- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:18119-18120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿横跨地峡修筑了双重堑壕、城墙及瞭望塔,彻底切断了迦太基的陆上补给线;迦太基因此陷入严重饥荒,而哈斯德鲁拔仅将稀缺的海路补给分发给其选拔的精锐部队。
ὁ δὲ Σκιπίων τὸν μὲν χάρακα τῶν ἐχθρῶν, ὃν τῇ προτέρᾳ κατελελοίπεσαν ἐς τὸ ἄστυ φεύγοντες, ἐνέπρησεν, ὅλου δὲ τοῦ ἰσθμοῦ κρατῶν διετάφρευεν αὐτὸν ἐκ θαλάσσης ἐπὶ θάλασσαν, ἀπέχων τῶν πολεμίων ὅσον ὁρμὴν βέλους. οἱ δὲ ἐπέκειντο, καὶ ἦν αὐτῷ ἔργον ἐπὶ σταδίους τοῦ μετώπου πέντε καὶ εἴκοσιν ἐργαζομένῳ τε ὁμοῦ καὶ μαχομένῳ. ὡς δὲ αὐτῷ τοῦτʼ ἐξετετέλεστο, ἑτέραν ὤρυσσε τάφρον ἴσην, οὐ πολὺ τῆς προτέρας διασχών, ἐς τὴν ἤπειρον ἀφορῶσαν. δύο τε ἐπικαρσίας αὐταῖς ἑτέρας περιθεὶς ὡς γενέσθαι τὸ ὅλον ὄρυγμα τετράγωνον, ἐσταύρωσε πάντα ξύλοις ὀξέσιν. καὶ ἐπὶ τοῖς σταυροῖς τὰς μὲν ἄλλας τάφρους ἐχαράκωσε, τῇ δʼ ἐς τὴν Καρχηδόνα ὁρώσῃ καὶ τεῖχος παρῳκοδόμησεν ἐπὶ τοὺς πέντε καὶ εἴκοσι σταδίους, ὕψος μὲν δυώδεκα ποδῶν χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διαστήματος ἐπέκειντο τῷ τείχει, τὸ δὲ βάθος ἐφʼ ἥμισυ μάλιστα τοῦ ὕψους. ὁ δʼ ἐν μέσῳ πύργος ὑψηλότατός τε ἦν, καὶ ἐπʼ αὐτοῦ ξύλινος ἐπέκειτο τετρώροφος, ὅθεν καθεώρα τὰ γιγνόμενα ἐν τῇ πόλει. ταῦτα δʼ ἡμέραις εἴκοσι καὶ νυξὶν ἐργασάμενος ὅλῳ τῷ στρατῷ πονοῦντι, καὶ παραλλὰξ ἐργαζομένῳ τε καὶ πολεμοῦντι καὶ σῖτον ἢ ὕπνον αἱρουμένῳ, τὴν στρατιὰν ἐσήγαγεν ἐς τόδε τὸ χαράκωμα.
西庇阿则烧毁了敌军前一天逃入城中时遗弃的木栅;在控制了整个地峡之后,他横跨地峡开凿了一条自这一侧海面延伸至另一侧海面的堑壕,与敌军相距约一箭之遥。由于敌军频频进攻,他在长达二十五斯塔狄昂的正面上既要施工又要作战,处境极为艰难。当这道堑壕完工后,他又在离前一道堑壕不远处开凿了另一条等长的堑壕,面朝大陆方向。接着,他又横向开凿了两道堑壕连接前后,使整个工程成为一个四边形,并插满尖锐的木桩作为防御桩篱。在这些桩篱之上,他为其馀堑壕筑起了木栅,而面朝迦太基的一侧则沿二十五斯塔狄昂的长度加筑了一道城墙,除墙上相隔一定距离设置的女墙和塔楼外,墙身高十二英尺,厚度约为高度的一半。正中间的一座塔楼最高,其上还架设了一座四层的木塔,西庇阿可从此处俯瞰城中发生的一切。全军日夜兼程苦战二十昼夜,士兵们轮流筑垒、交战以及进餐或睡眠,完成了这一工程后,西庇阿将大军进驻于此营垒中。
καὶ ἦν αὐτῷ τοῦτο στρατόπεδόν τε ὁμοῦ καὶ κατὰ τῶν ἐχθρῶν ἐπιτείχισμα ἐπίμηκες, ὅθεν ὁρμώμενος τὴν ἀγορὰν ἀφῃρεῖτο Καρχηδονίους, ὅση κατὰ γῆν αὐτοῖς ἐφέρετο· ὅτι γὰρ μὴ τῷδε τῷ αὐχένι μόνῳ,1 τὰ λοιπὰ ἡ Καρχηδὼν περίκλυστος ἦν. καὶ τοῦτο πρῶτον αὐτοῖς καὶ μάλιστα ἐγίγνετο λιμοῦ καὶ κακῶν αἴτιον· ἅτε γὰρ τοῦ πλήθους παντὸς ἐκ τῶν ἀγρῶν ἐς τὴν πόλιν ἀνοικισαμένου, οὔτε προϊόντες ποι διὰ τὴν πολιορκίαν, οὔτε ξένων ἐμπόρων διὰ τὸν πόλεμον θαμινὰ ἐπιόντων, μόνῃ τῇ τῆς Λιβύης ἀγορᾷ χρώμενοι, μικρὰ μέν ποτε καὶ διὰ θαλάσσης, ὅτε ὡραῖον εἴη, τὰ πλέονα δὲ κατὰ τὴν γῆν ἐπεκομίζοντο, ἀφῃρημένοι δὲ τότε τὴν ἐκ τῆς γῆς κομιδήν, ἐπιπόνως ᾔσθοντο τοῦ λιμοῦ. Βιθύας δέ, ὅσπερ ἵππαρχος ἦν αὐτοῖς καὶ ἐπέπεμπτο ἐπὶ σῖτον ἐκ πολλοῦ, προσελθεῖν μὲν ἢ βιάσασθαι τὸ χαράκωμα τοῦ Σκιπίωνος οὐκ ἐτόλμα, περιφέρων δὲ τὴν ἀγορὰν ἐς τὰ πόρρω διὰ μακροῦ ναυσὶν ἐσέπεμπεν, ἐφορμουσῶν μὲν τῇ Καρχηδόνι νεῶν τοῦ Σκιπίωνος· ἀλλʼ οὔτε διηνεκῶς οὔτε πυκναὶ συνειστήκεσαν ὡς ἐν ἀλιμένῳ καὶ περικρήμνῳ θαλάσσῃ, παρά τε τὴν πόλιν αὐτὴν οὐκ ἐδύναντο ἀνακωχεύειν, τῶν Καρχηδονίων τοῖς τείχεσιν ἐφεστώτων, καὶ τοῦ κύματος ἐκεῖ μάλιστα διὰ τὰς πέτρας ταρασσομένου. ὅθεν αἱ φορτίδες αἱ Βιθύου, καὶ εἴ τις ἄλλος ἔμπορος ὑπὸ κέρδους ἐθελοκινδύνως ἠπείγετο, φυλάσσοντες ἄνεμον ἐκ πόντου πολὺν πεπετασμένοις τοῖς ἱστίοις διέθεον,2 ἀδυνάτων οὐσῶν ἔτι τῶν τριήρων ὁλκάδας φερομένας ἱστίῳ καὶ πνεύματι διώκειν. σπανίως μὲν οὖν ἐγίγνετο καὶ μόνον ὅτε βίαιον εἴη πνεῦμα ἐκ πόντου· καὶ ταῦτα δʼ, ὅσα φέροιεν αἱ νῆες, Ἀσδρούβας τρισμυρίοις ἀνδράσι μόνοις διένεμεν, οὓς ἐς μάχην ἐπείλεκτο, καὶ τοῦ ἄλλου πλήθους κατεφρόνει· ὅθεν ἐμόχθουν μάλιστα ὑπὸ τοῦ λιμοῦ.
这一阵地对西庇阿而言既是军营,又是针对敌人的绵长封锁屏障。他以此为基地,彻底切断了凡是走陆路运抵迦太基人的粮食补给;因为除这处陆桥峡颈之外,迦太基全境皆为海水所环抱。这成了造成迦太基人饥荒与灾祸的首要且最关键的原因。城中全体居民皆从乡村迁入城内,既因遭受围困而无法出城,又因战争而难有外邦商人频繁往来,他们唯独依靠利比亚本地市场的供给;此前在风候适宜时虽偶有微量走海路运输,绝大部分仍是由陆路运入,如今陆路运输被切断,他们深切承受着饥馑的煎熬。迦太基的骑兵指挥官比堤亚斯早就受命出外搜集粮食,他不敢逼近或强突西庇阿的木栅防线,便将粮食迂回运往远方,从远处用船只送入城中。尽管西庇阿的战船在封锁迦太基海面,但由于该处海域无港湾且多险峻悬崖,战船无法持久或密集巡弋,且迦太基人据守城墙之上,加之礁石密布导致巨浪格外汹涌,战舰无法紧靠城墙停泊。因此,比堤亚斯的货船,以及任何贪图厚利甘愿冒险的商船,都窥伺着来自外海的强风,张满风帆疾驶而过,而三列桨战船根本无法追赶借着风势扬帆疾驰的重型货船。不过,这种情况极为罕见,仅在外海狂风呼啸时方才发生;即便如此,船只运来的粮秣,哈斯德鲁拔也只分发给自己选拔作战的三万人,而对其余的民众不闻不问;大众因而遭受了最深重的饥荒折磨。
- 18120ὅτι γὰρ μὴ τῷδε τῷ αὐχένι μόνῳ
短语 ὅτι μή 为固定习语,意为“除……之外”(except)。τῷδε τῷ αὐχένι μόνῳ 为表示限定或关系的与格,意即“除唯独这一陆桥峡颈之外”。
- 18120φυλάσσοντες ἄνεμον ἐκ πόντου πολὺν πεπετασμένοις τοῖς ἱστίοις διέθεον
主语在句法上由阴性复数名词 αἱ φορτίδες 和不定代词短语 εἴ τις ἄλλος ἔμπορος 构成,但分词 φυλάσσοντες 采用了阳性复数形式,属于依意一致(constructio ad sensum),在语义上指向实际操舵航行的船员与水手。
