← 阿庇安

布匿战争

§18125-18126

占领石堤与奈斐里斯的陷落

西庇阿占领石堤并构筑砖墙以压制迦太基要塞;入冬后他进军奈斐里斯以彻底切断敌军粮道,击溃狄奥根尼军营并攻陷该城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18125

ἅμα δʼ ἡμέρᾳ Καρχηδόνιοι μέν, οὐκ ἐνοχλουσῶν σφᾶς ἔτι μηχανῶν πολεμίων, τὸ διαπεπτωκὸς τοῦ διατειχίσματος ᾠκοδόμουν, καὶ πύργους ἐν αὐτῷ πολλοὺς ἐποίουν ἐκ διαστήματος, Ῥωμαῖοι δʼ ἑτέρας ἐργασάμενοι μηχανὰς χώματα ἤγειρον ἀντιμέτωπα τοῖς πύργοις, δᾷδά τε συγκεκομμένην καὶ θεῖον ἐν κώθωσι καὶ πίσσαν ἐπʼ αὐτοὺς ἐσφενδόνων, καὶ ἔστιν οὓς τῶν πύργων ἐνεπίμπρασαν, καὶ τοὺς Καρχηδονίους φεύγοντας ἐδίωκον. ὀλισθηρὸς δʼ ἦν ὁ δρόμος ὑφʼ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολλοῦ, ὥστε τῶν φευγόντων ἀπελίποντο ἄκοντες. ὁ δὲ Σκιπίων τοῦ χώματος ὅλου κατασχὼν ἀπετάφρευεν αὐτό, καὶ τεῖχος ἤγειρεν ἐκ πλίνθων, οὔτε κολοβώτερον τοῦ τῶν πολεμίων οὔτʼ ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν.1 ὡς δʼ ἐξείργαστο αὐτῷ καὶ τὸ τεῖχος, τετρακισχιλίους ἐς αὐτὸ ἔπεμψεν, ἐπαφίεναι τοῖς ἐχθροῖς βέλη τε καὶ ἀκόντια σὺν καταφρονήσει. οἱ δὲ ἰσομέτωποι γενόμενοι ἔβαλλον αὐτοὺς ἐπιτυχῶς. καὶ τὸ θέρος ἐς ταῦτα ἀναλώθη.

天明时分,由于敌军的攻城器械不再构成威胁,迦太基人便着手修筑防墙塌毁之处,并在其上每隔一定距离修建起多座塔楼。罗马人则打造了新的器械,筑起正对塔楼的土垒,并用投石机向塔楼投掷切碎的火把木、罐装硫磺和沥青;他们烧毁了部分塔楼,追击溃逃的迦太基人。但由于地面上凝聚着大片新流出的黏稠血迹,湿滑难行,致使他们不得不放弃追击。西庇阿在控制了整处石堤之后,在堤上开凿壕沟,并筑起一道砖墙,其高度不亚于敌方城墙,与敌墙的距离亦极近。城墙落成之后,他派遣四千名士兵驻守其上,轻蔑地向敌人倾泻矢石标枪。罗马士兵由于与敌军处于同一平面,投射极为精准有效。整个夏季便在这些战事中消耗殆尽。

§18126

χειμῶνος δʼ ἀρχομένου τὴν ἐν τῇ χώρᾳ τῶν Καρχηδονίων δύναμίν τε καὶ συμμάχους ὁ Σκιπίων ἔγνω προκαθελεῖν, ὅθεν αὐτοῖς ἀγορὰ διεπέμπετο. περιπέμψας οὖν ἑτέρωσε ἑτέρους, αὐτὸς ἐς Νέφεριν ἐπὶ Διογένη τὸν μετʼ Ἀσδρούβαν φρουροῦντα τὴν Νέφεριν ἠπείγετο διὰ τῆς λίμνης, καὶ Γάιον Λαίλιον κατὰ γῆν περιέπεμπεν. ὡς δὲ ἀφίκετο, δύο σταδίους ἀποσχὼν τοῦ Διογένους ἐστρατοπέδευε, καὶ Γολόσσην καταλιπὼν ἐγχειρεῖν ἀπαύστως τῷ Διογένει αὐτὸς ἐπὶ Καρχηδόνος ἠπείγετο· ὅθεν ἐς Νέφερίν τε καὶ Καρχηδόνα διετρόχαζεν, ἀεὶ τὰ γιγνόμενα ἐφορῶν. δύο δὲ τοῦ Διογένους μεσοπυργίων καταπεσόντων ἧκεν ὁ Σκιπίων, καὶ χιλίους ἐπιλέκτους ὄπισθεν τοῦ Διογένους ἐνεδρεύσας, ἑτέροις ἐκ μετώπου τρισχιλίοις, ἀριστίνδην καὶ τοῖσδε ἐπιλεγομένοις, ἐπέβαινεν ἐπὶ τὰ πεπτωκότα τῶν μεσοπυργίων, οὐκ ἀθρόους ἀναβιβάζων, ἀλλὰ κατὰ μέρη πυκνοὺς ἐπʼ ἀλλήλοις, ἵνα μηδὲ βιασθέντες οἱ πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους.2 πολλῆς δὲ βοῆς οὔσης καὶ πόνου, καὶ τῶν Λιβύων ἐς ταῦτα ἐπεστραμμένων, οἱ χίλιοι, καθάπερ αὐτοῖς προείρητο, οὐδενὸς ἐς αὐτοὺς ἀποβλέποντος οὐδʼ ὑπονοοῦντος ἐνέπεσον ἐς τὸ χαράκωμα εὐτόλμως, καὶ διέσπων αὐτὸ καὶ ὑπερέβαινον. καὶ τῶν πρώτων ἔνδον γενομένων αἴσθησις ἐγίγνετο ταχεῖα, καὶ ἔφευγον οἱ Λίβυες, οὐχ ὅσους ἑώρων, ἀλλὰ πολὺ πλέονας ἡγούμενοι τοὺς ἐσελθόντας εἶναι. Γολόσσης δʼ αὐτοῖς ἐπιτρέχων σὺν Νομάσι πολλοῖς καὶ ἐλέφασι πολὺν εἰργάζετο φόνον, ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις,3 ἁλῶναι δʼ ἐς μυρίους, διαφυγεῖν δʼ ἀμφὶ τοὺς τετρακισχιλίους. ἑάλω δὲ καὶ ἡ πόλις ἡ Νέφερις ἐπὶ τῷ στρατοπέδῳ, δύο καὶ εἴκοσιν ἡμέραις ἄλλαις πολιορκηθεῖσα πρὸς τοῦ Σκιπίωνος πάνυ κακοπαθῶς ἐν χειμῶνι καὶ ψυχρῷ χωρίῳ. τὸ δὲ ἔργον τόδε μάλιστα συνήνεγκεν ἐς τὴν τῆς Καρχηδόνος ἅλωσιν. ἥδε γὰρ ἡ στρατιὰ τὴν ἀγορὰν αὐτοῖς διεπόρθμευε, καὶ ἐς τόδε τὸ στρατόπεδον οἱ Λίβυες ἀφορῶντες ἐθάρρουν. τότε δʼ αὐτοῦ ληφθέντος καὶ τὰ λοιπὰ τῆς Λιβύης χωρία τοῖς στρατηγοῖς Σκιπίωνος προσεχώρει ἢ οὐ δυσχερῶς ἐλαμβάνετο. ἥ τε ἀγορὰ τοὺς Καρχηδονίους ἐπέλιπε, καὶ οὐδὲν οὔτʼ ἐκ Λιβύης ἀλλοτρίας ἤδη γενομένης οὔτʼ ἀλλαχόθεν αὐτοῖς καταπλεῖν ἐδύνατο, διά τε τὸν πόλεμον αὐτὸν καὶ τὴν ὥραν χειμέριον οὖσαν.

入冬之初,西庇阿决定先消灭迦太基在境内的野战军及其同盟部族,因为迦太基城内的粮食正是由这些人运送而来的。于是,他向各处分遣将领,自己则横穿湖泊奔赴奈斐里斯,征讨接替哈斯德鲁拔守卫奈斐里斯的狄奥根尼,并派遣盖乌斯·莱利乌斯率部取道陆路包抄。抵达之后,他在距狄奥根尼军营两斯塔狄昂处安营扎寨;留下古卢萨不断向狄奥根尼发动骚扰进攻,自己则急返迦太基城下。自此他往返奔波于奈斐里斯与迦太基之间,时刻视察战局发展。当狄奥根尼军营的两段幕墙塌毁时,西庇阿赶赴前线;他在狄奥根尼后方埋伏了一千名精兵,自己则率领另一支同样精选出的三千精锐,从正面攀登塌毁的幕墙缺口。他并未让全军一拥而上,而是分作数批、前后紧密相随推进,使得前排士兵即便受挫,亦因后方受阻而无法溃退。在一片喧天呼喊与殊死鏖战中,利比亚人的注意力全然被吸引至正面战场,那一千名伏兵趁着无人注视亦无所防备之际,遵照先前的部署勇猛突入栅栏,将其拆毁并翻越而过。当先头部队攻入营内,消息迅速传开,利比亚人溃散逃命,以为攻入者的人数远比亲眼见到的多得多。古卢萨率领大批努米底亚骑兵与战象向溃军猛扑,展开了大规模屠杀,以致包括失去战斗力者在内战死达七万人之众,约一万人被俘,仅有约四千人侥幸逃脱。在军营陷落之后,奈斐里斯城在西庇阿极其艰难地于严冬与寒冷之地又苦攻二十二天之后亦告沦陷。这一战功对攻陷迦太基起到了最为关键的作用。因为正是这支军队先前源源不断为迦太基转运粮饷,利比亚人亦全仗这处营地而保有斗志。而今此处被攻破,利比亚其余各地要么归降西庇阿的部将,要么被轻易攻占。迦太基人的粮食彻底告罄,加之战乱本身与冬季天候之故,既无法从已沦为敌境的利比亚、亦无法从他处通过海路运入任何物资。

语法注3 条
  1. 18125οὔτε κολοβώτερον τοῦ τῶν πολεμίων οὔτʼ ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν

    由比较级 κολοβώτερον 所引出的比较属格 τοῦ τῶν πολεμίων(敌军之墙)与表示空间距离的介词短语 ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν 并列,说明西庇阿建造的砖墙在高度上与敌墙齐平,在距离上紧贴敌防线。

  2. 18126ἵνα μηδὲ βιασθέντες οἱ πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους

    由 ἵνα 引导并接希求法动词 δύναιντο 的目的从句。分词 βιασθέντες 作让步从属(“即使受压制”),διὰ τοὺς ἑπομένους 表示原因或阻碍(“因后方跟随之兵”),准确说明了利用密集纵深使先头部队在遭遇反扑时也无法撤退的战术意图。

  3. 18126ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις

    连词 ὡς 与不定式 ἀπολέσθαι 构成表结果的句式(相当于 ὥστε 加不定式),具体承接主句 πολὺν εἰργάζετο φόνον(展开大规模屠杀)所导致的伤亡结果。介词 ἐς 置于数词前表示“多达/大约”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:18125-18126