- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1286#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
执政官岑索里努斯指出,迦太基的海上与军事遗存只会诱发其对昔日荣光的执念并招致祸患,唯有将整座城邦拆除并迁至内陆八十斯塔迪昂之地,方能保全民众的自治与安宁。
ὧν ἧς ἂν ἐθέλητε,1 γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστίν; ἢ τί ἄλλο πλὴν ὀδύνη, καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστίν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δʼ ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτα ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε. μηδʼ ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην,2 τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλʼ ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλʼ ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλʼ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν,3 ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ, καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλʼ ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δὲ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δʼ ἐστὶν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.
在这些城市中,你们愿意同哪一座为邻皆可,如此你们便能抛开那激起你们不安的景象与记忆——即当前困扰着你们的祸患之景;免得当你们眺望空无舟楫的大海时,又忆起昔日拥有的众多战船、运回的大量战利品、曾意气风发驶入的宏伟港湾,以及曾被填得满满当当的船坞与器械库。城墙内驻扎军队、战马和大象的房舍又是为何而设?紧挨着它们修筑的府库又是为何而建?这些对你们而言是怎样的纪念物?若非痛苦,又或者若非一旦有机会便重温旧梦的诱因,还能是什么呢?对于铭记昔日盛运之人而言,期盼运势重来乃人之常情,然而医治祸患的良药乃是遗忘,若不移开视线,你们便绝无可能求得忘却。对此最确凿的证据便是:你们屡次获蒙宽宥并缔结盟约,却屡屡违约背盟。因此,若你们仍觊觎霸权,因被剥夺而仇视我们并窥伺时机,那么你们便确实需要这座城邦、需要这样的港口、船坞和修筑得如同军营一般的坚壁;既然如此,我们又何必再宽恕已经就擒的仇敌?但倘若你们是真心诚意地放弃霸权,出于心志而非仅托诸言辞,只选定自己在利比亚所拥有的土地,且毫无借口地与我们达成一致,那么来吧,请以行动证明这一点:迁居到你们所拥有的利比亚内陆,撤离你们已放弃的大海。 切勿假装哀怜神庙、祭坛、市集和陵墓。在这些之中,陵墓可保持原样,你们可按时前来献祭奠酒;若愿意,亦可前来神庙献祭;至于其余的,就让我们予以拆除。因为你们既不对船坞献祭,亦不对城墙举行奠礼。祭坛、其他神庙和市集,在迁移之后完全可以重新营建,并且那些很快亦会成为你们世代相传的祖业;正如你们昔日抛弃推罗的旧产而换取利比亚,将当年新得之地如今亦视作祖业是一样的道理。简而言之,只要你们忆起:对于阿尔巴——它并非我们的仇敌而是母邦,我们亦非怀着怨恨而是作为殖民者予以敬重——我们为了共同的利益亦将其迁至罗马,且这对双方皆大有裨益;你们便可明了,我们发下这道命令绝非出于恶意,而是为了坚固的和睦与彼此的安宁。然而你们或许会说,你们仍有许多依靠海洋为生的手艺人。对此我们亦已有周详的考虑,使你们能便利地与大海交通,并能从容买卖应季物品:因为我们并非命令你们远避大海,而仅仅是退往内陆八十斯塔迪昂之地。而向你们发出这一命令的我们自己,离大海亦有一百斯塔迪昂之遥。我们允许你们自行挑选心仪之地,并在迁徙后保有自治权。这正是我们此前所承诺的:只要迦太基听从我们,我们便听任其享有自治;因为在我们看来,迦太基是你们这些人,而非脚下的泥土。”
- 1286ὧν ἧς ἂν ἐθέλητε
此处 ὧν 为承接上一语段末尾内陆诸城邦(ὅσαι μεσόγειοι πόλεις)的部分属格,而 ἧς 则是带有条件意味的关系代名词,在格上与省略的单数先行词一致,相当于 γείτονες ἔσεσθε ἐκείνης, ἧς ἂν ἐθέλητε(“你们将成为其中任何你们所愿之城的邻人”)。
- 1286ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην
与格短语 ᾧ λόγῳ 作状语,表示“循着同样的道理/按同样的方式”。中动态不定过去式 ἠλλάξασθε 支配宾格 Λιβύην,表示交换所得之物,全句意为“正如同你们当年放弃在推罗的所有而换得利比亚是出于同一道理”。
- 1286ἀλλʼ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν
惯用连词 ἀλλὰ γάρ 在此引出预先假想的对方辩驳(即“但是,你们或许会说……”)。紧随其后的 καὶ τούτου πεφροντίκαμεν(“对此我们亦已有所考虑”)则是对该异议的直接回应与化解。
