← 阿庇安

布匿战争

§18121-18122

港口封锁与迦太基的新出海口

西庇阿筑造石堤企图封锁迦太基港口,迦太基人则秘密开凿新出海口并赶造战舰出击,双方随即展开了一场胜负未分的激烈海战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18121

καὶ ὁ Σκιπίων αἰσθανόμενος ἐπενόει τὸν ἔσπλουν αὐτοῖς τοῦ λιμένος, ἐς δύσιν τε ἀφορῶντα καὶ οὐ πάνυ πόρρω τῆς γῆς ὄντα, ἀποκλεῖσαι. χῶμα οὖν ἐς τὴν θάλασσαν ἔχου μακρόν, ἀρχόμενος μὲν ἀπὸ τῆς ταινίας ἣ μεταξὺ τῆς λίμνης οὖσα καὶ τῆς θαλάσσης γλῶσσα ἐκαλεῖτο, προϊὼν δʼ ἐς τὸ πέλαγος καὶ εὐθύνων ἐπὶ τὸν ἔσπλουν. ἔχου δὲ λίθοις μεγάλοις τε καὶ πυκνοῖς, ἵνα μὴ ὑπὸ τοῦ κλύδωνος διαφέροιντο. καὶ πλάτος τοῦ χώματος τὸ μὲν ἄνω τεσσάρων καὶ εἴκοσι ποδῶν, τὸ δʼ ἐς τὸν βυθὸν καὶ τετραπλάσιον ἦν. τοῖς δὲ Καρχηδονίοις ἀρχομένου μὲν τοῦδε τοῦ ἔργου καταφρόνησις ἦν ὡς χρονίου τε καὶ μακροῦ καὶ ἴσως ἀδυνάτου· προϊόντος δὲ σὺν ἐπείξει τοσοῦδε στρατοῦ, μήτε ἡμέραν ἐκλείποντος ἐπὶ τοῖς ἔργοις μήτε νύκτα, ἔδεισαν, καὶ στόμα ἕτερον ἐπὶ θάτερα τοῦ λιμένος ὤρυσσον ἐς μέσον τὸ πέλαγος, οἷ μηδὲν χῶμα προελθεῖν ἐδύνατο ὑπὸ βάθους τε καὶ πνευμάτων ἀγριωτέρων. διώρυσσον δʼ ἅμα γυναιξὶ καὶ παισίν, ἔνδοθεν ἀρχόμενοι καὶ πάνυ λανθάνοντες· ἅμα δὲ καὶ ναῦς ἐξ ὕλης παλαιᾶς ἐναυπήγουν, πεντήρεις τε καὶ τριήρεις, οὐδὲν ὑπολείποντες εὐψυχίας τε καὶ τόλμης. οὕτω δʼ ἅπαντα ἐπέκρυπτον ὡς μηδὲ τοὺς αἰχμαλώτους ἔχειν τι τῷ Σκιπίωνι σαφὲς εἰπεῖν, ἀλλὰ κτύπον μὲν ἐν τοῖς λιμέσιν ἡμέρας τε καὶ νυκτὸς εἶναι πολὺν ἀπαύστως, τὴν δὲ χρείαν οὐκ εἰδέναι, μέχρι γε δὴ πάντων ἑτοίμων γενομένων οἱ Καρχηδόνιοι τὸ στόμα ἀνέῳξαν περὶ ἕω, καὶ ναυσὶ πεντήκοντα μὲν τριηρετικαῖς, κερκούροις δὲ καὶ μυοπάρωσι καὶ ἄλλοις βραχυτέροις πολλοῖς ἐξέπλεον, ἐς κατάπληξιν ἐσκευασμένοι φοβερῶς.

西庇阿察觉到这一情况,便打算封锁他们朝向西面且距陆地不太远的港口水道。于是他向海中修筑了一条漫长的石堤,从位于湖泊与大海之间、被称为“舌岬”的沙洲起筑,向外海推进,直指港口通道。他用巨大而密实的石块堆筑此堤,以免被浪涛冲毁。石堤的顶部宽二十四英尺,而海底的基部宽度达四倍之多。工程伊始,迦太基人对此嗤之以鼻,认为这工程旷日持久、耗时漫长,甚至绝不可能完成;然而,随着如此庞大的军队日夜兼程、毫不松懈地加紧施工,工程步步逼近,他们陷入了恐惧,遂在港口的另一侧开凿了另一个直接通往外海的新出海口,那处因水深流急且狂风险恶,石堤无论如何也无法延伸至此。他们协同妇孺从内部开挖,完全不为人所知;与此同时,他们还利用旧木料赶造了五层桨战船和三层桨战船,展现出毫不减退的气魄与胆量。他们把这一切隐匿得如此周密,以致连俘虏都无法向西庇阿吐露任何确切消息,只知道港区日夜不停地传来巨大的声响,却不知究竟意欲何为。直到一切准备就绪,迦太基人在黎明时分开通了出海口,以五十艘三层桨级战舰,以及许多轻舟、私掠艇与大量其他小型舰船扬帆出海,军容森严,足以令人胆战心惊。

§18122

Ῥωμαίους δὲ τό τε στόμα ἄφνω γενόμενον καὶ ὁ στόλος ἐπὶ τῷ στόματι ἐς τοσόνδε κατέπληξεν ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ἠμελημέναις τε ὡς ἐν τειχομαχίᾳ, καὶ οὐδενὸς ναύτου παρόντος οὐδʼ ἐρέτου, ὅλου ἂν τοῦ ναυστάθμου κρατῆσαι.1 νῦν οὖν (ἁλῶναι γὰρ ἔδει Καρχηδόνα)2 τότε μὲν ἐς μόνην ἐπίδειξιν ἐπέπλευσαν, καὶ σοβαρῶς ἐπιτωθάσαντες ἀνέστρεφον, τρίτῃ δʼ ἡμέρᾳ μετὰ τοῦτο ἐς ναυμαχίαν καθίσταντο· καὶ οἱ Ῥωμαῖοι τάς τε ναῦς καὶ τἄλλα εὐτρεπισάμενοι ἀντανήγοντο. βοῆς δὲ καὶ παρακελεύσεως ἑκατέρωθεν γενομένης καὶ προθυμίας ἐρετῶν τε καὶ κυβερνητῶν καὶ τῶν ἐπιβατῶν, ὡς ἐν τῷδε λοιπῷ Καρχηδονίοις μὲν τῆς σωτηρίας οὔσης Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς, πληγαί τε πολλαὶ καὶ τραύματα ποικίλα ἐγίγνετο παρʼ ἀμφοῖν μέχρι μέσης ἡμέρας. ἐν δὲ τῷ πόνῳ τὰ σκάφη τῶν Λιβύων τὰ σμικρὰ ταῖς Ῥωμαϊκαῖς ναυσὶ μεγάλαις οὔσαις ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα3 διετίτρη πρύμνας καὶ ἐξέκοπτε πηδάλια καὶ κώπας, καὶ ἄλλα πολλὰ καὶ ποικίλα ἐλύπει, εὐμαρῶς τε ὑποφεύγοντα καὶ εὐμαρῶς ἐπιπλέοντα. ἀκρίτου δʼ ἔτι τῆς ναυμαχίας οὔσης, καὶ τῆς ἡμέρας ἐς δείλην τρεπομένης, ἔδοξε τοῖς Καρχηδονίοις ὑποχωρεῖν, οὔ τι κατὰ ἧτταν ἀλλʼ ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις.4

突如其来的出海口与出口处列阵的舰队令罗马人陷入极大的震惊,以至于迦太基人若在此时立即进攻罗马战船——这些战舰因罗马人专注于陆上攻城而废置,船上既无水手亦无桨手——便本可夺取整个船坞营地。然而事实上(因为迦太基命中注定要陷落),他们当时仅仅是为了炫耀威势而航行出来,在极尽傲慢地嘲弄一番之后便掉头返航;直到事后第三天,他们才正式摆开海战阵势。罗马人整备好船只与诸般军械,也迎面出海交战。双方呐喊督战之声震天,桨手、舵手与作战士兵皆奋勇向前,仿佛迦太基人的存亡与罗马人的完胜全系于此一役;直至正午,双方交手互有严重伤亡。在鏖战之中,利比亚人的轻便小艇穿梭潜入庞大的罗马战船的桨排之下,凿穿船尾,打断船舵与船桨,制造了诸多混乱与破坏,且进退自如、游刃有余。海战胜负尚未分晓,天色已渐近黄昏,迦太基人决定撤退,但绝非因为溃败,而是为了将决战推迟至次日。

语法注4 条
  1. 18121ἐς τοσόνδε κατέπληξεν ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ... ὅλου ἂν τοῦ ναυστάθμου κρατῆσαι

    连词 ὡς(相当于 ὥστε)引导结果从句,后接“宾格加不定式”结构(τοὺς Καρχηδονίους ... κρατῆσαι),其中嵌套了非真实条件句(εἰ ... ἐπέθεντο 搭配 ἄν 与不定式 κρατῆσαι),表达“若他们当时发起进攻,本可夺取整个营地”的反事实推论。

  2. 18122νῦν οὖν (ἁλῶναι γὰρ ἔδει Καρχηδόνα)

    紧接在非真实条件句之后的 νῦν(或 νῦν δέ)为常见用法,意为“但实际上”、“按当时的实际情形”,用以从虚拟假设拉回客观现实。括号内的 γὰρ 从句是作者的插入语,将迦太基人错失良机的举动归咎于命中注定的陷落。

  3. 18122ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα

    名词 ταρσός 原指平编织篮或脚背,在海事术语中专指自船舷伸出的一整排“桨列”。此处指迦太基轻舟利用体积优势,钻入罗马巨舰外伸桨叶下方的死角进行破坏的战术机动。

  4. 18122οὔ τι κατὰ ἧτταν ἀλλʼ ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις

    与格分词 ὑπερτιθεμένοις 与前述的间接宾语 τοῖς Καρχηδονίοις 保持性数格一致,说明撤退的目的与意图(“推迟至次日”),与 οὔ τι κατὰ ἧτταν(绝非因战败)构成对比,强调这是主动的战术延期而非溃退。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:18121-18122