← 阿庇安

布匿战争

§1498-14100

围城战的危机与西庇阿的奋战

罗马军以破城槌轰塌城墙并遭迦太基反击,西庇阿临危不乱拯救溃兵因而声名鹊起。其后面对火船突袭与敌军夜袭,西庇阿再度化解危机,并在内陆就粮搜集物资时以严整军纪彻底遏制了法梅亚斯的游击袭扰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1498

Κηνσωρῖνος δὲ χώσας τι τῆς λίμνης παρὰ τὴν ταινίαν, ἵνα εὐρύτερον εἴη, δύο μηχανὰς κριοφόρους ἐπῆγε μεγάλας, τὴν μὲν ὠθουμένην ἑξακισχιλίοις πεζοῖς, ἡγουμένων τῶν χιλιάρχων, τὴν δὲ ὑπὸ τῶν ἐρετῶν, ἡγουμένων καὶ τοῖσδε ναυάρχων. φιλονεικίας δʼ, ὡς ἐν ἴσῳ καὶ ὁμοίῳ ἔργῳ, τοῖς τε ὑπηρέταις καὶ τοῖς ἄρχουσιν αὐτῶν γενομένης, συνέπεσέ τι τοῦ τείχους, καὶ τὰ ἐντὸς ἤδη κατεφαίνετο. Καρχηδόνιοι δὲ καὶ ὣς αὐτοὺς ἀπωσάμενοι, τὰ πεσόντα νυκτὸς ᾠκοδόμουν. οὐκ ἀρκούσης δʼ ἐς τὸ ἔργον αὐτοῖς τῆς νυκτός, δεδιότες περὶ τῷ ἤδη γεγονότι, μὴ καὶ τοῦτο μεθʼ ἡμέραν αἱ Ῥωμαίων μηχαναὶ νεότευκτον καὶ ὑγρὸν ἔτι καταβάλοιεν, ἐξέδραμον ἐπὶ τὰ μηχανήματα τῶν πολεμίων, οἱ μὲν σὺν ὅπλοις, οἱ δὲ γυμνοὶ λαμπάδας ἡμμένας ἔχοντες, καὶ ἐνέπρησαν μὲν οὐχ ὅλα (οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων),1 ἀχρεῖα δʼ ὅλα ποιήσαντες ἀνεχώρουν. ἅμα δʼ ἡμέρᾳ Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ διὰ τοῦ πεσόντος οὔπω τελέως ἐγηγερμένου βιάσασθαι καὶ ἐσδραμεῖν· καὶ γάρ τι πεδίον ἐντὸς ἐφαίνετο εὐφυὲς ἐς μάχην, ἐν ᾧ τοὺς ἐνόπλους ἔστησαν οἱ Καρχηδόνιοι κατὰ μετώπου, τοὺς δʼ ἀνόπλους αὐτοῖς ἐπέταξαν σὺν λίθοις ὀπίσω καὶ ξύλοις, ἑτέρους τε πολλοὺς διαθέντες ἐπὶ τῶν περικειμένων οἰκιῶν ἀνέμενον τοὺς ἐπερχομένους ἐσδραμεῖν. οἱ δʼ ἔτι μᾶλλον ἠρεθίζοντο ὡς ὑπὸ γυμνῶν ἀνδρῶν καταφρονούμενοι, καὶ θρασέως ἐπεπήδων. Σκιπίων δέ, ὃς μετʼ ὀλίγον εἷλε Καρχηδόνα καὶ παρὰ τοῦτο Ἀφρικανὸς ἐπεκλήθη, χιλιαρχῶν τότε ὤκνει, καὶ τοὺς ἑαυτοῦ λόχους ἐς πολλὰ διελών, καὶ στήσας ἐκ διαστήματος ἐπὶ τοῦ τειχίου, κατιέναι μὲν ἐς τὴν πόλιν οὐκ εἴα, τοὺς δὲ ἐσελθόντας ἐξωθουμένους ὑπὸ τῶν Καρχηδονίων πάντοθεν αὐτοῖς ἐπιπεσόντων ὑπεδέχετο καὶ περιέσωζεν. καὶ τοῦτο πρῶτον αὐτὸν ἐπὶ δόξης ἐποίησεν, εὐβουλότερον τοῦ στρατηγοῦ φανέντα.

琴索里努斯沿着狭长沙洲填平了部分湖面以拓宽通道,随后推进了两架巨大的破城槌:一架由军政官率领的六千名步兵推移,另一架则由海军将领同样率领的划桨手推移。由于兵卒与其长官在这项均等且相同的工作中彼此争胜,一段城墙轰然倒塌,城内景象已然清晰可见。但迦太基人即使如此仍击退了他们,并在夜间重建倒塌的部分。因黑夜不足以完成修筑,他们又忧虑已建成的部分,生怕在白天被罗马的攻城器械将这新建且尚未干固的墙垣再次击塌,遂向敌军的器械发起突击——有人携带武器,有人赤身手持点燃的火把;他们虽未将其全部焚毁(因罗马军及时冲上前去而未得及),却使全部器械毁坏不堪使用,随后退去。拂晓时分,罗马人涌起一股冲动,企图从尚未完全建好的缺口强行突入;因为城内有一片空地看似极宜于交战,迦太基人将武装士兵列于前线,令未着铠甲者手持石块木棒列于其后,又在周围房屋上部署了许多人,严阵以待进攻者的突入。罗马人见自己竟被手无寸铁之人轻视,愈发激愤,鲁莽地猛扑上去。然而不久后攻克迦太基并因此被冠以阿非利加努斯之称的西庇阿,当时正担任军政官,表现得极为谨慎;他将自己的分队拆分为数支,间隔排列在城垣之上,既不准部下冲入城内,又收容并搭救了那些突入后被四面扑来的迦太基人击退的士兵。这一举动使他初获盛誉,显出他比统帅更具远见卓识。

§1499

κυνὸς δʼ ἦν ἐπιτολή, καὶ τὸ Κηνσωρίνου στρατόπεδον ἐνόσει, σταθμεῦον ἐπὶ λίμνῃ σταθεροῦ καὶ βαρέος ὕδατος καὶ ὑπὸ τείχεσι μεγίστοις, οὐ καταπνεόμενον ἐκ τῆς θαλάσσης. ὅθεν ὁ Κηνσωρῖνος ἐς τὴν θάλασσαν ἀπὸ τῆς λίμνης μετεστρατοπέδευσεν. καὶ οἱ Καρχηδόνιοι, ὅτε γίγνοιτο πνεῦμα ἐς τοὺς Ῥωμαίους ἐπίφορον, σκάφας φρυγάνων καὶ στυππίου εἷλκον ὑπὸ τοῖς τείχεσιν, οὐ καθορώμενοι τοῖς πολεμίοις, ἀπὸ κάλων· εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι καταφανεῖς,2 θεῖον αὐταῖς καὶ πίσσαν ἐπιχέοντες ἀνέτεινον τὰ ἱστία, καὶ πλήσαντες ἀνέμου πῦρ ἐνέβαλον ἐς τὰ σκάφη. τὰ δὲ τῷ τε ἀνέμῳ καὶ τῇ ῥοπῇ τοῦ πυρὸς ἐς τὰς Ῥωμαίων ναῦς ἐωθεῖτο καὶ ἐλυμαίνετο καὶ ὀλίγου τὸν στόλον κατέφλεξεν. μετὰ δὲ οὐ πολὺ Κηνσωρῖνος μὲν ἐς Ῥώμην ᾤχετο ἀρχαιρεσιάσων, οἱ δὲ Καρχηδόνιοι τῷ Μανιλίῳ θρασύτερον ἐπέκειντο· καὶ νυκτός, οἱ μὲν ὅπλα ἔχοντες οἱ δὲ γυμνοί, σανίδας φέροντες ἐπετίθεσαν τῇ κατὰ σφᾶς τάφρῳ τοῦ Μανιλίου, καὶ τὸ χαράκωμα διέσπων. ἀπορουμένων δὲ ὡς ἐν νυκτὶ τῶν ἔνδον, ὁ Σκιπίων ἐξέδραμε σὺν ἱππεῦσιν ἐκ τοῦ στρατοπέδου κατὰ πύλας ἄλλας, ἔνθα οὐδεὶς πόλεμος, καὶ περιδραμὼν τοὺς Καρχηδονίους κατεφόβησεν. οἱ δὲ ἀνεχώρουν ἐς τὴν πόλιν. καὶ δεύτερον ὁ Σκιπίων ἐδόκει τῷδε τῷ ἔργῳ περισῶσαι Ῥωμαίους, ἐν νυκτὶ θορυβουμένους.

正值大犬座天狼星偕日升起之际,琴索里努斯的营垒中爆发了疫病,盖因其驻扎于死水沉浊的湖畔,且位于巨大的城墙脚下,无法吹拂到来自海面的风。于是琴索里努斯将营寨从湖畔迁往海滨。迦太基人每当遇到吹向罗马人的顺风时,便在城墙阴影下用绳索拖曳装满干柴与麻屑的小舟,使敌军无法察觉;待到即将绕过弯角暴露于视线时,他们向舟中泼洒硫磺与沥青,扯起风帆,待风势灌满便向舟中投掷火种。这些小舟在风势与火威的推动下猛冲向罗马船只,造成严重破坏,几乎将舰队焚毁殆尽。不久之后,琴索里努斯返回罗马主持选举,迦太基人遂更加大胆地进攻曼尼利乌斯。夜间,他们有的手执兵刃,有的赤身裸体,搬运木板架在曼尼利乌斯正对他们那侧的壕沟之上,并拆毁了栅栏。营内之人在夜色中不知所措之际,西庇阿率骑兵从无战事的另一营门冲出,绕到迦太基人后方施以威慑。敌人仓皇退回城内。西庇阿以此战绩,被认为再次拯救了夜间陷入混乱的罗马军队。

§14100

ὁ δὲ Μανίλιος τὸ μὲν στρατόπεδον ἔτι μᾶλλον ὠχύρου, τεῖχός τε ἀντὶ χάρακος αὐτῷ περιτιθεὶς καὶ ἐπίνειον φρούριον ἐγείρων ἐπὶ τῆς θαλάσσης διὰ τὴν καταπλέουσαν ἀγοράν· τραπεὶς δʼ ἐς τὰ μεσόγεια μυρίοις πεζοῖς καὶ ἱππεῦσι δισχιλίοις τὴν χώραν ἐπόρθει, ξυλευόμενός τε καὶ χορτολογῶν καὶ ἀγορὰν συλλέγων. ἡγεῖτο δʼ ἀεὶ τῶν προνομευόντων χιλίαρχος ἕτερος παρʼ ἕτερον. καὶ Φαμέας ὁ ἵππαρχος ὁ τῶν Λιβύων, νέος τε ὢν ἔτι καὶ θρασύτερος ἐς μάχας, καὶ ἵπποις χρώμενος μικροῖς καὶ ταχέσι, καὶ ποηφαγοῦσιν ὅτε μηδὲν εἴη, καὶ φέρουσι δίψος, εἰ δεήσειε, καὶ λιμόν, ὑποκρυπτόμενος ἐν λόχμαις ἢ φάραγξιν, ὅπῃ τι ἀμελούμενον ἴδοι, ἐφίπτατο ἐξ ἀφανοῦς ὥς τις ἀετός, καὶ λυμηνάμενος ἀπεπήδα· ὅτε δὲ Σκιπίων ἄρχοι, οὐδαμοῦ οὐδʼ ἐπεφαίνετο. ὁ γάρ τοι Σκιπίων ἀεὶ συντεταγμένους ἦγε τοὺς πεζούς, καὶ τοὺς ἱππέας τῶν ἵππων ἐπιβεβηκότας· ἔν τε ταῖς προνομαῖς οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον, ὃ ἔμελλε θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι·3 καὶ τότε κύκλῳ αὐτὸς ἑτέραις ἴλαις ἱππέων ἀεὶ περιῄει, καὶ τῶν θεριζόντων τὸν ἀποσκιδνάμενον ἢ ἐξιόντα τοῦ κύκλου πικρῶς ἐκόλαζεν.

曼尼利乌斯进一步加固了营寨,筑起围墙以替代木栅,并在海滨建立起一座沿岸堡垒以保护海运而来的补给物资。他率领一万步兵与两千骑兵转入内陆,沿途伐木、割草并收集粮秣,蹂躏当地乡村。掠夺部队由军政官轮流率领。利比亚人的骑兵统领法梅亚斯年纪尚轻,临战勇悍,所驭战马矮小矫捷,无粮时可食杂草,必要时耐饥耐渴;他潜伏于灌木丛或峡谷之中,凡见疏于防备之处,便如鹰隼般自暗处扑下,造成破坏后随即抽身遁去;然而每逢西庇阿统率部队时,他便全然不见踪影。盖因西庇阿行军时始终让步兵保持严整阵列,让骑兵骑在马上;且在征粮之时,若未先以骑兵与重步兵环绕圈定待收割的田野,绝不解散队伍;彼时他本人亦亲自率领另外数队骑兵在外围持续巡视,对任何擅离队伍或越出圈外的收割者施以严厉惩处。

语法注3 条
  1. 1498οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων

    动词 φθάνω(抢先、来得及)与否定词 οὐ 连用,后接独立属格 Ῥωμαίων ἐπιδραμόντων(罗马军冲杀上前)。意为迦太基人在时间上未来得及在罗马人杀到之前完全烧毁器械。

  2. 1499εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι καταφανεῖς

    此处的 εἰ 引导未完成过去时 ἔμελλον 配将来不定词 γενήσεσθαι,并非表达反事实假设,而是表达过去即将发生紧迫事态的时间/条件从句(“正当他们转过弯角行将暴露之时”),与主句过去动作呼应。

  3. 14100οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον, ὃ ἔμελλε θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι

    结构 οὐ πρὶν ... ἤ(直到……才……)后接祈愿语气动词(περιλάβοι),在过去重复发生的语境中表示时间上限或常规习惯(“在尚未包围之前绝不解散阵列”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1498-14100