στέμματα Ἀσκληπίεια· τόδε γὰρ ἦν τὸ ἱερὸν ἐν ἀκροπόλει μάλιστα τῶν ἄλλων ἐπιφανὲς καὶ πλούσιον, ὅθεν οἵδε τὰς ἱκετηρίας λαβόντες ἐδέοντο τοῦ Σκιπίωνος περὶ μόνης συνθέσθαι σωτηρίας τοῖς ἐθέλουσιν ἐπὶ τῷδε τῆς Βύρσης ἐξιέναι, ὁ δὲ ἐδίδου, χωρὶς αὐτομόλων. καὶ ἐξῄεσαν αὐτίκα μυριάδες πέντε ἀνδρῶν ἅμα καὶ γυναικῶν, ἀνοιχθέντος αὐτοῖς στενοῦ διατειχίσματος. καὶ οὗτοι μὲν ἐφυλάσσοντο, ὅσοι δʼ αὐτόμολοι Ῥωμαίων ἦσαν, ἀμφὶ τοὺς ἐνακοσίους μάλιστα, ἀπογνόντες αὑτῶν ἐς τὸ Ἀσκληπιεῖον ἀνέδραμον μετʼ Ἀσδρούβα καὶ τῆς γυναικὸς τῆς Ἀσδρούβα καὶ δύο παίδων ἀρρένων. ὅθεν εὐμαρῶς ἀεὶ ἐμάχοντο, καίπερ ὄντες ὀλίγοι, διὰ τὸ ὕψος τοῦ τεμένους καὶ τὸ ἀπόκρημνον, ἐς ὃ καὶ παρὰ τὴν εἰρήνην διὰ βαθρῶν ἑξήκοντα ἀνέβαινον. ὡς δὲ ὅ τε λιμὸς αὐτοὺς καθῄρει καὶ ἡ ἀγρυπνία καὶ ὁ φόβος καὶ ὁ πόνος, τοῦ κακοῦ προσπελάζοντος, τὸ μὲν τέμενος ἐξέλιπον, ἐς δὲ τὸν νεὼν αὐτοῦ καὶ τὸ τέγος ἀνέτρεχον.
在这样的艰苦鏖战中耗费了六天六夜。军队轮番休整,以免因不眠、劳累、杀戮和惨状而垮掉;然而西庇阿却不眠不休、马不停蹄地亲临前线,甚至就在工地上就餐,直到精疲力竭,才坐在一处高地上俯瞰着发生的一切。当时仍有许多区域在遭受破坏,惨祸似乎还将旷日持久,到了第七天,有人头戴阿斯克勒庇俄斯的冠冕前来向他求告;因为这座神殿是卫城中最为著名且最为富饶的一座,他们从那里取来祈求者的橄榄枝,请求西庇阿与那些希望按此条件走出比尔萨的人订立协议,仅保障其人身安全。西庇阿除了逃兵之外一概应允。于是,窄道隔墙一经打开,男女共计五万人立即走了出来。这些人受到看守,但罗马军队的逃兵约有九百人,他们自知绝无生路,便与哈斯德鲁巴及其妻子和两个儿子一同奔上了阿斯克勒庇俄斯神殿。他们依托该圣所高耸而陡峭的地势,尽管人数甚少,却始终能轻松抵抗;即便在和平时期,人们也必须踏过六十级阶梯才能登上去。然而,由于危难步步逼近,饥饿、不眠、恐惧和劳碌瓦解了他们的力量,他们便放弃了圣所庭院,奔入正殿内部并登上了屋顶。
κἀν τούτῳ λαθὼν ὁ Ἀσδρούβας ἔφυγε πρὸς τὸν Σκιπίωνα μετὰ θαλλῶν· καὶ αὐτὸν ὁ Σκιπίων ἐκάθισε πρὸ ποδῶν ἑαυτοῦ, καὶ τοῖς αὐτομόλοις ἐπεδείκνυεν. οἱ δʼ ὡς εἶδον, ᾔτησαν ἡσυχίαν σφίσι γενέσθαι, καὶ γενομένης Ἀσδρούβᾳ μὲν ἐλοιδορήσαντο πολλὰ καὶ ποικίλα, τὸν δὲ νεὼν ἐνέπρησάν τε καὶ κατεκαύθησαν. τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἁπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος· σοὶ μὲν οὐ νέμεσις ἐκ θεῶν, ὦ Ῥωμαῖε· ἐπὶ γὰρ πολεμίαν ἐστράτευσας· Ἀσδρούβαν δὲ τόνδε πατρίδος τε καὶ ἱερῶν καὶ ἐμοῦ καὶ τέκνων προδότην γενόμενον οἵ τε Καρχηδόνος δαίμονες ἀμύναιντο, καὶ σὺ μετὰ τῶν δαιμόνων. εἶτʼ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν· ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει· σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών; τίνα δʼ οὐ δώσεις δίκην τῷδε ᾧ παρακαθέζῃ; τοσαῦτʼ ὀνειδίσασα κατέσφαξε τοὺς παῖδας, καὶ ἐς τὸ πῦρ αὐτούς τε καὶ ἑαυτὴν ἐπέρριψεν.
在此期间,哈斯德鲁巴悄悄溜走,手持橄榄枝逃到了西庇阿面前;西庇阿让他坐在自己脚前,并将其展示给那些逃兵看。逃兵们一见此景,便请求为他们保持肃静;安静下来后,他们对哈斯德鲁巴施以各种恶毒的辱骂,随即点燃了正殿,自焚而亡。据说,哈斯德鲁巴的妻子在烈火燃起时出现在正对着西庇阿的视线中,她在劫难之中尽可能盛装打扮,将孩子们唤到身边,在西庇阿听得见的地方高声说道: “罗马人啊,神明决不会降怒于你;因为你是向敌国兴兵作战。然而对于背叛了祖国、神庙、我以及骨肉的哈斯德鲁巴,愿迦太基的守护神惩罚他,愿你亦协同神明惩处他!” 接着她转向哈斯德鲁巴说道: “你这污秽、背信、世间最软弱无耻之徒!这熊熊烈火将埋葬我和我的孩子们;而你,堂堂大迦太基的统帅,将去装点怎样的凯旋式?你坐在其脚旁的这个人,又岂会免除对你的惩罚?” 如此痛骂之后,她刎颈杀死了孩子们,并将他们和自己一同投入烈火之中。
ὧδε μέν φασι τὴν Ἀσδρούβα γυναῖκα, ὡς αὐτὸν ἐχρῆν Ἀσδρούβαν, εἰποῦσαν ἀποθανεῖν· ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ἑπτακοσίοις ἔτεσιν ἀνθήσασαν ἀπὸ τοῦ συνοικισμοῦ, καὶ γῆς τοσῆσδε καὶ νήσων καὶ θαλάσσης ἐπάρξασαν, ὅπλων τε καὶ νεῶν καὶ ἐλεφάντων καὶ χρημάτων εὐπορήσασαν ἴσα ταῖς ἀρχαῖς ταῖς μεγίσταις, τόλμῃ δὲ καὶ προθυμίᾳ πολὺ διασχοῦσαν, ἥ γε καὶ ναῦς καὶ ὅπλα πάντα περιῃρημένη τρισὶν ὅμως ἔτεσιν ἀντέσχε πολέμῳ τοσῷδε καὶ λιμῷ, τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι3 καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων, ἐπὶ πολὺ δʼ ἔννους ἐφʼ ἑαυτοῦ γενόμενός τε, καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα,4 καὶ τοῦτʼ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπʼ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη, καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκὼν εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους, "ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο." Πολυβίου δʼ αὐτοῦ ἐρομένου σὺν παρρησίᾳ (καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος) ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα, ἐς τἀνθρώπεια ἀφορῶν, ἐδεδίει.
据说,哈斯德鲁巴的妻子便是这样死去的,她说了本应由哈斯德鲁巴自己说出的话。西庇阿目睹这座自建城起繁盛了七百年的名城,它曾统治过如此辽阔的土地、岛屿和海洋,在军备、战舰、战象和财富方面堪比最强盛的帝国,在勇气和决意上更远胜于它们——甚至在被剥夺了全部战舰和武器之后,依然在如此惨烈的战争与饥荒中支撑了三年——如今却彻底走向覆灭,沦入最终的浩劫。据说他潸然泪下,公开为敌人哭泣。他长久地陷入沉思,深刻认识到城邦、民族和一切帝国如同世人一般,其命运注定要发生变转,曾经繁华一时的伊利昂遭遇过此种厄运,亚述、米底以及继他们之后的波斯这一最为庞大的帝国遭遇过此种厄运,不久前光芒耀眼的马其顿帝国亦然。不知是有意为之还是脱口而出,他吟诵出了这句诗: “终有一日,神圣的伊利昂、普里阿摩斯以及善使梣木枪的普里阿摩斯的人民必将覆灭。” 当西庇阿的老师波利比乌斯毫无忌讳地向他询问这番话是何意时,据说他毫不掩饰地明确说出了自己祖国的名字;正是在审视人世沧桑时,他为自己的祖国感到了深深的忧惧。
- 19130καὶ ταῦτα πονουμένων
属格独立结构。分词 πονουμένων 的逻辑主语未予明示,指代投入战斗与清理工程的全体罗马士兵。ταῦτα 为分词的内宾格或宾格宾语(“当人们在此类辛劳中鏖战时”)。
- 19130ἐβδόμης ἡμέρας
表时间的属格:“在第七天”。在古典希腊语中,表示某一时间段内的时间点除了与格之外,亦常使用属格。
- 19132ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ... λέγεται μὲν δακρῦσαι
包含长距离倒错(hyperbaton)的长难句。主句的核心骨架为 ὁ δὲ Σκιπίων ... λέγεται μὲν δακρῦσαι(“据说西庇阿潸然泪下”)。主语 ὁ Σκιπίων 与主谓语 λέγεται 之间插入了修饰宾语 πόλιν 的长篇分词短语与关系从句(叙述其七百年繁荣、疆土、财富及长达三年的抵抗)。
- 19132δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα
由非人称动词 δεῖ 引导的带宾格的不定式结构。πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας 为不定式的主语宾格,μεταβαλεῖν 作及物动词(“改变/转易”),δαίμονα 为其直接宾语(“命运”);ὥσπερ ἀνθρώπους 为比较从属成分(“正如世人[改变命运]一般”)。
