← 阿庇安

布匿战争

§16109-16111

西庇阿返抵罗马与迦太基的内讧

西庇阿携法梅阿斯筹得粮草凯旋并获誉回罗马受赏。继任执政官皮索作战无功退入冬营,重振士气的迦太基人声势日盛,将领哈斯德鲁拔则在元老院谋杀了同名的市防司令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16109

ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου ὁ στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δʼ ὑπερηδόμενός τε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐδʼ Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα διʼ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δʼ ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. ὁ οὖν Σκιπίων τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφʼ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου· καὶ ὁ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε ἡ δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα· καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δʼ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. ὁ δʼ ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαίων στρατόπεδον.

当西庇阿与法梅阿斯一同归来时,全军迎上前去,如同庆祝凯旋一般向西庇阿欢呼致意。曼尼利乌斯大喜过望,以为有了这一收获,撤退便不再可耻,又料想惊慌失措的哈斯德鲁拔不会尾随追击,兼之原本备有十五天的粮草如今已是第十七天,因粮饷告罄而立即拔营起程。然而他们还须经受三天的艰辛跋涉方能返回。于是西庇阿率领法梅阿斯、戈卢萨以及二人麾下的骑兵,并增调了部分意大利骑兵,疾驰奔赴名为“大深渊”的平原,于夜幕降临之际为全军带回了大批掳获物和粮食。曼尼利乌斯获悉卡尔普尔尼乌斯·皮索将前来接替其统帅之职,便派遣西庇阿与法梅阿斯先行返回罗马;将士们奔赴战船之旁,向西庇阿齐声欢呼,祈愿他能以执政官的身份重返利比亚,深信唯有他方能攻克迦太基。因为他们心中油然生出一种神示般的信念,认定唯有西庇阿能攻取迦太基;许多人亦将此情致信告知罗马的亲友。元老院盛赞西庇阿,并赐予法梅阿斯紫袍、金扣针、配有黄金饰具的骏马、一套全副武装以及一万银德拉克马以示殊荣,还赐给他价值一百弥那的一套银器、帐篷以及完备的行军器具。元老院更使他寄望于得到更多赏赐,只要他能协助他们共同完成接下来的战事。法梅阿斯应诺之后,便渡海返回利比亚的罗马军营。

§16110

ἧκε δὲ Καλπούρνιος Πίσων ὁ ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν· οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐδὲ Ἀσδρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δʼ ἐγγὺς εἷλεν ὁ Πίσων, καὶ διήρπαζεν αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν.1 ἀπὸ δὲ ταύτης ἐς Ἰππάγρετα μετῆλθεν, ἣ μεγάλη τε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπʼ Ἀγαθοκλέους τοῦ Σικελιωτῶν τυράννου κατεσκεύαστο καλῶς, μέση δʼ οὖσα Καρχηδόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευε τὴν Ῥωμαίοις διαπλέουσαν· ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ ὁ Καλπούρνιος ἀμύνασθαί τε αὐτοὺς ἐπενόει, καὶ τό γε κέρδος ἀφελέσθαι. ἀλλʼ ὁ μὲν τὸ θέρος ὅλον ἐφεδρεύων οὐκ ἤνυε, δὶς δʼ ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχηδονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατέπρησαν. καὶ ὁ μὲν ἄπρακτος ἐς Ἰτύκην ἐπανελθὼν ἐχείμαζεν.

执政官卡尔普尔尼乌斯·皮索于开春之际抵达,由卢基乌斯·曼基努斯担任舰队司令随行。他们没有进攻迦太基人,也没有进攻哈斯德鲁拔,而是沿途攻打诸城,却在陆海并进图谋阿斯皮斯时铩羽而归;但皮索攻陷了附近另一座城邑,尽管该城声称是依照协定归顺于他的,他仍将之彻底劫掠。随后他转攻伊帕格雷塔,此城规模宏大,城墙、卫城、港口与船坞皆由西西里僭主阿加托克利斯修筑完备;它介于迦太基与乌提卡之间,屡屡拦截转运给罗马人的补给粮秣,当地居民因而极为富有。卡尔普尔尼乌斯意图惩戒他们,并夺取此项利益。但他围攻了整个夏季却一无所获;伊帕格雷塔人在迦太基援军的协同下两次发动突袭,焚毁了他的攻城器具。他遂无功而返,退回乌提卡过冬。

§16111

οἱ Καρχηδόνιοι δέ, ἐπειδή σφισι καὶ τὸ Ἀσδρούβα στρατόπεδον ἀπαθὲς ἦν, καὶ αὐτοὶ κρείττους ἐν τῇ μάχῃ ἐγεγένητο Πίσωνος ἀμφὶ τὰ Ἱππάγρετα, Βιθύας τε αὐτοῖς ὁ Νομὰς μετὰ ὀκτακοσίων ἱππέων ἀπὸ Γολόσσου προσεκεχωρήκει, καὶ Μικίψην καὶ Μαστανάβαν τοὺς Μασσανάσσου παῖδας ἑώρων ὑπισχνουμένους μὲν ἀεὶ Ῥωμαίοις ὅπλα καὶ χρήματα, βραδύνοντας δὲ καὶ περιορωμένους ἄρα τὸ μέλλον, ἐπῄρθησαν τοῖς φρονήμασι καὶ Λιβύην ἀδεῶς ἐπῄεσαν, κρατυνόμενοί τε τὴν χώραν καὶ πολλὰ ὑβριστικὰ ἐν ταῖς πόλεσι κατὰ Ῥωμαίων ἐκκλησιάζοντες. ἔς τε τὴν ἀνανδρίαν αὐτῶν προύφερον τὰ ἐς Νέφεριν αὐτοῖς δὶς γενόμενα, καὶ ὅσα ἔναγχος ἐς Ἱππάγρετα, καὶ τὸ αὐτῆς Καρχηδόνος ἀνόπλου τε οὔσης καὶ ἀφράκτου μὴ δεδυνῆσθαι κατασχεῖν. ἔπεμπον δὲ καὶ ἐς Μικίψην καὶ Μαστανάβαν καὶ ἐς τοὺς αὐτονόμους Μαυρουσίων, παρακαλοῦντες ὁμοῦ, καὶ διδάσκοντες ὅτι καὶ σφίσι μεθʼ αὑτοὺς ἐπιχειρήσουσι Ῥωμαῖοι. ἔστελλον δὲ καὶ ἐς Μακεδονίαν ἄλλους πρὸς τὸν νομιζόμενον υἱὸν εἶναι Περσέως, πολεμοῦντα Ῥωμαίοις, καὶ ἀνέπειθον ἔχεσθαι τοῦ πολέμου καρτερῶς ὡς οὐκ ἐλλειψόντων αὐτῷ χρημάτων καὶ νεῶν2 ἀπὸ Καρχηδόνος. ὅλως τε μικρὸν οὐδὲν ἔτι ἐφρόνουν ὁπλισάμενοι, ἀλλὰ θυμῷ καὶ τόλμῃ καὶ παρασκευῇ κατὰ μικρὸν ηὔξοντο. ἐπῇρτο δʼ ἐν μέρει καὶ Ἀσδρούβας ὁ κατὰ τὴν χώραν στρατηγὸς τῷ δὶς κρατῆσαι Μανιλίου· τήν τε τῆς πόλεως στρατηγίαν προσλαβεῖν ἐπειγόμενος, Ἀσδρούβαν τὸν ἄρχοντα αὐτῆς, ἀδελφιδοῦν ὄντα Γολόσσου, διέβαλλε τῇ βουλῇ τὰ Καρχηδονίων Γολόσσῃ προδιδόναι. καὶ τοῦ λόγου προτεθέντος ἐς μέσον, ὁ μὲν ἠπορεῖτο ὡς ἐπʼ ἀδοκήτῳ, οἱ δὲ τύπτοντες αὐτὸν τοῖς ὑποβάθροις3 κατέβαλον.

迦太基人见哈斯德鲁拔的营垒安然无恙,自己又在伊帕格雷塔附近的交战中挫败了皮索,努米底亚人比堤亚斯亦率八百名骑兵脱离戈卢萨转投他们,而马萨纳萨之子米基普萨与马斯塔纳拔虽一再向罗马人许诺提供兵甲钱粮,却迟迟不行、伺机观望局势,因而士气大振,在利比亚全境肆无忌惮地往来巡行,巩固领地,并在各城邦召集民众大会对罗马人大肆羞辱讥讽。他们直斥罗马人懦弱无能,指责他们在内费里斯两度遭受的败绩、最近在伊帕格雷塔的挫折,以及面对已解除武装且无险可守的迦太基城自身却竟无力攻取的丑态。他们还遣使前往米基普萨与马斯塔纳拔处,并联络自主独立的毛里人,呼吁他们结成同盟,告诫他们若迦太基覆灭,罗马人随后必将进犯他们。他们又派遣另一批使者前往马其顿,拜见那位正与罗马人作战、被视为珀尔修斯之子的人,劝说他坚韧不拔地维系战事,许诺迦太基必将提供充足的钱财与战船。总之,重新武装起来的迦太基人不再自甘菲薄,其斗志、胆魄与备战规模日益扩充。与此同时,掌管野战军的将领哈斯德鲁拔因两度战胜曼尼利乌斯而得意忘形;他急于兼揽城内的统帅权,便在元老院诬告城防长官哈斯德鲁拔(此人系戈卢萨的外甥)将迦太基的机密出卖给戈卢萨。当这一指控被公之于众时,市防司令哈斯德鲁拔因突遭不测指控而不知所措,议员们竟操起凳椅猛击,将他活活打死。

语法注3 条
  1. 16110αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν

    分词 αἰτιωμένην 修饰前文省略的城邦(ἑτέραν [πόλιν]),后接不定式 προσελθεῖν,意为“(尽管)声称自己是根据协议归顺于他(皮索)的”。此处 αἰτιάομαι 并非单纯“指责”,而是指“据理申辩、声称”。

  2. 16111ὡς οὐκ ἐλλειψόντων αὐτῷ χρημάτων καὶ νεῶν

    由 ὡς 引导的属格独立结构,表示使节所传达的主观保证与理由。主语为 χρημάτων καὶ νεῶν,分词 ἐλλειψόντων 是动词 ἐλλείπω 作不及物用法(“匮乏、缺少”)的将来时主动分词,意为“向其保证迦太基绝不会使他缺乏钱粮战船”。

  3. 16111τοῖς ὑποβάθροις

    工具与手段与格。ὑπόβαθρον 本义为“踏脚凳、足凳”,此处特指元老院议事堂内议员们使用的脚凳或矮凳,在此突发事件中被抓来充当临时的凶器。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:16109-16111