← 阿庇安

布匿战争

§15101-15102

西庇阿威望渐著与内费里斯之败

西庇阿因其守信与成功击退夜袭而威望日增,然而在进军内费里斯时,其他军政官嘲拒其审慎建议,致使罗马军队在渡河撤退时遭阿斯德鲁巴尔伏击而蒙受惨重损失。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15101

ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ.1 καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δʼ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατέρων εἶναι Φαμέᾳ πρὸς Σκιπίωνα τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, ἃ πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφυγοῦσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδόμενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, ὁ δὲ Σκιπίων ἐς τὰ οἴκοι παρέπεμπε, καὶ ἀπὸ τοῦδε οὐ πρὶν ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς.2 τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις διʼ ὀλίγου ἐγεγένητο καὶ παρὰ τοῖς πολεμίοις. ἐπανελθόντων δʼ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον, οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ· καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. ὁ μὲν οὖν Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ· ὁ δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν ἀεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατεπλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασι προσεγίγνετο. ἦν τε διὰ στόματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρὸς τοῦ Μακεδόνας ἑλόντος καὶ τῶν Σκιπιώνων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.

因此法梅亚斯唯独未曾向他动手。随着这种情况一再发生,西庇阿的威名日隆;但其他军政官出于嫉妒,散布谣言称法梅亚斯与此人的祖父西庇阿素有世代相传的宾客之谊。此外,对于逃入该地各处塔楼与要塞避难的利比亚人,其他军政官在立约放行后,竟袭击正在离去的人;西庇阿却将他们一路护送回各自的家园,自此之后,若非西庇阿亲临,便无人肯缔结协定。他在短时间内无论在己方还是敌军之中,在勇敢与信义两方面都获得了如此崇高的声誉。 当他们从征粮处返回营寨后,迦太基人乘夜突袭了沿岸堡垒;城内的迦太基人亦齐声呼喊以制造恐慌,局势陷入极度混乱。曼尼利乌斯因不明险情虚实,将全军闭锁于阵营之内;西庇阿则率领十队骑兵,手持点燃的火把迎上前去,他事先下令因夜色之故切勿贴身肉搏,只管持火四处驰骋,虚张声势以示兵多,不断给敌军施加即将受袭的恐惧,直至迦太基人腹背受扰、大为惊骇,仓皇逃回城内。这一战绩同样记入了西庇阿的赫赫功勋之中。众口交传他的一切战绩,赞誉他无愧为征服马其顿人的父亲保卢斯以及他入嗣的西庇阿家族的唯一英豪。

§15102

Μανιλίου δὲ ἐς Νέφεριν ὁδεύοντος ἐπὶ Ἀσδρούβαν, ἐδυσχέραινεν ὁ Σκιπίων ὁρῶν πάντα ἀπόκρημνα καὶ φάραγγας καὶ λόχμας, καὶ τὰ ὑψηλὰ προειλημμένα. ὡς δʼ ἀπὸ σταδίων τριῶν ἐγεγένηντο τοῦ Ἀσδρούβα, καὶ ἔς τι ῥεῦμα καταβάντας ἐχρῆν ἀναβαίνειν ἐπὶ τὸν Ἀσδρούβαν, ἐνέκειτο δὴ τότε, καὶ συνεβούλευε στραφῆναι ὡς ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης ἐπὶ τὸν Ἀσδρούβαν δεομένους.3 ἀντιλεγόντων δὲ κατὰ ζῆλον αὐτοῦ τῶν ἑτέρων χιλιάρχων, καὶ μαλακίαν καὶ οὐκ εὐβουλίαν ἡγουμένων εἰ τοὺς πολεμίους ἰδόντες ἀναχωρήσουσιν, ἐν ᾧ καὶ καταφρονοῦντες φεύγουσιν ἐπικείσονται, δεύτερα τούτων ἠξίου4 στρατόπεδον πρὸ τοῦ ῥεύματος ἐγεῖραι, ἵνʼ εἰ βιασθεῖεν, ἔχοιεν ἀναχώρησιν, οὐκ ὄντος αὐτοῖς νῦν οὐδʼ ὅποι καταφεύγοιεν. οἱ δὲ καὶ τοῦτο ἐγέλων, καὶ τὸ ξίφος τις ἠπείλησεν ἀπορρίψειν, εἰ μὴ Μανίλιος ἀλλὰ Σκιπίων ἄρχοι. διέβαινεν οὖν ὁ Μανίλιος, οὐδὲ τἄλλα ὢν ἐμπειροπόλεμος, καὶ αὐτῷ περάσαντι ὁ Ἀσδρούβας ἀπήντα, φόνος τε ἦν πολὺς ἐξ ἑκατέρων. καὶ ὁ Ἀσδρούβας ἀναδραμὼν ἐς τὸ φρούριον, ἔνθα μηδὲν παθεῖν ἐδύνατο, ἐφήδρευεν ἀπιοῦσιν ἐπιθέσθαι. οἱ δὲ σὺν μετανοίᾳ τῶν γεγονότων ἀπεχώρουν, ἄχρι μὲν ἐπὶ τὸ ῥεῦμα ἐν τάξει· δυσπόρου δʼ ὄντος τοῦ ποταμοῦ, καὶ διαβάσεων ὀλίγων τε καὶ δυσχερῶν, ἐς ἀταξίαν διῃροῦντο ὑπʼ ἀνάγκης. καὶ ὁ Ἀσδρούβας καθορῶν ἐπέκειτο λαμπρῶς τότε μάλιστα, καὶ πλῆθος ἔκτεινεν οὐδʼ ἀμυνομένων ἀλλὰ φευγόντων. ἔπεσον δὲ καὶ τῶν χιλιάρχων τρεῖς οἳ τὸν στρατηγὸν μάλιστα ἐπεπείκεσαν ἐς τὴν μάχην.

当曼尼利乌斯进军内费里斯讨伐阿斯德鲁巴尔时,西庇阿目睹到处皆是悬崖峭壁、深谷密林,且各处制高点已被抢先占领,心中深感忧虑。当他们距阿斯德鲁巴尔仅三斯塔德之遥,必须下至一条溪流而后再向上攀登攻打阿斯德鲁巴尔时,他极力坚持,建议大军回师,认为对付阿斯德鲁巴尔尚需另寻战机与别种筹策。然而其他军政官出于嫉妒极力反对,认为若望见敌军便退却,实属怯懦而非明智,且在此情形下敌人定会轻蔑地尾随追击逃跑之军;退而求其次,西庇阿主张在溪流前筑起营垒,以便在受挫时留有退路,盖因他们目前连藏身之所皆无。但他们对这一提议同样嗤之以鼻,甚至有人威胁道,若由西庇阿而非曼尼利乌斯指挥,他宁可抛弃佩剑。于是向来缺乏战阵经验的曼尼利乌斯引兵渡河;甫一渡过,阿斯德鲁巴尔便出营迎战,双方伤亡惨重。阿斯德鲁巴尔随后奔回要塞,在绝不受损之地设伏,单待撤退之人予以痛击。罗马人在悔恨之中开始撤退,行至溪流之前尚能保持严整阵列;但由于河道险阻难涉,渡口既少又难行,部队被迫陷入混乱而四散。阿斯德鲁巴尔居高临下俯瞰此景,便乘机发起了最为猛烈的冲击,大肆斩杀那些甚至放弃抵抗、只顾奔逃的溃兵。当初极力劝说统帅出战的三名军政官亦在此役中阵亡。

语法注4 条
  1. 15101ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ

    代词 οἷ 为第三人称单数与格,作动词 ἐπεχείρει 的补足语,与形容词 μόνῳ 在性、数、格上一致(意为“唯独对他”)。不可误作关系代词 ᾧ。

  2. 15101οὐ πρὶν ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς

    尽管在古典雅典散文中,主句含有否定词(οὐ... οὐδείς)时 πρίν 通常后接定式动词(虚拟语气或过去直陈语气),但此处 πρὶν ἤ 却后接不定式(Σκιπίωνα ἀφικέσθαι)。此种句法在希罗多德以及后世希腊散文中甚为多见。

  3. 15102ὡς ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης ἐπὶ τὸν Ἀσδρούβαν δεομένους

    分词 δεομένους 支配属格 ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης,并与不定式 στραφῆναι 的逻辑主语(承前省略的罗马军整体,属宾格)保持一致。由 ὡς 引出,表达建议撤军的主观理由,而非主句动词 συνεβούλευε 的主语(单数的西庇阿)。

  4. 15102δεύτερα τούτων ἠξίου

    中性复数宾格 δεύτερα 充当 ἠξίου 的直接宾语或状语性内部宾语,意为“作为退一步的次选方案(提出主张)”。属格 τούτων 为表示比较或次序的属格,指前文被否决的全军撤回建议。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:15101-15102