- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:16107-16108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿与迦太基骑兵将领法梅阿斯接触并促成其归顺,在曼尼利乌斯受阻于内费里斯之际,法梅阿斯率领二千二百名骑兵投奔罗马一方。
οὕτω μὲν ὁ Σκιπίων τὴν ἀρχὴν καὶ περιουσίαν Μασσανάσσου διεῖλε τοῖς παισί, καὶ Γολόσσην εὐθὺς ἐς συμμαχίαν ἐπήγετο· ὁ δὲ τὰς Φαμέου μάλιστα ἐνέδρας, αἳ πολλὰ Ῥωμαίους ἐλύπουν, ἐρευνώμενος ἀνέστελλεν. ἐν δέ τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαράδραν, καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δʼ ὁ Σκιπίων μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, προϊὼν κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν ὁ Φαμέας ἰδὼν ἀντιπροῄει μεθʼ ἑνὸς φίλου. ἐλπίσας δʼ αὐτὸν ὁ Σκιπίων εἰπεῖν τι θέλειν, ἐξίππευσε μεθʼ ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατακούειν ἐδύναντο ἀλλήλων, πρὸ Καρχηδονίων οἱ προελήλυθεν.1 τί δὴ τῆς ἰδίας σωτηρίας οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι; ὁ δέ, τίς ἐστιν, ἔφη, μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δʼ ὑπʼ ἐμοῦ κακὰ πολλὰ πεπονθότων; καὶ ὁ Σκιπίων, ἐγγυῶμαί σοί, φησιν, εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι.2 ὁ δʼ ἐπῄνεσε μὲν ὡς ἀξιοπιστότατον ἐκ πάντων, κρινῶ δʼ, ἔφη· κἂν δυνατὸν ἡγῶμαι, φανερὸν ἔσται σοι.
西庇阿就这样将马萨纳萨的王国与财产分给了诸子,并随即争取戈卢萨结为同盟。戈卢萨着重四处侦察,屡次击退曾令罗马人苦不堪言的法梅阿斯的伏兵。在一次冬令战役中,西庇阿与法梅阿斯隔着一条无法通行的深壑并行前进,彼此皆奈何不得对方。西庇阿担心前方设有伏兵,便带着三名友人先行上前查探。法梅阿斯望见他,也带了一名友人迎面走来。西庇阿料想他有话要说,便同样只带一名同伴策马而出。当两人走近至已能互相听清话音时,法梅阿斯已先于迦太基诸军向前朝他走近,西庇阿遂问道:“若你不能兼顾公家之存亡,为何不为自身的安全打算呢?”对方答道:“在迦太基人落入这般境地,而罗马人又从我手中蒙受如此多祸患的情况下,我还能有什么安全可言呢?”西庇阿说:“如果你信得过我、认我有此分量,我向你担保,罗马人必定会赐你安全、宽恕与恩宠。”法梅阿斯赞赏他是众人中最值得信赖之人,说道:“我自当权衡;若我认为切实可行,必教你知晓。”
καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν, ὁ δὲ Μανίλιος αἰδούμενος τὴν δυσπραξίαν τὴν ἐς Ἀσδρούβαν αὐτῷ γενομένην, αὖθις ἐς Νέφεριν ἐστράτευε, πεντακαίδεκα ἡμερῶν τροφὰς ἐπαγόμενος. πλησιάσας δʼ ἔθετο χάρακα καὶ ὠχύρου καὶ ἐτάφρευε, καθὰ Σκιπίων ἐν τῇ προτέρᾳ στρατείᾳ παρήγγειλεν. οὐδὲν δὲ ἀνύων ἐν αἰδοῖ μείζονι ἐγίγνετο καὶ φόβῳ τοῦ πάλιν αὐτοῖς ἀπιοῦσι τὸν Ἀσδρούβαν ἐπιθέσθαι. καὶ ὁ μὲν ἐν τῷδε ἦν ἀπορίας, ἐπιστολὴν δέ τις ἐκ τοῦ Γολόσσου στρατοῦ ἔφερε τῷ Σκιπίωνι. ὁ δʼ, ὡς εἶχε, σεσημασμένην ἐπέδειξε τῷ στρατηγῷ. καὶ λύσαντες ηὗρον· ἐς τήνδε τὴν ἡμέραν ἐγὼ μὲν τόδε τὸ χωρίον καταλήψομαι· σὺ δʼ ἐλθὲ μεθʼ ὅσων βούλει, καὶ τοῖς προφύλαξιν εἰπὲ δέχεσθαι τὸν νυκτὸς ἀφικνούμενον. ἡ μὲν ἐπιστολὴ χωρὶς ὀνομάτων τοιάδʼ ἐδήλου, συνῆκε δʼ ὁ Σκιπίων εἶναι παρὰ Φαμέου. καὶ ὁ Μανίλιος ἐδεδοίκει μὲν περὶ τῷ Σκιπίωνι, μή τις ἀπάτη παρʼ ἀνδρὸς γένοιτο πιθανωτάτου πάντων ἐς ἐνέδρας· εὔελπιν δʼ αὐτὸν ὁρῶν ἔπεμπεν, ἐπιτρέψας περὶ μὲν τῆς σωτηρίας δοῦναι πίστιν ἀσφαλῆ τῷ Φαμέᾳ, χάριν δὲ μὴ ὁρίζειν, ἀλλʼ ἐπαγγέλλεσθαι Ῥωμαίους τὰ πρέποντα ποιήσειν. οὐ μὴν ἐδέησεν οὐδʼ ἐπαγγελίας· ὁ γάρ τοι Φαμέας ὡς ἧκεν ἐς τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δʼ εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας μετὰ τῶν ἰλαρχῶν ἐς τὸ μεταίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν· εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθʼ ὑμῶν· εἰ δʼ ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν,3 καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα. ὁ μὲν οὕτως εἶπε, τῶν δʼ ἰλαρχῶν οἱ μὲν σὺν τοῖς αὑτῶν ηὐτομόλησαν, καὶ ἐγένοντο πάντες ἐς διακοσίους καὶ δισχιλίους ἱππέας· τοὺς δʼ Ἄννων κατεκώλυσεν, ᾧ Λεῦκος ἦν ἐπίκλησις.
二人就此作别。与此同时,曼尼利乌斯因自己在对抗哈斯德鲁拔时所受的挫败而深感惭愧,遂带上十五天的口粮再次进军内费里斯。临近敌方时,他立起栅栏、筑固营垒、挖掘战壕,一如西庇阿在上次出征时所嘱咐的那样。但他未立寸功,陷入了更大的羞愧之中,且唯恐撤退时哈斯德鲁拔会再次引军袭来。正当他处于这般窘境之际,有人从戈卢萨的军营中为西庇阿送来一封书信。西庇阿将原封未动的信件呈与主帅观看。他们拆开信件,只见上面写道:“在某日,我将占领某地;你带上所需的人马前来,并命前哨卫兵接纳夤夜前来的来客。” 信中虽未具姓名,却写明了这些事,西庇阿领会到这是法梅阿斯送来的。曼尼利乌斯为西庇阿的安全感到担忧,唯恐这个在设伏上最为诡诈巧言之人有何阴谋;但他见西庇阿满怀信心,便派他前去,准许他为法梅阿斯提供人身安全的坚实保证,但不预定恩赏之厚薄,只许诺罗马人必当做出相称的优待。然而甚至连许诺都未派上用场:当法梅阿斯依约赶来时,他说自己相信以右手立誓的西庇阿能够保全其性命,至于赏遇则听凭罗马人处置。言毕,他于次日将部队列为战阵,随即借口执行其他侦察,与各骑兵队长一同策马冲入两军阵地之间,对众人说道:“如果尚有挽救祖国之可能,我愿与诸位同生共死;但如果祖国局势已成这般光景,我以为应当为自身的安危早做打算。我已为自己以及我所能说服的诸位求得了安全信约;如今也是诸位选择何去何从以谋福祉的时刻了。” 他言尽于此,部分骑兵队长遂率所属部卒归顺,合计达二千二百名骑兵;其余人等则被绰号“白者”的汉诺拦阻了下来。
- 16107πρὸ Καρχηδονίων οἱ προελήλυθεν
三人称单数完成时动词 προελήλυθεν 的主语为法梅阿斯,附着代词与格 οἱ 指向西庇阿。介词短语 πρὸ Καρχηδονίων 意为“在迦太基军前方/先于迦太基人”,描绘法梅阿斯从自军阵列中走出、迎向西庇阿的站位;随后的一句发问则出自西庇阿之口。
- 16107ἐγγυῶμαί σοί, φησιν, εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι
主动词 ἐγγυῶμαι(担保、保证)统领一个表示间接引语的宾格不定式结构(σωτηρίαν ... ἔσεσθαι)。插入的条件从句 εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως 省略了系动词 εἰμί,意为“若我值得信赖且具信誉”。
- 16108ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν
介词 ἐπί 首先支配与格反身代词 ἐμαυτῷ,随后在连词 καί 之后支配省略了与格先行词(τούτοις)的关系从句,关系代词 ὅσους 未受格的吸引而作为从句动词 πείσαιμι 的宾格宾语。祈愿语气 πείσαιμι 在过去从属语境中表示潜在或将来的含义(“凡我所能说服的你们当中之人”)。
