- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:18117-18118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿整肃军纪后夜袭攻入梅加拉,却因地形错综复杂而撤军;哈斯德鲁拔被激怒后在城墙上残杀罗马战俘以绝和议,并镇压诛戮异见议员,堕入僭主专制。
ὁ μὲν δὴ Σκιπίων ταῦτʼ εἶπε, καὶ εὐθὺς ἀπήλαυνε τὸ πλῆθος ἀνδρῶν ἀχρείων, καὶ σὺν αὐτοῖς ὅσα περιττὰ καὶ μάταια καὶ τρυφερὰ ἦν. καθαροῦ δὲ τοῦ στρατοῦ γενομένου καὶ περιδεοῦς καὶ ἐς τὰ παραγγελλόμενα ὀξέος, ἀπεπείραζε τῶν καλουμένων Μεγάρων νυκτὸς μιᾶς διχῇ λανθάνων. χωρίον δʼ ἐστὶν εὐμέγεθες ἐν τῇ πόλει τὰ Μέγαρα, τῷ τείχει παρεζευγμένον· ἐς ὃ τῇ μὲν ἑτέρους περιέπεμπε, τῇ δʼ αὐτὸς σὺν πελέκεσι καὶ κλίμαξι καὶ μοχλοῖς ἐβάδιζε σταδίους εἴκοσιν ἀψοφητί, μετὰ σιγῆς βαθυτάτης. αἰσθήσεως δʼ ἄνωθεν, ὅτε μάλιστʼ ἐπλησίαζε, καὶ βοῆς ἀπὸ τῶν τειχῶν γενομένης, ἀντεβόησεν αὐτός τε πρῶτος καὶ ὁ στρατὸς αὐτοῦ καὶ οἱ ἐπὶ θάτερα ἀπεσταλμένοι μέγιστον, ὡς τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι,1 τοσούτων ἐχθρῶν ἐν πλευραῖς ἄφνω νυκτὸς ἐπιγενομένων. κατὰ μὲν οὖν τὸ τεῖχος οὐδέν, καίπερ ἐπιχειρῶν, ἤνυεν, ἐς δέ τινος ἰδιώτου πύργον ἔρημον, ἐκτὸς ὄντα τοῦ τείχους καὶ τὸ ὕψος ἴσον ὄντα τῷ τείχει, νεανίας ἀνεβίβασεν εὐτόλμους, οἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίοις ἀνέστελλον, ξύλα τε καὶ σανίδας ἐς τὸ διάστημα ἐπιθέντες καὶ διʼ αὐτῶν ἐς τὰ τείχη διαδραμόντες καθήλαντο ἐς τὰ Μέγαρα, καὶ πυλίδα κόψαντες ἐδέχοντο τὸν Σκιπίωνα. ὁ δὲ ἐσῆλθε μὲν σὺν ἀνδράσι τετρακισχιλίοις, καὶ φυγὴ ταχεῖα τῶν Καρχηδονίων ἐς τὴν Βύρσαν ἦν ὡς τῆς ἄλλης πόλεως ἁλούσης. βοή τε ἐγίγνετο ποικίλη καὶ τινῶν αἰχμαλωσία καὶ θόρυβος, ὡς καὶ τοὺς ἔξω στρατοπεδεύοντας ἐκλιπεῖν τὸ χαράκωμα καὶ ἐς τὴν Βύρσαν ὁμοῦ τοῖς ἄλλοις ἀναδραμεῖν. ὁ δὲ Σκιπίων (τὸ γὰρ χωρίον, τὰ Μέγαρα, ἐλαχανεύετο καὶ φυτῶν ὡραίων ἔγεμεν, αἱμασιαῖς τε καὶ θριγκοῖς βάτου καὶ ἄλλης ἀκάνθης καὶ ὀχετοῖς βαθέος ὕδατος ποικίλοις τε καὶ σκολιοῖς κατάπλεων ἦν) ἔδεισε μὴ ἄβατον καὶ δυσχερὲς ᾖ στρατῷ διώκοντι ἐν ἀγνωσίᾳ μάλιστα διόδων, καί τις ἐν νυκτὶ ἐνέδρα γένοιτο. ἀνεζεύγνυε δή.
西庇阿说罢此番话,便立即驱逐了营中无用的闲杂人等,连同所有多余、虚浮和奢靡之物一并清除。当军队整肃完毕、心存畏惧且对号令反应敏锐之后,他在某夜秘密将兵力一分为二,企图奇袭所谓的梅加拉区。梅加拉是城中一处紧邻城墙的大片区域;西庇阿派一部分人从一侧迂回包抄,自己则携带斧头、云梯和铁撬,在极度的寂静中无声无息地行军了二十斯塔狄昂。正当他极为贴近城下时,上方察觉了动静,城墙上随即爆发出一片呼喊;他本人带头,连同其部众以及被派往另一侧的部队齐声高呼回应,声震云霄,以致迦太基人初遭此惊吓便陷入恐慌,盖因夜间两翼突然出现了如此众多的敌兵。西庇阿强攻城墙本身虽经努力却未有斩获,但他将一批胆识过人的青年送上了一座位于城墙外、高度与城墙相等的无人民用塔楼;这批青年用标枪击退城墙上的守兵,在塔与墙之间的空隙架设圆木与木板,疾步越过冲上城墙,跃入梅加拉城内,砸开一扇小边门迎入了西庇阿。西庇阿率四千名士卒杀入城中,迦太基人以为全城其余地方已经陷落,仓皇奔逃退守比尔萨要塞。城内呼号杂沓,有人被俘,秩序大乱,甚至连在城外扎营的部队也弃守营垒,与其他溃军一同逃窜上比尔萨。然而,西庇阿考虑到梅加拉这片区域开辟为菜园,长满果木植物,到处是矮石墙、黑莓刺灌木树篱,以及深水流经的曲折错综的水渠,深恐对于不熟悉通路的追击部队而言地势难行且险象环生,并可能在夜色中遭遇伏击,于是便下令收兵撤退。
καὶ γενομένης ἡμέρας ὁ Ἀσδρούβας, χαλεπῶς ἔχων τῆς ἐς τὰ Μέγαρα ἐπιχειρήσεως,2 ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα, ἐπὶ τὸ τεῖχος ἀγαγών, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλμοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δʼ ὑπέτεμνε τὰ πέλματα καὶ τοὺς δακτύλους ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα, καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν.3 καὶ ὁ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχῃ, περιέστη δʼ αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀσδρούβαν ὡς καὶ τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθʼ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν συμφοραῖς οἰκείαις τοσαῖσδε. ὁ δὲ καὶ τῶν βουλευτῶν τινὰς ἔκτεινε συλλαμβάνων, καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς εἴη καὶ διʼ αὐτὸ καὶ δυσεπιχείρητος.
天亮之后,哈斯德鲁拔对梅加拉遭袭一事怒不可遏,遂将所扣押的全部罗马战俘押上城墙——此处所行之事在罗马军眼中一览无余。他用弯曲的铁钩剜去一些人的眼睛、舌头、筋腱或生殖器,割破另一些人的脚底并斩断手指,或剥下其周身其余部位的皮肤,趁众人尚存一息之际将他们全数推下城墙摔死,意在使迦太基人与罗马人之间形成绝无和解可能的死仇。他以此种手段逼迫迦太基人将生路唯一寄托于死战,但结局却与他的初衷适得其反:因自知犯下这等灭绝天理的暴行,迦太基人非但未能振奋,反而惶恐万分,对哈斯德鲁拔痛恨入骨,认为他连本国受宽恕的退路都彻底断送了;元老院尤其大声疾呼谴责他,指责他在国家遭逢如此深重灾难之际竟做出这等残暴专横之举。哈斯德鲁拔则索性逮捕并处决了部分元老院议员,此时他在各方面皆已杯弓蛇影,其统治与其说是行军统帅不如说堕落成了僭主暴政,深信唯有让众人对自己感到畏惧、从而难以犯上,自己方能获得唯一的安全。
- 18117ὡς τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι
连词 ὡς 搭配不定式 καταπλαγῆναι 引导结果从句(功能等同于 ὥστε)。不定式的逻辑主语为宾格的 τοὺς Καρχηδονίους,τῷδε πρώτῳ 则充当原因或手段与格(“首先正因如此”)。
- 18118χαλεπῶς ἔχων τῆς ἐς τὰ Μέγαρα ἐπιχειρήσεως
副词 χαλεπῶς 与动词 ἔχω(此处为分词 ἔχων)构成的短语支配原因属格 τῆς... ἐπιχειρήσεως。表示情感态度的副词短语接原因属格,意为“对梅加拉的遇袭深感恼怒”。
- 18118ἀδιάλλακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν
中性复数形容词 ἀδιάλλακτα 处于名词化介词短语 τὰ ἐς Ῥωμαίους 的表语补足语位置,整句意为“企图使迦太基人对罗马人的关系陷入无可和解的境地”。τοῖς Καρχηδονίοις 为涉及利益或关系的与格。
