← 阿庇安

布匿战争

§11-12

迦太基的建立与兴亡概述

本段叙述了迦太基通过狄多的牛皮计策建城、扩张称霸,以及历经三次布匿战争被罗马摧毁并重建的概况,并说明本书专述利比亚战事的宗旨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Καρχηδόνα τὴν ἐν Λιβύῃ Φοίνικες ᾤκισαν ἔτεσι πεντήκοντα πρὸ ἁλώσεως Ἰλίου, οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο Ζῶρός τε καὶ Καρχηδών, ὡς δὲ Ῥωμαῖοι καὶ αὐτοὶ Καρχηδόνιοι νομίζουσι, Διδὼ γυνὴ Τυρία, ἧς τὸν ἄνδρα κατακαίνει Πυγμαλίων Τύρου τυραννεύων, καὶ τὸ ἔργον ἐπέκρυπτεν. ἡ δὲ ἐξ ἐνυπνίου τὸν φόνον ἐπέγνω, καὶ μετὰ χρημάτων πολλῶν καὶ ἀνδρῶν, ὅσοι Πυγμαλίωνος τυραννίδα ἔφευγον, ἀφικνεῖται πλέουσα Λιβύης ἔνθα νῦν ἔστι Καρχηδών. ἐξωθούμενοι δʼ ὑπὸ τῶν Λιβύων ἐδέοντο χωρίον ἐς συνοικισμὸν λαβεῖν, ὅσον ἂν βύρσα ταύρου περιλάβοι. τοῖς δὲ ἐνέπιπτε μέν τι καὶ γέλωτος1 ἐπὶ τῇ τῶν Φοινίκων μικρολογίᾳ, καὶ ᾐδοῦντο ἀντειπεῖν περὶ οὕτω βραχυτάτου· μάλιστα δʼ ἠπόρουν ὅπως ἂν πόλις ἐν τηλικούτῳ διαστήματι γένοιτο, καὶ ποθοῦντες ἰδεῖν ὅ τι ἔστιν αὐτοῖς τοῦτο τὸ σοφόν, συνέθεντο δώσειν καὶ ἐπώμοσαν. οἱ δὲ τὸ δέρμα περιτεμόντες ἐς ἱμάντα ἕνα στενώτατον, περιέθηκαν ἔνθα νῦν ἔστιν ἡ Καρχηδονίων ἀκρόπολις· καὶ ἀπὸ τοῦδε Βύρσα ὀνομάζεται.

利比亚的迦太基由腓尼基人在伊利昂沦陷前五十年建立。它的奠基者是佐罗斯与卡尔刻冬,但正如罗马人和迦太基人自己所认为的那样,是一位名叫狄多的推罗女子。她的丈夫被推罗的僭主皮格马利翁杀害,后者隐瞒了这一罪行。但她通过梦境获悉了这桩谋杀,便带着大量财宝和所有逃避皮格马利翁专制统治的男子扬帆远航,抵达了利比亚如今迦太基所在之处。由于遭到利比亚人的排挤,他们请求获得一块公牛皮所能包围的土地作为定居之所。利比亚人对腓尼基人的这种微不足道的要求不禁失笑,并且也羞于拒绝如此微小的事物;他们尤其困惑于在如此狭窄的范围内如何能建成一座城市,且渴望一探这究竟是何等巧妙的计策,便立誓同意给予。于是腓尼基人将兽皮环切成一条极狭窄的皮带,围住了如今迦太基卫城所在之地;因此该地被称为比尔萨。

§12

χρόνῳ δʼ, ἐντεῦθεν ὁρμώμενοι καὶ τῶν περιοίκων ἀμείνους ὄντες ἐς χεῖρας ἐλθεῖν, ναυσί τε χρώμενοι καὶ τὴν θάλασσαν οἷα Φοίνικες ἐργαζόμενοι, τὴν πόλιν τὴν ἔξω τῇ Βύρσῃ περιέθηκαν. καὶ δυναστεύοντες ἤδη Λιβύης ἐκράτουν καὶ πολλῆς θαλάσσης, ἐκδήμους τε πολέμους ἐστράτευον ἐς Σικελίαν καὶ Σαρδὼ καὶ νήσους ἄλλας ὅσαι τῆσδε τῆς θαλάσσης εἰσί, καὶ ἐς Ἰβηρίαν. πολλαχῇ δὲ καὶ ἀποικίας ἐξέπεμπον. ἥ τε ἀρχὴ αὐτοῖς ἐγένετο δυνάμει μὲν ἀξιόμαχος τῇ Ἑλληνικῇ, περιουσίᾳ δὲ μετὰ τὴν Περσικήν.2 ἑπτακοσίοις δʼ αὐτοὺς ἔτεσιν ἀπὸ τοῦ συνοικισμοῦ Ῥωμαῖοι Σικελίαν ἀφείλοντο,3 καὶ Σαρδὼ μετὰ Σικελίαν, δευτέρῳ δὲ πολέμῳ καὶ Ἰβηρίαν. ἔς τε τὴν ἀλλήλων ἐμβαλόντες μεγάλοις στρατοῖς, οἱ μὲν Ἀννίβου σφῶν ἡγουμένου τὴν Ἰταλίαν ἐπόρθουν ἑκκαίδεκα ἔτεσιν ἑξῆς, οἱ δὲ Λιβύην Κορνηλίου Σκιπίωνος τοῦ πρεσβυτέρου σφῶν στρατηγοῦντος, μέχρι τὴν ἡγεμονίαν Καρχηδονίους ἀφείλοντο καὶ ναῦς καὶ ἐλέφαντας, καὶ χρήματα σφίσιν ἐπέταξαν ἐσενεγκεῖν ἐν χρόνῳ. δεύτεραί τε σπονδαὶ Ῥωμαίοις καὶ Καρχηδονίοις αἵδε διέμειναν ἐς ἔτη πεντήκοντα, μέχρι λύσαντες αὐτὰς τρίτον πόλεμον καὶ τελευταῖον ἀλλήλοις ἐπολέμησαν, ἐν ᾧ Καρχηδόνα Ῥωμαῖοι κατέσκαψαν Σκιπίωνος τοῦ νεωτέρου σφῶν στρατηγοῦντος, καὶ ἐπάρατον ἔγνωσαν. αὖθις δʼ ᾤκισαν ἰδίοις ἀνδράσιν, ἀγχοτάτω μάλιστα τῆς προτέρας, ὡς εὔκαιρον ἐπὶ Λιβύῃ χωρίον. τούτων τὰ μὲν ἀμφὶ Σικελίαν ἡ Σικελικὴ γραφὴ δηλοῖ, τὰ δʼ ἐν Ἰβηρίᾳ γενόμενα ἡ Ἰβηρική, καὶ ὅσα Ἀννίβας ἐς Ἰταλίαν ἐσβαλὼν ἔπραξεν, ἡ Ἀννιβαϊκὴ· τὰ δʼ ἐν Λιβύῃ γενόμενα ἀπʼ ἀρχῆς ἥδε συνάγει.

随着时间的推移,他们以此为基地,在肉搏交锋中胜过邻近各族,操纵舰船,如腓尼基人一贯那样经略大海,在比尔萨外围建起了外城。他们日渐强大,遂统治了利比亚和大片海域,并跨海向西西里、萨丁尼亚以及属于这片海域的其他诸岛发动战争,还进军伊比利亚,在许多地方派遣了殖民队。他们的政权在军事实力上足与希腊抗衡,在财富上仅次于波斯。然而在建城七百年后,罗马人夺取了他们的西西里,在西西里之后又夺取了萨丁尼亚,在第二次战争中又夺取了伊比利亚。双方各自以大军攻入对方本土,迦太基人在汉尼拔率领下连续十六年蹂躏意大利,而罗马人在老科尔内利乌斯·西庇阿统帅下蹂躏利比亚,直到剥夺了迦太基人的霸权、战舰和战象,并责令他们在一定时限内缴纳贡金。罗马人与迦太基人之间的这第二次和约维持了五十年,直到他们废除和约,相互展开了第三次也是最后一次战争;在此战中,罗马人在小西庇阿统帅下夷平了迦太基,并宣布其为受诅咒之地。但后来,由于这是利比亚一处地势极佳的据点,他们又派遣自己的公民在极靠近旧址的地方重新建立了城市。在这些事件中,涉及西西里的部分见于《西西里史》,在伊比利亚发生的事见于《伊比利亚史》,汉尼拔侵入意大利后的所作所为见于《汉尼拔史》;而本书则汇集了自始以来在利比亚发生的一切。

语法注3 条
  1. 11ἐνέπιπτε μέν τι καὶ γέλωτος

    τι 作名词性语法主语,支配部分属格 γέλωτος(意为“生出些许笑意”)。介词短语 ἐπὶ τῇ ... μικρολογίᾳ 表示引起发笑的原因或对象。

  2. 12περιουσίᾳ δὲ μετὰ τὴν Περσικήν

    在 τὴν Περσικήν 之后承前文 ἀρχή 省略了 ἀρχήν,意即“仅次于波斯[的势力]”。

  3. 12αὐτοὺς ἔτεσιν ἀπὸ τοῦ συνοικισμοῦ Ῥωμαῖοι Σικελίαν ἀφείλοντο

    动词 ἀφαιρέομαι 带双宾格,分别表示被剥夺的人和被夺走的事物。此处 αὐτούς(迦太基人)与 Σικελίαν(西西里)皆为其宾格补足语,与下文中的 τὴν ἡγεμονίαν Καρχηδονίους ἀφείλοντο 结构完全相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:11-12