- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:15103-15104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿运用骑兵轮番袭扰战术掩护全军渡河撤退,随后又奇袭解救了被困山丘的四个大队,赢得全军欢呼。曼尼利乌斯军在溃退中再受骚扰,阿斯德鲁巴尔则应西庇阿之请收葬了阵亡的军政官。
ὁ δὲ Σκιπίων τριακοσίους ἱππέας οὓς εἶχεν ἀμφʼ αὑτόν, καὶ ὅσους ἄλλους συναγαγεῖν ἔφθασε, διελὼν ἐς δύο τοῖς ἐχθροῖς ἐπῆγε σὺν δρόμῳ πολλῷ, παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας,1 εἶτʼ αὖθις ἐπιόντας καὶ πάλιν εὐθὺς ἀποπηδῶντας. οὕτω γὰρ εἴρητο αὐτοῖς, τοὺς ἡμίσεας ἀεὶ παρὰ μέρος ἐπιέναι καὶ ἀκοντίσαντας ἀπελαύνειν, ὥσπερ ἐν κύκλῳ περιιόντας. γιγνομένου δὲ τοῦδε πυκνοῦ, καὶ διαστήματος οὐδενὸς ὄντος, οἱ μὲν Λίβυες ἐβάλλοντο συνεχῶς, καὶ ἐπιστρέφοντες ἐς τὸν Σκιπίωνα ἧσσον τοῖς περῶσιν ἐπέκειντο, οἱ δʼ ἔφθασαν διελθεῖν τὸ ῥεῦμα. καὶ ὁ Σκιπίων ἐπʼ αὐτοῖς ἀφίππευσε βαλλόμενός τε καὶ χαλεπῶς. σπεῖραι δʼ ἐν ἀρχῇ τοῦδε τοῦ πόνου τέσσαρες ἀποσχισθεῖσαι τοῦ ῥεύματος ὑπὸ τῶν πολεμίων ἔς τινα λόφον ἀνέδραμον· καὶ αὐτὰς ὁ Ἀσδρούβας περιεκάθητο, ἀγνοούντων ἔτι Ῥωμαίων, ἕως ἐστάθμευσαν. ἐπεὶ δʼ ἔμαθον, ἠπόρουν, καὶ τοῖς μὲν ἐδόκει φεύγειν καὶ μὴ κινδυνεύειν ἅπασι διʼ ὀλίγους, ὁ δὲ Σκιπίων ἐδίδασκεν ἀρχομένων μὲν ἔργων εὐβουλίᾳ χρῆσθαι, κινδυνεύοντων δὲ ἀνδρῶν τοσῶνδε καὶ σημείων τόλμῃ παραβόλῳ. αὐτὸς δʼ ἐπιλεξάμενός τινας ἱππέων ἴλας, ἐπανοίσειν ἔφη ἐκείνους, ἢ χαίρων αὐτοῖς συναπολεῖσθαι. δύο τε ἡμερῶν σιτία φέρων εὐθὺς ὥδευε, δεδιότος πάνυ τοῦ στρατοῦ μὴ οὐδʼ αὐτὸς ἐπανέλθοι. ὡς δʼ ἧκεν ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολιορκούμενοι, τὸν μὲν ἄντικρυς αὐτοῦ δρόμῳ κατέλαβε, καὶ μία τοὺς δύο χαράδρα διεῖργεν, οἱ δὲ Λίβυες τότε μάλιστα ἐπέκειντο τοῖς πολιορκουμένοις καὶ πρὸς αὐτοὺς ἐνενεύκεσαν, ὡς οὔπω δυναμένου τοῦ Σκιπίωνος ἐπικουρεῖν ἐξ ὁδοιπορίας συντόνου. ὁ δὲ Σκιπίων ὡς εἶδε τὰς πέζας τῶν δύο λόφων τὴν χαράδραν περιιούσας, τὸν καιρὸν οὐ μεθῆκεν, ἀλλὰ περιέδραμε διʼ αὐτῶν ὑπὲρ τοὺς πολεμίους. οἱ δʼ ἤδη κυκλούμενοι διέφευγον ἀκόσμως, μεθιέντος αὐτοὺς ἀπιέναι τοῦ Σκιπίωνος ἀδεῶς, πολὺ πλείονας ὄντας.
然而,西庇阿将身边的三百名骑兵以及抢先集结起来的其余兵力分为两队,率领他们全速冲向敌人。他们轮番投掷标枪并随即后撤,接着再次发起冲击又旋即退回;盖因他们奉有命令,始终以半数轮流出击,掷出标枪后即行退开,宛如环形往复回旋。由于这一战法频繁施展、间不容发,利比亚人不断受到攻击,转而对付西庇阿,从而减缓了对渡河部队的压迫,其余人得以趁机渡过溪流。西庇阿随后策马随之撤退,自身亦冒着密集矢石,处境维艰。 在这场鏖战之初,有四个步兵大队被敌人切断了通往溪流的退路,奔上一座小丘;阿斯德鲁巴尔将他们合围,而罗马人直到扎营时对此仍一无所知。及至得知此事,全军不知所措:有人主张应当撤退,切不可因少数人而危及全体;西庇阿则指出,在行动之初固当审慎,但当如此众多的勇士与军旗濒临危难之际,则必须施以决死的胆略。他亲自挑选了几队骑兵,宣称若不能将那些人带回,便甘愿与他们同归于尽。他携带两日的口粮随即启程,全军上下深恐连他自己亦无法生还。当他抵达被围人员所在的小丘时,疾驰占领了对面的山丘,两丘之间仅隔一条深沟。当时利比亚人正全力攻打被围之军,注意力全倾注于彼处,以为西庇阿经过急行军后尚无力来援。但西庇阿见两丘的山脚环绕着深沟,决不肯坐失良机,经由该处疾驰迂回,插至敌人上方高处。敌军见自己即将陷入包围,顿时乱作一团四散奔逃;西庇阿见敌众我寡,便任由他们从容退去。
οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους. καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώσαντα τοὺς ἑτέρους, μέγα ἠλάλαξαν ἡδόμενοι. καὶ δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι2 Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι· ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. ὁ δʼ ἐρευνησάμενος τὰ νεκρά, καὶ ἀπὸ τῆς σφραγῖδος εὑρών (χρυσοφοροῦσι γὰρ τῶν στρατευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούντων), ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίωνος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δʼ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσδρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις· ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι τῆς πόλεως ἐκδραμόντες ὑπήντων, καί τινα καὶ τῶν σκευοφόρων διέφθειραν.
西庇阿便是如此拯救了这批陷于绝望之中的兵士。大军远远望见他不仅出人意料地安然生还,更解救了同袍,皆欣喜若狂地高声欢呼。他们认为必有神明从旁庇佑,而这神明据信也曾向其祖父西庇阿昭示未来。曼尼利乌斯因未听从西庇阿劝阻出兵的进言而付出了沉重代价,引军撤回城旁的营寨。众人皆为阵亡将士未能收殓入土而悲恸,尤痛惜那几名军政官;西庇阿遂释放了一名战俘遣往阿斯德鲁巴尔处,劝其安葬这几位军政官。阿斯德鲁巴尔搜寻尸首,根据印章指环辨认出他们(盖从军者唯军政官佩戴金戒,低级军官与士兵则佩铁戒),并将他们予以安葬;这或是出于他认为此乃人道之举且符合战时通例,或是他已对西庇阿的名望心存畏敬而欲结其善缘。当罗马人自阿斯德鲁巴尔处撤退时,法梅亚斯尾随逼迫因溃败而惶恐不安的溃兵;而当他们进入〔营寨〕时,迦太基人出城迎击,亦歼灭了部分辎重兵。
- 15103παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας
宾格分词 ἀκοντίζοντας 与 ἀποχωροῦντας 与前文的直接宾语 τριακοσίους ἱππέας(及 ὅσους...)保持一致修饰,描绘了骑兵部队分为两队后“轮番(παρὰ μέρος)”投掷标枪并随即后撤的战术行动方式。
- 15104τοῦ μὴ πεισθῆναι
属格冠词搭配不定词,依附于名词 τίσιν(代价、惩罚),作原因或说明性属格(genitive of cause/explanation),意为“因未听从西庇阿而付出了沉重代价”。
