- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:18123-18124
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基船队因进港航道堵塞而退守石堤防线,展开激战后退回城内;次日西庇阿攻破石堤防墙,迦太基死士乘夜泅海突袭,赤身肉搏焚毁了罗马人的攻城器具。
καὶ αὐτῶν τὰ σκάφη τὰ βραχύτερα προύφευγε, καὶ τὸν ἔσπλουν προλαβόντα ἐς ἄλληλα ὠθεῖτο ὑπὸ τοῦ πλήθους, καὶ τὸ στόμα βύζην ἀπέκλειεν. ὅθεν αἱ μείζους ἐπανιοῦσαι τὸν ἔσπλουν ἀφῄρηντο,1 καὶ ἐς τὸ χῶμα κατέφυγον, ὃ πρὸ τοῦ τείχους εὐρύχωρον ἐμπόροις ἐς διάθεσιν φορτίων ἐγεγένητο ἐκ πολλοῦ· καὶ παρατείχισμα ἐπʼ αὐτοῦ βραχὺ ἐν τῷδε τῷ πολέμῳ ἐπεποίητο, ἵνα μὴ ὡς ἐν εὐρυχώρῳ στρατοπεδεύσειάν ποτε οἱ πολέμιοι. ἐς μὲν δὴ τόδε τὸ χῶμα αἱ νῆες αἱ τῶν Καρχηδονίων, ἀπορίᾳ λιμένος, καταφυγοῦσαι μετωπηδὸν ὡρμίσαντο· καὶ τοὺς ἐχθροὺς ἐπιπλέοντας οἱ μὲν ἀπʼ αὐτῶν τῶν νεῶν, οἱ δʼ ἀπὸ τοῦ χώματος, οἱ δʼ ἐκ τοῦ διατειχίσματος ἀπεμάχοντο. Ῥωμαίοις δὲ ὁ μὲν ἐπίπλους ἦν ῥᾴδιος καὶ τὸ μάχεσθαι ναυσὶν ἑστώσαις εὐμαρές, αἱ δʼ ἀναχωρήσεις διʼ ἀναστροφὴν τῶν νεῶν, μακρῶν οὐσῶν, βραδεῖαί τε καὶ δυσχερεῖς ἐπεγίγνοντο· ὅθεν ἀντέπασχον ἐν τῷδε τὰ ὅμοια (ὅτε γὰρ ἐπιστρέφοιεν, ἐπλήσσοντο ὑπὸ τῶν Καρχηδονίων ἐπιπλεόντων), μέχρι νῆες Σιδητῶν πέντε, αἳ φιλίᾳ Σκιπίωνος εἵποντο, τὰς μὲν ἀγκύρας καθῆκαν ἐκ πολλοῦ διαστήματος ἐς τὸ πέλαγος, ἁψάμεναι δʼ ἀπʼ αὐτῶν κάλους μακροὺς εἰρεσίᾳ τοῖς Καρχηδονίοις ἐπέπλεον, καὶ ὅτε ἐγχρίμψειαν, ὑπεχώρουν τοὺς κάλους ἐπισπώμεναι κατὰ πρύμναν, αὖθις τε ῥοθίῳ καταπλέουσαι πάλιν ἀνήγοντο κατὰ πρύμναν. τότε γὰρ ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον.2 καὶ τὸ ἔργον ἐς νύκτα ἐτελεύτα, καὶ ἐς τὴν πόλιν διέφυγον αἱ τῶν Καρχηδονίων νῆες, ὅσαι γε ἔτι ἦσαν ὑπόλοιποι.
迦太基人的小型船只抢先逃离,先一步赶到港口入口,因船只过多而在入口处彼此挤撞,将水道堵得水泄不通。因此,随后退回的大船被断绝了进港之路,只得逃往城墙前方那处长久以来专供商人装卸货物的宽阔石堤;在这场战争中,堤上曾修筑了一道低矮的防墙,以免敌军在如此宽敞之所安营扎寨。因无法入港,迦太基战舰便退至这处石堤,排成一字横列停泊;面对逼近的敌军,他们有的自船上,有的自石堤上,有的自防墙后奋起抗击。对罗马人而言,向前推进作战以及攻击静止的船只本非难事,但因战船体长,掉头撤离却十分缓慢而艰难;因此罗马人在此情形下遭到了同样的损失(因为每当他们调头撤退时,就会遭到乘胜扑来的迦太基人打击)。直到有五艘出于对西庇阿的情谊而相随的西德人战船,在距岸甚远的外海抛下重锚,系以长缆,而后全速摇桨冲向迦太基人;每当逼近敌舰,便倒拉缆绳倒退船尾后撤,随后借着浪涛之力再度冲上前去,旋即再次退回。整支舰队见状,纷纷效仿西德人的机智策略,给敌军造成了沉重打击。战事直至入夜方才结束,幸存的迦太基战船全部逃回城中。
Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχείρει τῷ χώματι· καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν τὸ παρατείχισμα τύπτων, καὶ μηχανήματα πολλὰ ἐπάγων, μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν (οὐ γὰρ ἦν δίοδος) οὐδὲ ναυσὶν (ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα), ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ ἡμμένας ἵνα μὴ μακρόθεν εἶεν καταφανεῖς· ἐς δὲ τὴν θάλασσαν ἐμβάντες ᾗ μή τις ἂν προσεδόκησεν, οἱ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἱ δὲ καὶ διένεον, ἕως ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ πῦρ, καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δʼ ἀντέδρασαν ὑπὸ τόλμης· οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους. ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον, καὶ φόβος οἷος οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολεμίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περιέθει, καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς, ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν,3 ἕως οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπʼ ἀνάγκης, καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἱ δὲ τὰς μηχανὰς ἐμπρήσαντες ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.
天明之后,西庇阿向这处石堤发起进攻,因为此地乃是扼制海港的绝佳要塞。他遂以撞锤轰击防墙,并调集众多攻城器具,砸毁了其中一部分。迦太基人虽饱受饥荒与诸般折磨之苦,仍在夜间向罗马人的攻城器具发起突袭。他们既不能走陆路(因无通路),亦不能乘船只(因海水极浅),于是全员赤身裸体,手持未点燃的火把以防在远处暴露;他们从无人意料之处涉入海中,有的水深没胸艰难涉水,有的则奋力泅渡,直至扑至攻城器具前引火点燃。一旦被察觉,他们因赤身无甲而遭受重创,但凭借惊人的胆魄猛烈还击;他们即便胸膛与面门插着箭镞与矛尖,仍毫不退缩,如野兽般迎着创伤猛扑,直至烧毁器械,将陷入慌乱的罗马人击溃。整座军营陷入恐慌与混乱,赤身敌人的狂暴激起了前所未有的惊骇,以致西庇阿惊惧之下率骑兵在阵营外巡行弹压,下令若是己方士兵溃逃不止便予以射击。他甚至亲手击中杀死了若干逃兵,直到大部分人被逼退回营内;全军心怀对绝境之敌的畏惧,持戈披甲度过长夜。而那些焚毁了器械的迦太基人,则再度游水返回了己方阵地。
- 18123τὸν ἔσπλουν ἀφῄρηντο
动词 ἀφαιρέω 的过去完成时被动态与保留宾格(或分离宾格)τὸν ἔσπλουν 连用,意为“被断绝了进港水道”或“被剥夺了进港之路”。
- 18123ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον
意义一致(constructio ad sensum)现象:单数集合名词主语 ὁ στόλος ἅπας(整支舰队)统辖了复数阳性分词 ὁρῶντες、μιμούμενοι 以及复数主动词 ἔβλαπτον。
- 18124ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν
习语 ἔστιν οἵ(相当于拉丁语 sunt qui)的宾格形式 ἔστιν οὕς,意为“甚至有些人是他亲手击中并杀死的”(即“他击杀了一部分人”)。
