- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1390-1392
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
执政官琴索里努斯向迦太基使节宣布迁往内陆的最终命令,使节们预见城中将生暴乱,请求罗马派舰队逼近以资震慑后返城。当迁城与禁止赴罗马遣使的命令全盘公布后,迦太基元老院与民众陷入极度狂乱,残杀使节、主和派议员及城内意大利人,并在痛惜已缴械交船的绝望中仓促备战守城。
τοσαῦτα εἰπὼν ὁ Κηνσωρῖνος ἡσύχασεν. καὶ τῶν Καρχηδονίων ὑπʼ ἐκπλήξεως οὐδὲν ἀποκριναμένων ἐπεῖπεν· ἃ μὲν ἔδει πείθοντα καὶ παρηγοροῦντα εἰπεῖν, εἴρηται· τὸ δὲ πρόσταγμα τῆς βουλῆς δεῖ γενέσθαι καὶ αὐτίκα γενέσθαι. ἄπιτε οὖν· ἐστὲ γὰρ ἔτι πρέσβεις. ὃ μὲν εἶπεν οὕτως, οἱ δʼ ἐξωθούμενοι πρὸς τῶν ὑπηρετῶν, καὶ τὸ μέλλον ὑπὸ Καρχηδονίων ἔσεσθαι προορῶντες, ᾔτησαν αὖθις εἰπεῖν. καὶ ἐσαχθέντες ἔφασαν τὸ μὲν ἀπαραίτητον τοῦ κελεύσματος ὁρῶμεν· οὐ γὰρ οὐδὲ πρεσβεῦσαι δίδοτε ἐς Ῥώμην. ἡμεῖς δʼ ἐπανελεύσεσθαι μὲν πρὸς ὑμᾶς οὐκ ἐλπίζομεν, ἀλλʼ ὑπὸ Καρχηδονίων ἔτι λέγοντες ἀπολεῖσθαι· δεόμεθα δʼ ὑμῶν, οὐχ ὑπὲρ ἑαυτῶν (ἐσμὲν γὰρ πάντα παθεῖν ἕτοιμοι) ἀλλʼ ὑπὲρ αὐτῆς ἔτι Καρχηδόνος, εἰ δύναιτο καταπλαγεῖσα τὰς συμφορὰς ὑποστῆναι. περιστήσατε αὐτῇ τὰς ναῦς ἕως ὁδεύοντες ἄπιμεν, ἵνα καὶ θεωροῦντες καὶ ἀκούοντες ὧν προσετάξατε ἐνέγκωσιν, ἂν ἄρα δύνωνται. ἐς τοῦτο δʼ ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης ὡς αὐτοὶ παρακαλεῖν ὑμᾶς1 τὰς ναῦς ἐπάγειν ἐπὶ τὴν πατρίδα. οἱ μὲν δὴ τοσαῦτα εἰπόντες ἀπῄεσαν, καὶ ὁ Κηνσωρῖνος πεντήρεσιν εἴκοσι παραπλεύσας ἀνεκώχευε παρὰ τὴν πόλιν· τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς ὁδοῦ διεδίδρασκον, οἱ δὲ πλέονες ἐπορεύοντο σιγῇ.
琴索里努斯说完这些话便沉默不语。迦太基人因惊骇过度而无言以对,他便接着补充道: “该用于劝导和抚慰之辞皆已陈尽;然而元老院的命令必须执行,且必须立刻执行。去吧;因为你们此刻仍享有使节的身份。” 他言尽于此,而使节们被侍从往外推赶,预见到迦太基人将作出的反应,便请求再次陈词。他们获准重新入内后说道: “我们明知这一敕令无可更移,因为你们甚至不准我们遣使前往罗马。我们并不指望能重返你们跟前,而自知还在陈说之时便将死于迦太基人之手;但我们恳求你们,并非为我们自己(因为我们已准备好承受一切苦难),而是为了迦太基自身,看她是否有可能在遭受重创之余承受这灭顶之灾。请在我们启程返回之际,派遣战船逼近城邦,好让他们耳闻你们的号令并亲睹战舰之时,若尚有一丝可能,便能隐忍服从。我们的危局与命运已窘迫至此,以至于我们竟不得不亲自恳请你们引舰队兵临祖国。” 他们陈词完毕便动身离去,琴索里努斯则率领二十艘五层桨战船驶向城边下锚停泊。使节们有的在半路逃逸,多数人则在一片死寂中默默前行。
Καρχηδόνιοι δʼ οἱ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέσβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐτοῖς ἤχθοντο, καὶ τὰς κόμας ἐτίλλοντο· οἱ δʼ ὑπήντων ἔτι προσιοῦσιν, οὐκ ἀναμένοντες ἀλλʼ ἐπειγόμενοι μαθεῖν. σκυθρωποὺς δὲ ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα, καὶ διηρώτων, οἱ μὲν ὁμοῦ πάντας οἱ δʼ ἕκαστον, ὡς εἶχέ τις φιλίας ἢ γνώσεως ἐς αὐτόν, ἐπιστρέφων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνετο, ἀνῴμωζον ὡς ἐπʼ ὀλέθρῳ σαφεῖ. καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δʼ ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτουν, ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν,2 ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυχεῖν. τότε γὰρ οἱ μὲν διίσταντο αὐτοῖς, οἱ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον ἐσῆλθον, ἡ μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο, καὶ μόνοι συνήδρευον ἐφʼ ἑαυτῶν, τὸ δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγγελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων· καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ ὁ δῆμος ἔξω συνεβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις ὅσα ἀντέλεξαν δικαιολογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα, τὸ τέλος μαθεῖν περιμενούσης, καὶ ὁ δῆμος αὐτῇ συνεσιώπα. ὡς δʼ ἔμαθον ὅτι μηδὲ πρεσβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ ὁ δῆμος ἐσέδραμεν ἐς αὐτούς.
城墙上的迦太基人翘首期盼使节归来,见他们步履迟缓便焦躁不安,纷纷抓扯头发;另有一些人不愿等待,急于探知详情,便迎上前去迎接正走来的使节。然而一见他们面带愁容,众人便捶额顿足,纷纷上前盘问,或群起质询,或按着私交与相识的深浅拉住某人单独询问。由于使节们无一作答,众人便如同大祸临头般痛哭哀嚎;城墙上的人听见哭声,虽不明就里,亦如同面临确凿的滔天浩劫一般随之痛哭。在城门附近,蜂拥而上的民众几乎要将他们踩在脚下,甚至险些将他们撕碎,幸而使节们仅说了一句:必须先向元老院禀报。闻听此言,有些人便闪开身子,有些人更因急于获悉实情而主动开路。使节们步入议事厅后,元老院屏退其余众人独自闭门开会,民众则围聚在外面。使节们首先宣告了执政官的敕令;元老院中顿时爆发出呼喊声,外面的民众亦随之哗然。及至使节们补充说明自己曾如何据理力争、哀恳求告并乞准遣使前往罗马时,期待获知最终结局的元老院再次陷入死一般的沉寂,民众亦随之屏息静听。然而,当得知执政官甚至不准他们遣使去罗马时,他们爆发出撕心裂肺的哀嚎,外面的民众亦随之冲了进来。
καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ μανιώδης, οἷον ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς μαινάδας ἀλλόκοτα καινουργεῖν. οἱ μὲν τῶν βουλευτῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἱ δὲ τοὺς συμβουλεύσαντας περὶ τῶν ὅπλων. οἱ δὲ τοὺς πρέσβεις κατέλευον ὡς κακῶν ἀγγέλους, οἱ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν. ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρʼ αὐτοῖς ὡς ἐν αἰφνιδίῳ καὶ ἀκηρύκτῳ κακῷ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέγοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνεσθαι. οἰμωγῆς τε ἅμα καὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα, καὶ ἐς τὰ ἱερὰ ὡς ἄσυλα κατέφευγον, καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυναμένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον, ὁρῶντες κενάς· οἱ δʼ ἐς τὰ νεώρια καταθέοντες ὠδύροντο τὰς ναῦς ὡς ἀπίστοις ἀνδράσιν ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρόντων, τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν3 σὺν τῇ πατρίδι ὡπλισμένῃ. μάλιστα δʼ αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μητέρες αἱ τῶν ὁμήρων, οἷά τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετʼ ὀλολυγῆς ἑκάστῳ, καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν· ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ τῶν παίδων. ὀλίγον δʼ ὅσον ἐσωφρόνει, τὰς πύλας ἀπέκλειε, καὶ τὸ τεῖχος λίθων ἀντὶ καταπελτῶν ἐπλήρουν.4
自此,城中爆发出一种毫无理智、癫狂至极的狂乱,恰如相传迈纳德斯在酒神祭的迷狂中做出的怪诞暴行。有些人将元老院议员中提议交出人质者当作圈套的元凶百般折磨并撕成碎片,另一些人则同样处置了建议交出武器者。有人将使节视作凶信之使乱石砸死,有人则将他们拖着穿城而过。还有些人则百般摧残在突如其来且未经宣告的灾祸中仍留滞在他们中间的意大利人,声称这是为了人质、武器和骗局施行报复。全城顿时充斥着哭号、愤怒、惊恐与威吓;人们在街道上呼唤至亲之名,逃入神庙视作避难之所,并咒骂神祇连自身都无力庇佑。另有一些人跑进军械库,见空无一物便痛哭流涕;奔向船坞者则哀悼战船被交托给了背信弃义之徒。甚至有人呼唤大象的名字,仿佛它们依然在场,并咒骂祖先与他们自己,认为本不该交出战船、大象、贡税与武器,而宁可全副武装与祖国共存亡。尤其是那些人质的母亲,更将众人的怒火煽动到了极点;她们犹如悲剧中的复仇女神,哭嚎着扑向遇见的每一个人,控诉交出儿女的罪行与自身的孤苦伶仃,并嘲笑他们,称神祇是在替儿女们向他们施以严惩。城中唯有极少数尚存理智之人,关闭了城门,并将石块运上城墙以代弩炮。
- 1390ἐς τοῦτο δʼ ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης ὡς αὐτοὶ παρακαλεῖν ὑμᾶς
非人称完成时动词 ἀφῖκται 与表示程度、到达点的介词短语 ἐς τοῦτο 搭配,后接部分属格 ἀνάγκης καὶ τύχης(“至如此窘迫与厄运之地步”),ἡμῖν 为利害/关系与格(“于我们而言”)。随后引出由 ὡς 加不定式 παρακαλεῖν 构成的结果从句(“以至于我们亲自恳请你们”)。
- 1391ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτουν, ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν
ὀλίγου(为 ὀλίγου δεῖν 省略 δεῖν 的习语,意为“几乎”、“差一点”)修饰过去直陈式动词(未完成过去时 συνεπάτουν 与不定过去时 διέσπασαν)。后半句的 εἰ μὴ τοσόνδε ἔφασαν(“若非他们只说了这一句”)构成与过去事实相反的条件句,说明使节如何险些被群情激愤的民众踩死撕碎却在最后关头幸免。
- 1392ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν
δέον 是非人称动词 δεῖ 的中性单数宾格分词,构成宾格独立结构(accusative absolute),表示过去应当发生却未发生的事实(“本应……”)。前置的 ὡς 表示说话者的主观见解或言论(“认为本应不交出……而死”)。分词 παραδόντας 与不定式 ἀποθανεῖν 的逻辑主语(宾格,指迦太基人自身)在格与数上保持一致。
- 1392ὀλίγον δʼ ὅσον ἐσωφρόνει, τὰς πύλας ἀπέκλειε, καὶ τὸ τεῖχος λίθων ἀντὶ καταπελτῶν ἐπλήρουν
ὀλίγον ὅσον 为表示限定的习语短语,意为“那极少数……的人”或“仅存的一点理性部分”,从句中的动词 ἐσωφρόνει 保持单数。在主句中,首个动词 ἀπέκλειε 形式上与单数主语 ὀλίγον 一致,但其后的并列动词 ἐπλήρουν 则根据集合意义(“那些尚存理智的人们”)转换为复数第三人称,属于依意一致(constructio ad sensum)。
