- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:16105-16106
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院遣使视察军营,全军上下极力称颂西庇阿的功勋。与此同时,努米底亚国王马萨纳萨病危,临终前托孤于西庇阿;马萨纳萨去世后,西庇阿因材施教,将王国治理之权分派予其三位嫡子。
ἐν τούτῳ δὲ καὶ ἡ σύγκλητος ἐς τὸ στρατόπεδον ἔπεμπε τοὺς εἰσομένους καὶ μεταδώσοντας αὐτῇ τὰ ἀκριβέστατα, ἐφʼ ὧν1 ὅ τε Μανίλιος καὶ τὸ συνέδριον καὶ οἱ λοιποὶ τῶν χιλιάρχων, ἐσβεσμένου τοῦ φθόνου διὰ τὴν εὐπραγίαν, ἐμαρτύρουν τῷ Σκιπίωνι, καὶ ὁ στρατὸς ἅπας καὶ τὰ ἔργα ἐπʼ ἐκείνοις, ὥστʼ ἐπανελθόντες οἱ πρέσβεις διεθρόησαν ἐς ἅπαντας τὴν ἐμπειρίαν καὶ ἐπίτευξιν τοῦ Σκιπίωνος καὶ τῆς στρατιᾶς τὴν ἐς αὐτὸν ὁρμήν. ἡ δὲ βουλὴ τούτοις μὲν ἔχαιρε, πολλῶν δὲ γεγενημένων πταισμάτων ἐς Μασσανάσσην ἔπεμπε, καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. ὁ δʼ ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ, καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλά, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα κατὰ φιλίαν αὐτοῦ τε καὶ τοῦ πάππου σύμβουλόν οἱ περὶ τῶν τέκνων καὶ τῆς ἀρχῆς ἐσόμενον. ὁ δὲ ᾔει μὲν αὐτίκα, μικρὸν δὲ πρὶν ἐλθεῖν ὁ Μασσανάσσης ἀποψύχων ἐπέσκηψε τοῖς παισὶ πείθεσθαι τοῦ Σκιπίωνος,2 ὡς ἂν αὐτοῖς διαιρῇ τὰ ὄντα.
与此同时,元老院亦向营地遣派使节,以查明实情并向元老院呈报最确切的汇报。在这些使节面前,曼尼利乌斯、军政会议以及其余军政官,因西庇阿立下的大功而妒意全消,皆为西庇阿作证赞誉,全军上下及其战绩更无可辩驳地证实了这一点;因此使节们归去后,向众人极力传布西庇阿的干练、功勋以及全军对他的归心倾慕。元老院闻报虽喜,但因屡遭挫败,遂遣使往见马萨纳萨,敦请他全力结盟协力攻打迦太基。然而使节并未见到他;他年迈患病,且庶子众多(他已赐予他们厚赠),嫡子三人且性情行事截然不同,故念及与西庇阿及其祖父的情谊,特召西庇阿前来,就诸子与王位处置之事作为顾问。西庇阿当即启程,但在其赶到前不久,濒临断气的马萨纳萨即命诸子顺从西庇阿所裁定的一切财产划分。
καὶ ὁ μὲν τοῦτʼ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρʼ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δʼ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δʼ αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδʼ ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. ὁ μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δʼ ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ὃ ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν3 καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι καὶ δευτέρῳ καθʼ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.
言毕,他便溘然长逝。此人在诸事上皆称得上是成功之士:当祖传疆土被迦太基人及叙法克斯夺去后,神明赐他得以收复,更使其疆界极大扩展,从大洋之滨的毛利人之地直至内陆昔兰尼人的统治边界;并开垦了大片土地(盖因游牧民未事耕作,大多食草为生);留下了巨额资财与庞大精锐的军队;在敌人之中,他亲手生俘叙法克斯,又令迦太基走向倾覆,为罗马人留下一个彻底衰弱的迦太基。他生来体魄魁伟,直至垂暮之年依旧强健,至死亲临战阵,无须扶马侍从便能上马。而最能有力证明其强健的莫过于此:尽管生子甚多而夭折者亦众,但其膝下之子从不少于十人,年届九旬尚留下一名四岁幼子。马萨纳萨寿数与体魄皆臻此境而终。西庇阿遂给其庶子增赐财帛,向三位嫡子宣布府库、赋税与王号为三人共有,而将其他职责按各人所好予以分派:米奇普萨年纪最长且最为爱好和平,获分得齐尔塔特邑及其王宫;戈卢萨兼具统帅之才且年齿居次,掌管战和之权;马斯塔纳巴年纪最幼且谨守正义,司掌为臣民判决争端之职。
- 16105ἐφʼ ὧν
介词 ἐπί 接关系代词复数属格 ὧν,其先行词为前文提及的元老院使节(τοὺς εἰσομένους καὶ μεταδώσοντας),意为“在他们(使节们)面前”。尽管 ἐπί 加属格有时可表时间(“在……之时”),但在此处与主句的作证动词 ἐμαρτύρουν 相呼应,表示向这些使者当面作证,故指人最为确切。
- 16105πείθεσθαι τοῦ Σκιπίωνος
动词 πείθεσθαι(顺从、听从)在古典希腊语中通常支配与格,但此处支配了属格 τοῦ Σκιπίωνος。这种用法属于希腊化时期的语法演变,是类比于表示“听从、归顺”的动词(如 ἀκούειν, ὑπακούειν 等支配属格)而产生的混用。
- 16106Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν
与格(Μικίψῃ... Γολόσσῃ... Μαστανάβᾳ...)统领平行的不定式(ἔχειν... εἶναι... δικάζειν),皆受前置动词 διέκρινεν(分派、裁定)所支配,构成表达分派具体内容与职权的间接表述结构。
