← 阿庇安

布匿战争

§19127-19129

攻占科同港与进军比尔萨的惨烈巷战

西庇阿与莱利乌斯攻占迦太基的科同港与广场,在阿波罗神庙遭劫掠后向比尔萨要塞发起总攻。在惨烈的巷战与纵火拆毁房屋的过程中,无数平民与死伤者同瓦砾一起被推入壕沟填路,展现出战火的极度残酷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19127

ἀρχομένου δʼ ἦρος ὁ μὲν Σκιπίων ἐπεχείρει τῇ τε Βύρσῃ καὶ τῶν λιμένων τῷ καλουμένῳ Κώθωνι, ὁ δὲ Ἀσδρούβας νυκτὸς ἐνεπίμπρη τὸ μέρος τοῦ Κώθωνος τὸ τετράγωνον. ἐλπίσας δʼ ἔτι τὸν Σκιπίωνα ἐπιθήσεσθαι, καὶ πρὸς τόδε τῶν Καρχηδονίων ἐπεστραμμένων, ἔλαθε Λαίλιος ἐπὶ θάτερα τοῦ Κώθωνος ἐς τὸ περιφερὲς αὐτοῦ μέρος ἀνελθών.1 βοῆς δʼ ὡς ἐπὶ νίκῃ γενομένης οἱ μὲν ἔδεισαν, οἱ δὲ πανταχόθεν ἤδη καταφρονοῦντες ἐβιάζοντο τὴν ἀνάβασιν, ξύλα καὶ μηχανήματα καὶ σανίδας ἐπὶ τὰ διαστήματα διατιθέντες, ἀσθενῶν τὰ σώματα τῶν φυλάκων ὑπὸ τοῦ λιμοῦ γεγονότων, καὶ ταῖς γνώμαις ἀπαγορευόντων. ληφθέντος δὲ τοῦ περὶ τὸν Κώθωνα τείχους, τὴν ἀγορὰν ἐγγὺς οὖσαν ὁ Σκιπίων κατέλαβεν. οὐδέν τε ὡς ἐν ἑσπέρᾳ πλέον ἔτι δυνάμενος, ἐν τοῖς ὅπλοις διενυκτέρευσε μεθʼ ἁπάντων. ἀρχομένης δὲ τῆς ἡμέρας ἑτέρους ἀκμῆτας ἐκάλει τετρακισχιλίους, οἳ ἐσιόντες ἱερὸν Ἀπόλλωνος, οὗ τό τε ἄγαλμα κατάχρυσον ἦν καὶ δῶμα αὐτῷ χρυσήλατον ἀπὸ χιλίων ταλάντων σταθμοῦ περιέκειτο, ἐσύλων καὶ ταῖς μαχαίραις ἔκοπτον, ἀμελήσαντες τῶν ἐφεστώτων, ἕως ἐμερίσαντο καὶ ἐπὶ τὸ ἔργον ἐτράποντο.

初春时节,西庇阿着手进攻比尔萨要塞以及各港口中被称为科同的部分,而哈斯德鲁巴在夜间纵火焚烧了科同的方形部分。哈斯德鲁巴料想西庇阿仍会向那里发动进攻,且迦太基人都将注意力转向那一侧,莱利乌斯便趁机神不知鬼不觉地登上科同的另一侧,即其圆环形的部分。当传来仿佛宣告胜利的呼喊声时,迦太基人陷入恐惧,而罗马人此时从四面八方蔑视敌人,通过在空隙上架设木料、攻城器械和木板,强行攀爬而上;因为守军由于饥荒身体早已衰竭,斗志亦已丧尽。在夺取环绕科同的城墙后,西庇阿占领了近旁的广场。由于当时已是傍晚,无法再作更多进取,他便与全体士兵全副武装地露宿过夜。黎明破晓时,他又调集了四千名生力军,他们冲入阿波罗神庙——那里的雕像通体贴金,四周还覆有一座重达千塔兰同的锤金神龛——他们不顾军官的制止,肆意抢掠并用短剑砍砸,直到分赃完毕才投身于战斗任务。

§19128

Σκιπίωνι δʼ ἦν μὲν ἐπὶ τὴν Βύρσαν ἡ σπουδή· τὸ γὰρ ὀχυρώτατον τῆς πόλεως ἦν, καὶ οἱ πλέονες ἐς αὐτὴν συνεπεφεύγεσαν. τριῶν δʼ οὐσῶν ἀπὸ τῆς ἀγορᾶς ἀνόδων ἐς αὐτήν, οἰκίαι πυκναὶ καὶ ἑξώροφοι πανταχόθεν ἦσαν, ὅθεν οἱ Ῥωμαῖοι βαλλόμενοι τὰς πρώτας τῶν οἰκιῶν κατέλαβον, καὶ ἀπʼ αὐτῶν ἠμύνοντο τοὺς ἐπὶ τῶν πλησίον. ὅτε δʼ αὐτῶν κρατήσειαν, ξύλα καὶ σανίδας τοῖς διαστήμασι τῶν στενωπῶν ἐπιτιθέντες διέβαινον ὡς ἐπὶ γεφυρῶν. καὶ ὅδε μὲν ὁ πόλεμος ἦν ἐπὶ τῶν τεγῶν ἄνω, ἕτερος δʼ ἐν τοῖς στενωποῖς κατὰ τοὺς ἀπαντῶντας. στόνου δὲ καὶ οἰμωγῆς καὶ βοῆς πάντα καὶ ποικίλων παθῶν ἐνεπίμπλατο, κτεινομένων τε ἐν χερσί, καὶ ζώντων ἔτι ῥιπτουμένων ἄνωθεν ἀπὸ τῶν τεγῶν ἐς τὸ ἔδαφος, καὶ φερομένων ἐνίων ἐπὶ δόρατα ὀρθὰ ἢ αἰχμὰς ἄλλας ἢ ξίφη. ἐνεπίμπρη δʼ οὐδὲν οὐδείς πω διὰ τοὺς ἐπὶ τῶν τεγῶν, ἕως ἐπὶ τὴν Βύρσαν ἧκεν ὁ Σκιπίων· καὶ τότε τοὺς τρεῖς ὁμοῦ στενωποὺς ἐνεπίμπρη, καὶ τὸ ἀεὶ πιμπράμενον ἑτέροις ὁδοποιεῖν ἐκέλευεν, ἵνʼ εὐμαρῶς ὁ στρατὸς ἀλλασσόμενος διαθέοι.

西庇阿的全部心思都聚焦在比尔萨上;因为那是全城最坚固的据点,大多数人都逃往其中避难。从广场通向要塞共有三条上坡路,道路两旁密布着六层高的房屋,罗马人遭到从上面投掷的飞石利箭袭击,便夺取了最前排的房屋,并从屋顶上迎击相邻房屋上的敌人。每当他们攻克一所房屋,就在狭窄街道的上空架设木料与木板,宛如过桥一般跨越过去。屋顶上方展开着这样一场厮杀,而狭窄的街道中则与迎面阻截的敌人展开着另一场肉搏。到处充斥着呻吟、哀嚎、叫喊和诸般惨剧,人们或在肉搏中被斩杀,或在尚未断气时就从屋顶被抛向地面,有的则直接跌落在竖立的矛尖、其他枪刃或短剑上。但由于顾及屋顶上的自己人,此前还没有人纵火,直到西庇阿抵达比尔萨;这时他下令将三条巷道同时点燃,并命令其他人不断清理燃烧的废墟以开辟道路,以便军队能够轮番顺畅地奔袭冲锋。

§19129

ἄλλη δʼ ἦν ἐκ τοῦδε ὄψις ἑτέρων κακῶν, τοῦ μὲν πυρὸς ἐπιφλέγοντος πάντα καὶ καταφέροντος, τῶν δὲ ἀνδρῶν τὰ οἰκοδομήματα οὐ διαιρούντων ἐς ὀλίγον, ἀλλʼ ἀθρόα βιαζομένων ἀνατρέπειν. ὅ τε γὰρ κτύπος ἐκ τοῦδε πολὺ πλείων ἐγίγνετο, καὶ μετὰ τῶν λίθων ἐξέπιπτον ἐς τὸ μέσον ἀθρόοι νεκροί. ζῶντές τε ἕτεροι, πρεσβῦται μάλιστα καὶ παιδία καὶ γύναια, ὅσα τοῖς μυχοῖς τῶν οἰκιῶν ἐκέκρυπτο, οἱ μὲν καὶ τραύματα φέροντες οἱ δʼ ἡμίφλεκτοι, φωνὰς ἀηδεῖς ἀφιέντες.2 ἕτεροι δʼ, ὡς ἀπὸ τοσοῦδε ὕψους μετὰ λίθων καὶ ξύλων καὶ πυρὸς ὠθούμενοι καὶ καταπίπτοντες, ἐς πολλὰ σχήματα κακῶν διεσπῶντο ῥηγνύμενοί τε καὶ κατασπασσόμενοι. καὶ οὐδʼ ἐς τέλος αὐτοῖς ταῦτα ἀπέχρη· λιθολόγοι γὰρ ὅσοι πελέκεσι καὶ ἀξίναις καὶ κοντοῖς τὰ πίπτοντα μετέβαλλόν τε καὶ ὡδοποίουν τοῖς διαθέουσιν, οἱ μὲν τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις, οἱ δὲ ταῖς χηλαῖς τῶν κοντῶν, τούς τε νεκροὺς καὶ τοὺς ἔτι ζῶντας ἐς τὰ τῆς γῆς κοῖλα μετέβαλλον ὡς ξύλα καὶ λίθους ἐπισύροντες ἢ ἀνατρέποντες τῷ σιδήρῳ, ἦν τε ἄνθρωπος ἀναπλήρωμα βόθρου.3 μεταβαλλόμενοι δʼ οἱ μὲν ἐς κεφαλὰς ἐφέροντο, καὶ τὰ σκέλη σφῶν ὑπερίσχοντα τῆς γῆς ἤσπαιρον ἐπὶ πλεῖστον· οἱ δʼ ἐς μὲν τοὺς πόδας ἔπιπτον κάτω, καὶ ταῖς κεφαλαῖς ὑπερεῖχον ὑπὲρ τὸ ἔδαφος, ἵπποι δʼ αὐτοὺς διαθέοντες ἐς τὰς ὄψεις ἢ τὸν ἐγκέφαλον ἐκόλαπτον, οὐχ ἑκόντων τῶν ἐποχουμένων ἀλλʼ ὑπὸ σπουδῆς,4 ἐπεὶ οὐδʼ οἱ λιθολόγοι ταῦτʼ ἔδρων ἑκόντες· ἀλλʼ ὁ τοῦ πολέμου πόνος καὶ ἡ δόξα τῆς νίκης ἐγγὺς καὶ ἡ τοῦ στρατοῦ σπουδή, καὶ κήρυκες ὁμοῦ καὶ σαλπικταὶ πάντα θορυβοῦντες, χιλίαρχοί τε καὶ λοχαγοὶ μετὰ τῶν τάξεων ἐναλλασσόμενοι καὶ διαθέοντες, ἔνθους ἅπαντας ἐποίουν καὶ ἀμελεῖς τῶν ὁρωμένων ὑπὸ σπουδῆς.

由此又展现出另一番种种惨祸的景象:大火吞噬并摧毁了一切,而士兵们并不是将房屋一点点拆除,而是合力将其整个推倒。因此轰鸣倒塌之声更为巨大,无数死尸伴随着乱石一齐跌落在街道中央。其他活着的人,尤其是藏身于房屋深处的老人、幼童和妇女,有的带着伤,有的被烧得半焦,发出令人毛骨悚然的惨叫。还有的人从如此高处随着乱石、木料与烈火被推下摔落,在崩塌砸击之中肢体撕裂、粉身碎骨,化为万般惨状。然而这对他们来说还不是苦难的终结;因为那些用斧、镐和长矛清理坍塌物以备冲锋队伍通行的清道士兵,有的用斧镐,有的用长矛的叉头,如同用铁器拖拉或翻转木石一般,把死者与尚且活着的人一并翻倒推入地面的洼陷之中,人竟成了填平沟壑的填充物。被翻弄推挤的人,有的头部朝下栽入,伸出地面的双腿长时间痛苦地抽搐挣扎;有的则双脚向下陷落,头颅露出地面之上,疾驰穿行的战马踏碎了他们的面孔或头颅——这并非骑马者有意为之,而是因急迫所致;正如清道工也非出于本意如此行事。实则是战争的艰难劳苦、近在咫尺的胜利荣耀、全军的迫切焦虑,加上传令官与号手同时制造的震耳轰鸣,以及各队列间轮番调换、疾驰穿行的千夫长与百夫长,使所有人陷入狂热癫狂,在匆忙急迫中对眼前惨景麻木不仁。

语法注4 条
  1. 19127ἔλαθε Λαίλιος ἐπὶ θάτερα τοῦ Κώθωνος ἐς τὸ περιφερὲς αὐτοῦ μέρος ἀνελθών

    动词 ἔλαθε(λανθάνω 的不定过去时)接补充分词 ἀνελθών,构成惯用结构,意为“莱利乌斯不知不觉地(秘密地)登了上去”。

  2. 19129ζῶντές τε ἕτεροι, πρεσβῦται μάλιστα καὶ παιδία καὶ γύναια, ὅσα τοῖς μυχοῖς τῶν οἰκιῶν ἐκέκρυπτο, οἱ μὲν καὶ τραύματα φέροντες οἱ δʼ ἡμίφλεκτοι, φωνὰς ἀηδεῖς ἀφιέντες

    此句属于句法破格(anacoluthon):作为主格的 ζῶντές τε ἕτεροι 及其同位语(πρεσβῦται... γύναια)和关系从句没有接续限定动词,而是直接由分词短语(οἱ μὲν... φέροντες, οἱ δʼ..., ἀφιέντες)承接,语义上补充了前文坠落的人群。

  3. 19129ἦν τε ἄνθρωπος ἀναπλήρωμα βόθρου

    无冠词的名词 ἄνθρωπος 作主语,ἀναπλήρωμα(填充物)作表语,意为“人成了坑穴的填充物”,极为简练而残酷的叙事表达。

  4. 19129οὐχ ἑκόντων τῶν ἐποχουμένων ἀλλʼ ὑπὸ σπουδῆς

    属格独立结构(οὐχ ἑκόντων τῶν ἐποχουμένων)与表原因/状态的介词短语(ἀλλʼ ὑπὸ σπουδῆς)平行并列,表示“非因骑者存心,而是出于急迫”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:19127-19129