← 阿庇安

布匿战争

§17114-17116

解救曼基努斯与西庇阿整饬军纪

西庇阿抵达乌提卡后火速出航解救了身陷绝境的曼基努斯,并将其遣送回罗马。在与迦太基军对峙之际,西庇阿目睹己方部队军纪荡然,遂召集全军大会,严令驱逐闲杂非战斗人员并重申整饬军纪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17114

Σκιπίων δʼ ἑσπέρας ἐς Ἰτύκην κατήγετο, καὶ περὶ μέσας νύκτας ἐντυχὼν οἷς ὁ Μαγκῖνος ἔγραφε, τόν τε σαλπικτὴν ἐκέλευεν εὐθὺς ἐπὶ πόλεμον ἠχεῖν, καὶ τοὺς κήρυκας συγκαλεῖν ἐπὶ θάλασσαν ὅσοι συνεληλύθεσαν ἐξ Ἰταλίας αὐτῷ, καὶ τοὺς ἡβῶντας Ἰτυκαίων· ὅσοι δʼ ὑπερήλικες, ἀγορὰν ἐς τὰς τριήρεις καταφέρειν. αἰχμάλωτά τε Καρχηδονίων τινὰ λύσας, ἀφῆκεν ἐξαγγέλλειν αὐτοῖς ἐπιπλεῖν Σκιπίωνα. ἔς τε τὸν Πίσωνα ἱππέας ἄλλους ἐπʼ ἄλλοις ἔπεμπε, καλῶν αὐτὸν κατὰ τάχος. καὶ αὐτὸς ἐσχάτης φυλακῆς ἀνήγετο, κελεύσας, ὅταν πλησιάζωσιν, ὀρθοὺς ἐπὶ τῶν καταστρωμάτων ἑστάναι τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις.1 ὁ μὲν δὴ τάδʼ ἔπρασσεν, ὁ δὲ Μαγκῖνος, ἅμʼ ἕῳ τῶν Καρχηδονίων αὐτῷ πανταχόθεν ἐπιπιπτόντων, πεντακοσίους μέν, οὓς μόνους εἶχεν ἐνόπλους, περιέστησε τοῖς γυμνοῖς τρισχιλίοις οὖσι, τιτρωσκόμενος δὲ διʼ ἐκείνων καὶ συνωθούμενος ἐπὶ τὸ τεῖχος ἤδη κατεκρημνίζετο, καὶ αἱ νῆες ὤφθησαν αἱ τοῦ Σκιπίωνος, ῥοθίῳ τε φοβερῷ καταπλέουσαι καὶ μεσταὶ πανταχόθεν ὁπλιτῶν ἐφεστώτων, Καρχηδονίοις μὲν ᾐσθημένοις διὰ τῶν αἰχμαλώτων οὐκ ἀνέλπιστοι, Ῥωμαίοις δʼ ἀγνοοῦσιν ἀδόκητον σωτηρίαν φέρουσαι· μικρὸν γὰρ ὑποχωρησάντων τῶν Καρχηδονίων, ὁ Σκιπίων τοὺς κινδυνεύοντας ἐς αὐτὰς ἀνέλαβεν. καὶ Μαγκῖνον μὲν ἐς Ῥώμην αὐτίκα ἔπεμψε (καὶ γὰρ ἧκεν αὐτῷ Σερρανὸς ἐπὶ τὴν ναυαρχίαν διάδοχος), αὐτὸς δʼ οὐ μακρὰν τῆς Καρχηδόνος ἐστρατοπέδευεν. οἱ δὲ Καρχηδόνιοι τῶν τειχῶν ἐς πέντε σταδίους προελθόντες ἀντήγειραν αὐτῷ χάρακα, καὶ αὐτοῖς ἐς τόνδε τὸν χάρακα ἀφίκοντο Ἀσδρούβας τε ὁ τῆς χώρας στρατηγὸς καὶ Βιθύας ὁ ἵππαρχος ἑξακισχιλίους πεζοὺς ἄγοντες καὶ ἱππέας ἐς χιλίους, χρόνῳ καὶ μελέτῃ γεγυμνασμένους.

西庇阿于傍晚驶抵乌提卡,在约当午夜读到曼基努斯的信后,便立即命令号兵吹响战斗警报,并命传令官将从意大利随他而来的所有人以及乌提卡正值盛年的男子全召集至海边;那些超龄的长者则被命将粮草搬运至三层桨战船上。他又释放了几名迦太基俘虏,放他们回去向国人急报西庇阿正泛海杀来。他还接二连三地向皮索派出骑兵,召其速来会合。他本人则于夜间最后一更起航,并下令临近敌军时全员直立于甲板之上,以便让敌军产生兵力倍增之感。正当西庇阿作此部署之际,曼基努斯在破晓时分遭到迦太基人四面围攻;他将手头仅有的五百名武装士兵环绕在三千名手无寸铁的人四周,却从他们之间遭到杀伤并被逼至城墙边缘,眼看就要被推落峭壁。就在此时,西庇阿的船队赫然出现,激荡起骇人的浪涛破浪而来,四处密密麻麻伫立着重装步兵。对于已从俘虏口中得讯的迦太基人而言,战船的到来虽非意料之外,却给毫不知情的罗马人带来了绝处逢生的拯救;因为迦太基人略微退却,西庇阿遂将身陷险境的士卒接运上船。他旋即遣送曼基努斯返回罗马(因塞拉努斯已来接替舰队司令之职),自己则在离迦太基不远处扎营。然而迦太基人从城墙向前推进约五斯塔狄昂,修筑了与他对峙的营垒;野战军主帅哈斯德鲁拔与骑兵长官比堤亚斯率领步兵六千及骑兵约千人赶至该营垒会师,这些部队皆历经长期磨砺与实战演练。

§17115

ὁ δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐδὲ τεταγμένον, ἀλλʼ ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους, ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον,2 οἳ τῆς λείας χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγὰς ἄνευ παραγγέλματος ἰοῦσι, τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς,3 ὅσα τε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα, καὶ ὅσα διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνόμενα ἀρχάς· πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη, καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν. ὧν αἰσθόμενος ὁ Σκιπίων, καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων εἰ μὴ τῶν ἰδίων κρατήσειε,4 συνήγαγεν ἐς ἐκκλησίαν αὐτούς, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε.

西庇阿见士卒之中毫无纪律与秩序,反而在皮索的放任下沉溺于怠惰、贪婪与劫掠,且伴随着混杂在他们当中的一伙市井之徒,这伙人为了战利品而随行,与那些未经军令便外出抢掠的更悍勇者一同奔出;尽管军法规定凡在战时脱离号角声可闻范围之外者皆以逃兵论处,然而这些人一旦受挫,罪责全归咎于主帅,所掠之物又在他们之间引发新的争执与祸端;许多人竟因贪图私利而轻慢同帐袍泽,以致酿成非法的斗殴、致伤与杀戮。西庇阿察觉到这些情弊,深知若不能制服本部兵士则绝无战胜敌军之理,遂召集全军大会,登上一处高台严加训诫道: “将士们!

§17116

ἐγὼ μεθʼ ὑμῶν, ὦ ἄνδρες, ὑπὸ Μανιλίῳ στρατηγῷ ταττόμενος, τῆς εὐπειθείας ἐν ὑμῖν μάρτυσιν ἔδωκα πεῖραν, ἣν νῦν ὑμᾶς αἰτῶ στρατηγῶν, κολάσαι μὲν ἐς ἔσχατον ἔχων ἐξουσίαν τοὺς ἀπειθοῦντας, ὠφέλιμον δʼ ἡγούμενος προαγορεῦσαι. ἴστε δὲ ἃ πράττετε· καὶ τί με δεῖ λέγειν ἃ αἰσχύνομαι; λῃστεύετε μᾶλλον ἢ πολεμεῖτε, καὶ διαδιδράσκετε, οὐ στρατοπεδεύετε· καὶ πανηγυρίζουσιν ὑπὸ τῶν κερδῶν, οὐ πολιορκοῦσιν ἐοίκατε· καὶ τρυφᾶν ἐθέλετε πολεμοῦντες ἔτι, οὐ νενικηκότες. τοιγάρτοι τὰ τῶν πολεμίων ἐξ ἀέλπτου καὶ βραχέος, οὗ κατέλιπον, ἐς τοσοῦτον ἐπῇρται δυνάμεως, καὶ ἡμῖν ὁ πόνος ἐκ τῆσδε τῆς ῥᾳστώνης γέγονε χαλεπώτερος. τὰς δʼ αἰτίας εἰ μὲν ἐν ὑμῖν οὔσας ἑώρων, εὐθὺς ἂν ἐκόλαζον· ἐπεὶ δʼ ἀνατίθημι ἑτέρῳ, νῦν μὲν ὑμᾶς ἀφίημι τῶν μέχρι νῦν γεγονότων. ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε ἀλλὰ νικήσων, οὐδὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασόμενος. ἄπιτε πάντες ἐκ τοῦ στρατοπέδου τήμερον, ὅσοι μὴ στρατεύεσθε, χωρὶς τῶν ἐπιτραπησομένων ὑπʼ ἐμοῦ μένειν. τοῖς δʼ ἐξιοῦσιν οὐδʼ ἐπανελθεῖν δίδωμι, πλὴν εἴ τις ἀγορὰν φέροι, καὶ ταύτην στρατιωτικήν τε καὶ ψιλήν. ἔσται δὲ καὶ τούτοις χρόνος ὡρισμένος ἐν ᾧ τὰ ὄντα διαθήσονται, καὶ τῆς πράσεως αὐτῶν ἐγὼ καὶ ὁ ταμίας ἐπιμελησόμεθα. καὶ τάδε μὲν εἰρήσθω τοῖς περιττοῖς, ὑμῖν δὲ τοῖς ἐστρατευμένοις ἓν ἔστω παράγγελμα κοινὸν ἐπὶ πᾶσιν ἔργοις ὁ ἐμὸς τρόπος καὶ πόνος· πρὸς γὰρ τόδε κατευθεύνοντες αὑτοὺς οὔτε προθυμίας ἁμαρτήσεσθε οὔτε χάριτος ἀτυχήσετε. χρὴ δὲ νῦν μὲν πονεῖν, ἐν ᾧ κινδυνεύομεν, τὰ δὲ κέρδη καὶ τὴν τρυφὴν ἐς τὸν πρέποντα καιρὸν ἀναθέσθαι. ταῦτʼ ἐγὼ προστάσσω καὶ ὁ νόμος, καὶ τοῖς μὲν εὐπειθῶς ἔχουσιν οἴσει πολλὴν ἀγαθῶν ἀμοιβήν, τοῖς δʼ ἀπειθοῦσι μετάνοιαν.

当年我在马尼利乌斯将军麾下与你们并肩作战时,曾在你们作为见证人面前展示了我对军令的服从,而如今我以统帅身份向你们所要求的,正是这种服从;我虽有权将违令者严惩至极刑,但我认为事先予以训诫更为有益。你们自己心里清楚你们在做什么;我又何必道出那些令我自己都深感羞愧之事?你们所作所为与其说是打仗,不如说是为盗;你们四散溃逃,根本谈不上驻营结阵;你们为贪利而如过节般狂欢,丝毫不像围城之师;且在战事未平、胜负未定之时,就妄图沉溺享乐。正因如此,敌军才从我离去时那毫无希望、微不足道的绝境,恢复扩张到如今这般庞大的声势,而我们的战局亦因这等松懈怠惰而变得倍加艰险。若我认为责任全在你们,我定当立施严惩;但因我将此归咎于他人,眼下我对迄今所发生之事予以赦免。然而我本人来此,决不是为了打家劫舍,而是为了克敌制胜;绝非为了在胜利前聚敛私财,而是为了先荡平敌寇。除将获我许可留下者外,凡非在编服役之人,今日之内必须悉数离开军营!凡离营者,我概不准其再入,除非有人运送粮秣,且必须是军用朴素之物。对这些人亦将限定出脱存货的期限,其变卖将由我与财务官共同监督。对那些多余的人暂且说这些;而对于你们这些身列戎行之人,在一切行动中,我一己的作风与辛劳便是你们唯一的共同号令。因为依此导正自身,你们既不致缺乏奋勉,亦不致错失恩赏。在我们身处险境的当下,应当奋力效劳,而将财利与享乐推迟至适当的时机。这便是我与军法的戒令:对顺服者必将带来丰厚的善果,对抗命者则必招致悔恨。”

语法注4 条
  1. 17114τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις

    “τοῦ + 不定词”(τοῦ ... ἐμποιεῖν)构成目的从属句,意为“为了产生……”。πλέονα 与 τὴν ὄψιν 构成宾语与其补足语的述语性修饰结构,表示“使展现出的阵势给敌人造成兵力更多的印象”。

  2. 17115ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον

    分词 συνόντας 采用阳性宾格复数,受句中支配动词 ὁρῶν 支配,与语法上为中性单数的集合名词短语 ἄλλο τε πλῆθος ... ἀγοραῖον 形成依意义一致(constructio ad sensum),指代组成市井之徒群体的众人。

  3. 17115τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς

    此处为属格独立结构(τοῦ νόμου ... ἡγουμένου)。动词 ἡγέομαι 支配双宾格(把A视为B),带冠词分词 τὸν ἀποχωρούντα(离开者)作直接宾语,λιποστράτιον(逃兵/擅离要位)作宾语补足语。σάλπιγγος ἀκοῆς 则是由比较副词 πορρωτέρω 所要求的比较属格(“超出号角听闻范围之外”)。

  4. 17115εἰ μὴ τῶν ἰδίων κρατήσειε

    τῶν ἰδίων 语法上既可视为阳性复数属格(指“本部士卒、自己人”),与上文的 τῶν πολεμίων(敌军)相对;亦可视为中性复数属格(指“内部事务、己方事务”)。结合后文严明军纪与要求部属顺服的语境,取与敌军相对的人身指代(“己方的士兵”)更为贴切自然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:17114-17116