← 阿庇安

布匿战争

§1393-1394

迦太基的备战与罗马军的进军

迦太基元老院决议开战并解放奴隶,任命内外将领,全城日夜加紧制造军械备战;而罗马执政官因误判城邦将不攻自破而延误战机,并在粮草匮乏与马西尼萨关系冷淡之中,最终整军发起攻城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1393

ἡ δὲ βουλὴ πολεμεῖν μὲν ἐψηφίσατο αὐτῆς ἡμέρας, καὶ τοὺς δούλους ἐκήρυξεν ἐλευθέρους εἶναι, στρατηγοὺς δὲ εἵλοντο τῶν μὲν ἔξω πράξεων Ἀσδρούβαν, ᾧ θάνατος ἐπικήρυκτος ἦν, ἔχοντα δισμυρίων ἤδη σύνοδον ἀνδρῶν· καί τις ἐξέτρεχεν αὐτοῦ δεησόμενος μὴ μνησικακῆσαι τῇ πατρίδι ἐν ἐσχάτῳ κινδύνου, μηδέ, ὧν ὑπʼ ἀνάγκης ἠδικήθη Ῥωμαίων δέει, νῦν ἀναφέρειν.1 ἐντὸς δὲ τειχῶν ᾑρέθη στρατηγὸς ἕτερος Ἀσδρούβας, θυγατριδοῦς Μασσανάσσου. ἔπεμψαν δὲ καὶ ἐς τοὺς ὑπάτους, αἰτοῦντες αὖθις ἡμερῶν τριάκοντα ἀνοχάς, ἵνα πρεσβεύσειαν ἐς Ῥώμην. ἀποτυχόντες δὲ καὶ τότε, ἐπὶ θαυμαστῆς ἐγίγνοντο μεταβολῆς τε καὶ τόλμης2 ὁτιοῦν παθεῖν μᾶλλον ἢ τὴν πόλιν ἐκλιπεῖν. ταχὺ δὲ καὶ θάρσους ἐκ τῆς μεταβολῆς ἐπίμπλαντο. καὶ δημιουργεῖα μὲν τὰ δημόσια τεμένη καὶ ἱερὰ πάντα, καὶ εἴ τι ἄλλο εὐρύχωρον ἦν, ἐγένετο· εἰργάζοντο δὲ ὁμοῦ ἄνδρες τε καὶ γυναῖκες ἡμέρας τε καὶ νυκτός, μὴ ἀναπαυόμενοι καὶ σῖτον αἱρούμενοι παρὰ μέρος, ἐπὶ ὅρῳ τακτῷ, θυρεοὺς ἑκατὸν ἡμέρας ἑκάστης καὶ ξίφη τριακόσια καὶ καταπελτικὰ βέλη χίλια, σαυνία δὲ καὶ λόγχας πεντακοσίας, καὶ καταπέλτας ὅσους δυνηθεῖεν. ἐς δὲ τὰς ἐπιτάσεις αὐτῶν ἀπέκειραν τὰς γυναῖκας, τριχῶν ἑτέρων ἀπορίᾳ.

元老院当天便表决通过发动战争,并宣告奴隶获得自由。对于城外的战事,他们推选了已被判处死刑、却已聚集起两万兵力的哈斯德鲁拔为主将;并有人奔出前去,欲恳求他切莫在祖国濒临绝境之际怀恨在心,亦不要在此时重提因惧怕罗马人而在被迫之下所受的不公正对待。在城墙内部,则推选了另一位哈斯德鲁拔为主将,他是马西尼萨的外孙。他们还遣使前往执政官处,再次请求休战三十日,以便遣使前往罗马。然而此次亦遭拒绝后,他们经历了一种奇妙的转变,下定宁受一切苦难亦不弃城的决绝胆略;因这一转变,他们很快便充满了勇气。一切公共圣域、神庙以及凡是宽敞之处,皆化作战坊。男女日夜并肩劳作,不得歇息,只按固定定额轮流用膳,每日造出盾牌一百面、短剑三百柄、投石机弩箭一千支、标枪与长矛五百杆,以及尽其所能制造的大量投石机。由于缺少其他毛发,他们剪下妇女们的头发,用作这些机械的绞发张力弦。

§1394

καὶ οἱ μὲν ἐν τούτῳ σπουδῆς καὶ παρασκευῆς ἦσαν, οἱ δʼ ὕπατοι τάχα μέν τι καὶ ὄκνῳ, μὴ εὐθὺς ἐπιχειρεῖν ἐς ἔργον ἀλλόκοτον, ἅμα δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖσαν λήψεσθαι κατὰ κράτος, ὅτε θέλοιεν, ἡγούμενοι, διέμελλον ἔτι καὶ ἐνδώσειν αὐτοὺς ἐνόμιζον ἐκ τῆς ἀπορίας, οἷον ἐν τοῖς δυσχερέσι γίγνεσθαι φιλεῖ, εὐθὺς μὲν ἀντιλέγειν, προϊόντος δὲ χρόνου καὶ λογισμοῦ φόβον ἅπτεσθαι τῶν ἀπειθούντων. ἃ καὶ τῶν Καρχηδονίων τις αὐτῶν, εἰκάσας σφῶν ἤδη τὸ δέος ἅπτεσθαι, ἐτόλμησεν ὡς ἐπὶ δή τι ἄλλο παρελθὼν ἐς τὸ μέσον εἰπεῖν, ὅτι χρὴ τῶν κακῶν ἐπιλέγεσθαι τὰ μετριώτερα, ὄντας ἀνόπλους, οὕτω σαφῶς εἰπὼν τὰ τῆς γνώμης. Μασσανάσσης δὲ ἤχθετο Ῥωμαίοις, καὶ ἔφερε βαρέως ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ἑώρα τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς3 τε καὶ οὐ κοινώσαντας αὐτῷ πρὶν ἐπελθεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δʼ αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν, ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴσθηται δεομένων. καὶ μετʼ οὐ πολὺ πέμψας ἤρετο εἴ τινος ἤδη δέονται. οἱ δὲ οὐ φέροντες αὐτοῦ τὸ σοβαρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι, ἀπεκρίναντο προσπέμψειν ὅτε δεηθεῖεν. περὶ δὲ ἀγορᾶς τῷ στρατῷ καὶ πάνυ ἐφρόντιζον, ἐκ μόνης ἔχοντες Ἀδρυμητοῦ καὶ Λέπτεως καὶ Θάψου καὶ Ἰτύκης καὶ Ἀχόλλης· τὰ γὰρ δὴ λοιπὰ Λιβύης ἦν ἔτι πάντα ὑπὸ Ἀσδρούβᾳ, ὅθεν ἐκεῖνος ἀγορὰν ἐς Καρχηδόνα ἔπεμπεν. ὀλίγων δʼ ἐς ταῦτα διατριφθεισῶν ἡμερῶν, οἱ μὲν ὕπατοι προσῄεσαν ἄμφω τῇ πόλει τῶν Καρχηδονίων ἐς μάχην ἐσκευασμένοι, καὶ ἐπεχείρουν.

迦太基人在此期间全心筹备备战,而执政官们或许多少因迟疑于不愿立即着手如此异常之事,加之自忖此城手无寸铁、随时皆可强攻夺取,因而继续拖延。他们认为迦太基人必因困窘而屈服,正如此类逆境中常有之情状:起初固然抗拒,但随着时间推移与理性权衡,恐惧便会笼罩抗命之人。甚至在迦太基人自身之中,亦有人料定恐惧已攫住了众人,便借口别的事由大胆步入众人之中说道:既然手无寸铁,便当在诸般灾祸中权衡择其较轻者,如此直截了当地吐露心声。另一方面,马西尼萨对罗马人颇怀怨怼,并深感愤懑,因为自己亲手使迦太基的国力屈服,却眼见旁人争夺此战之功名,且在进军前并未如昔日战争中那般与他商议。尽管如此,当执政官试探他并邀其结盟时,他答称一旦察觉对方确有需要,便会派遣盟军。不久之后,他更遣使询问他们此刻是否有所短缺;然而执政官难以忍受其倨傲,且已疑其心怀敌意,遂答称待到需要之时自会遣人相告。执政官们亦极为军需粮饷忧虑,因他们仅能从哈德鲁梅图姆、莱普提斯、萨普苏斯、乌提卡及阿霍拉获取补给;利比亚的其余各地仍皆在哈斯德鲁拔控制之下,他正从彼处向迦太基运送粮草。在这些事务上耽搁数日后,两位执政官整军备战,双双率部进逼迦太基城,并展开了进攻。

语法注3 条
  1. 1393μηδέ, ὧν ὑπʼ ἀνάγκης ἠδικήθη Ῥωμαίων δέει, νῦν ἀναφέρειν

    关系代名词 ὧν 发生了格的吸引(attraction),其省略的先行词为属格 τούτων(作不定式 ἀναφέρειν 的部分属格宾语,或依附于省略的 τι)。关系从句中被动动词 ἠδικήθη 本带同族宾格,受先行词省略影响而变为属格。动词 ἀναφέρω 在此意为“重新提起、翻旧账”。

  2. 1393ἐπὶ θαυμαστῆς ἐγίγνοντο μεταβολῆς τε καὶ τόλμης

    介词 ἐπί 支配属格(μεταβολῆς, τόλμης),表示进入或达到某种心境与状态(“陷入/转为奇妙的改变与决绝”)。其后紧随的不定式短语 ὁτιοῦν παθεῖν μᾶλλον ἢ τὴν πόλιν ἐκλιπεῖν 作名词 τόλμης 的限定修饰语,说明其胆略的具体内容。

  3. 1394τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντας

    名词 ἐπίγραμμα 字面意为“铭文、题刻”,在此引申为战功所获的“头衔、荣誉、名分”。动词 ἐπιτρέχω 支配与格,意为“扑向、争夺”,整句意指“扑上前去争夺这桩战功的名誉”。代词 αὐτῆς 指代前文的 δύναμιν 或迦太基本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1393-1394