← 阿庇安

布匿战争

§17112-17113

西庇阿当选执政官与曼基努斯的危局

罗马民众因皮索的失策深感危机,特例中止法律选举西庇阿为执政官兼利比亚前线统帅;西庇阿整顿兵力启航,而前线的舰队司令曼基努斯则轻率突入迦太基城壁一角,陷入孤立绝境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17112

ἐς δὲ Ῥώμην ἐξαγγελλομένης τῆς τε Πίσωνος ἀπραξίας καὶ Καρχηδονίων παρασκευῆς, ὁ δῆμος ἤχθετο καὶ ἐδεδοίκει αὐξομένου πολέμου μεγάλου τε καὶ ἀδιαλλάκτου καὶ γείτονος· οὐ γάρ τινα διάλυσιν προσεδόκων, ἄπιστα πρότεροι κελεύσαντες. τῶν δʼ οὐ πρὸ πολλοῦ Σκιπίωνος ἔργων, ἐν Λιβύῃ χιλιαρχοῦντος ἔτι, μεμνημένοι, καὶ παραβάλλοντες αὐτὰ τοῖς παροῦσι, τῶν τε ἐπεσταλμένων σφίσιν ὑπὸ τῶν ἐκ στρατοπέδου φίλων καὶ οἰκείων ἀναφέροντες, ὥρμηντο ὕπατον ἐς Καρχηδόνα πέμπειν Σκιπίωνα. ἐνειστήκει δʼ ἀρχαιρέσια, καὶ ὁ Σκιπίων (οὐ γάρ πω διʼ ἡλικίαν αὐτῷ συνεχώρουν ὑπατεύειν οἱ νόμοι) ἀγορανομίαν μετῄει, καὶ ὁ δῆμος αὐτὸν ὕπατον ᾑρεῖτο. παρανόμου δʼ ὄντος καὶ τῶν ὑπάτων προφερόντων αὐτοῖς τὸν νόμον, ἐλιπάρουν καὶ ἐνέκειντο, καὶ ἐκεκράγεσαν ἐκ τῶν Τυλλίου καὶ Ῥωμύλου νόμων τὸν δῆμον εἶναι κύριον τῶν ἀρχαιρεσιῶν, καὶ τῶν περὶ αὐτῶν νόμων ἀκυροῦν ἢ κυροῦν ὃν ἐθέλοιεν. τέλος δὲ τῶν δημάρχων τις ἔφη τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν,1 εἰ μὴ σύνθοιντο τῷ δήμῳ. καὶ ἡ βουλὴ τοῖς δημάρχοις ἐπείθετο λῦσαι τὸν νόμον τόνδε καὶ μετὰ ἔτος ἓν αὖθις ἀναγράψαι, οἷόν τι καὶ Λακεδαιμόνιοι, λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον, ἔφασαν· κοιμάσθων οἱ νόμοι τήμερον.2 οὕτω μὲν ὁ Σκιπίων ἀγορανομίαν μετιὼν ᾕρητο ὕπατος, καὶ αὐτὸν ὁ σύναρχος Δροῦσος περὶ Λιβύης πρὸς αὑτὸν ἐκέλευε διακληροῦσθαι, μέχρι τις τῶν δημάρχων ἐσηγήσατο τῆσδε τῆς στρατηγίας τὴν κρίσιν τοῦ δήμου γενέσθαι· καὶ ὁ δῆμος εἵλετο τὸν Σκιπίωνα. ἐδόθη δʼ αὐτῷ στρατὸς ἐκ μὲν καταλόγου, ὅσος ἦν ἀντὶ τῶν ἀπολωλότων, ἐθελοντὰς δʼ ἄγειν ὅσους πείσειε παρὰ τῶν συμμάχων, καὶ ἐς βασιλέας καὶ πόλεις, ὅσας δοκιμάσειε, πέμπειν, τὸν Ῥωμαίων δῆμον ταῖς ἐπιστολαῖς ἐπιγράφοντα. καὶ ἔστιν οὓς ἔλαβεν οὕτω παρά τε πόλεων καὶ βασιλέων.

当皮索的无所作为与迦太基的备战情况传到罗马时,民众既愤怒又恐惧,担心一场浩大、无法调解且近在咫尺的战争日益加剧;因为罗马人此前曾提出背信弃义的苛刻要求,故而料想绝无和解的可能。他们回想起不久前西庇阿尚在利比亚担任军团长官时的战功,并将其与当下的困局相对照,又忆及军营中的亲友在来信中所述的种种,于是渴望派遣西庇阿以执政官的身份前往迦太基。正值选举之时,西庇阿(因年龄尚不足以依法担任执政官)本在竞选市政官,民众却径自推举他为执政官。在被指责为违法、执政官们亦向民众援引法律予以阻止时,民众再三恳求并步步进逼,齐声高呼根据图利乌斯与罗穆卢斯的法律,民众才是选举的主人,对有关选举的法律有权随意废立。最后,一位保民官声称,执政官若不顺从民众,他将剥夺执政官主持表决的权力。元老院遂听从保民官的意见,决定暂时废除该项法律,待一年后再行恢复;这正如当年拉凯达伊蒙人在危急关头免除皮洛斯被俘者的公民权剥夺处分时所说的那样: “让法律在今日入睡吧。” 就这样,本在竞选市政官的西庇阿被选为执政官。他的同僚德鲁苏斯要求与他抽签决定利比亚的管辖权,直到一位保民官提议将此项军权交由民众决断;民众遂一致推选了西庇阿。他获准通过正常征兵来补充战死者的缺额,并可率领他所能说服的同盟国志愿军,还可以以罗马人民的名义致信给他认为适当的君王与城邦。他确实以这种方式从诸城邦和君王那里获得了一批兵力。

§17113

ὁ μὲν δὴ τάδε διοικησάμενος ἐς Σικελίαν καὶ ἀπὸ Σικελίας ἐς Ἰτύκην ἔπλει· Καλπούρνιος δὲ Πίσων ἐπολιόρκει τὰ μεσόγεια, καὶ Μαγκῖνος ἐφορμῶν Καρχηδόνι, μέρος τι τοῦ τείχους ἀμελούμενον ἰδών, οὗ κρημνοὶ προύκειντο συνεχεῖς καὶ δύσβατοι, καὶ παρʼ αὐτὸ ἦν καὶ ἀμελούμενον, ἤλπισε λαθὼν κλίμακας ἐποίσειν ἐπὶ τὸ τεῖχος. καὶ προσέθηκε μέν, καί τινες τῶν στρατιωτῶν ἀνῆλθον εὐτόλμως· οἱ Καρχηδόνιοι δʼ ὀλίγων ἔτι ὄντων καταφρονήσαντες, ἀνέῳξαν πύλην ἐς τοὺς κρημνοὺς ἐκφέρουσαν, καὶ ἐπὶ τοὺς Ῥωμαίους ἐξέδραμον. καὶ αὐτοὺς οἱ Ῥωμαῖοι τρεψάμενοί τε καὶ διώκοντες ἐς τὴν πόλιν διὰ τῆς πύλης συνεσέδραμον. βοῆς δʼ ὡς ἐπὶ νίκῃ γενομένης, ὅ τε Μαγκῖνος ἐκφερόμενος ὑπὸ τῆς ἡδονῆς, καὶ τὰ ἄλλα ταχὺς ὢν καὶ κουφόνους, καὶ ὁ ἄλλος ὅμιλος ἅμα τῷ Μαγκίνῳ, τὰς ναῦς ἀφέντες ἐς τὸ τεῖχος ἐβοηδρόμουν ἄνοπλοί τε καὶ γυμνοί.3 ἤδη δὲ τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος,4 ἐχυρόν τι πρὸς τῷ τείχει καταλαβόντες ἡσύχαζον, τροφῶν δʼ ἀπορῶν ὁ Μαγκῖνος ἐκάλει Πίσωνα καὶ τοὺς Ἰτυκαίων ἄρχοντας, ἐπικουρεῖν αὑτῷ κινδυνεύοντι καὶ τροφὰς φέρειν κατὰ σπουδήν. καὶ ὁ μὲν ἔμελλεν ἅμʼ ἕῳ πρὸς τῶν Καρχηδονίων ἐξωθούμενος ἐς τοὺς κρημνοὺς συντριβήσεσθαι.

妥善安排妥当后,他便扬帆驶往西西里,再由西西里开赴乌提卡。彼时卡尔普尔尼乌斯·皮索正在围攻内陆各地,曼基努斯则在海上封锁迦太基。曼基努斯发现城墙有一处防守疏漏,前方是一片连绵险峻的峭壁,正因地势险恶防备才被松懈,于是企图神不知鬼不觉地搭梯登城。他确实架起了云梯,部分士兵亦奋勇登城;迦太基人见登城者人数尚少,便生轻慢之心,打开通往悬崖的一座城门向罗马人杀出。罗马人不仅击溃了他们,并在追击时顺着城门与迦太基人一同冲入城内。顿时爆发出胜利般的呼喊,狂喜失措且为人本就轻率浮躁的曼基努斯,还有其余人群,与曼基努斯一同弃船奔向城墙,身上既无兵器亦无甲胄。此时红日已近黄昏,他们夺取了城墙旁的一处坚固据点驻留下来;但因匮乏粮草,曼基努斯只得遣使呼救于皮索及乌提卡的当政者,请求火速救援身陷险境的自己并急送粮食。而他自身在黎明破晓之际,眼看就要被迦太基人驱逐推落峭壁而摔得粉身碎骨。

语法注4 条
  1. 17112τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν

    动词 ἀφαιρέομαι 接双宾格(表示人的宾格加表示物的宾格),意为“剥夺某人的某物”。此处表示威胁将从执政官们(τοὺς ὑπάτους)手中剥夺主持投票表决的权力(τὴν χειροτονίαν)。

  2. 17112κοιμάσθων οἱ νόμοι τήμερον

    κοιμάσθων 是动词 κοιμάω 的现在命令式第三人称复数(中动态或被动态)。这是引用斯巴达王阿格西劳斯的著名典故,形象地表示在危急时刻使法律暂时中止生效(“让法律在今日入睡”)。

  3. 17113ἄνοπλοί τε καὶ γυμνοί

    γυμνός 在此并非指字面上的“赤身裸体”,而是指未披铠甲、无防护装备。与 ἄνοπλος(未执兵器)并列,形容士兵们在极度盲目轻率的状态下“手无寸铁且未披甲胄(赤手空拳)”地奔向城墙。

  4. 17113τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος

    属格独立结构。ὁ θεός 指主宰天象的神祇,在此语境中具体指“太阳(日)”,整句意为“当日色已近黄昏之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:17112-17113