← 阿庇安

布匿战争

§1286#1

岑索里努斯强调命令不可更易并力主内迁

班诺陈辞之后,执政官岑索里努斯表明元老院的命令不可更改,并以迦太基和雅典的历史为例,论述海上霸权如何诱使城邦走向倾覆,力陈内迁农耕方能带来持久的安全与稳定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1286#1

τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς,1 παυσαμένου δὲ ὁ Κηνσωρῖνος ἔλεξε· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξε, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι2 δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δὲ εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπʼ ὠφελείᾳ κοινῇ, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίγνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε, μεμνημένους τῆς ἐν αὐτῇ ποτὲ ἀρχῆς καὶ δυνάμεως, ἀδικεῖν ἐπαίρει, καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ διʼ αὐτὴν ἐπεχειρήσατε, καὶ Σικελίαν ἀπωλέσατε· ἔς τε Ἰβηρίαν διεπλεύσατε, καὶ Ἰβηρίαν ἀφῄρησθε. ἔν τε ταῖς συνθήκαις ἐλῄζεσθε τοὺς ἐμπόρους, καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν. ὃ καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι,3 καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις, καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει, καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν, καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι. ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν· καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθάπαξ τὰ τῆς γεωργίας τῶν ἐμπόρων.4 ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἢ γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτʼ ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων. ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν.

班诺述说了这番话;然而两位执政官在整场演说中神情阴沉,显见他们绝不会向对方作任何让步。当他停下时,岑索里努斯发言道: “关于元老院所吩咐的事,何须反覆赘述?因为元老院既已吩咐,便必须实行;我们亦无法撤回已被命令执行之事。倘若我们是如同对敌人一般命令这些事,便只需发号施令并强行逼迫即可;然而,迦太基人啊,由于此举是为了共同的利益——或许亦有少许是为了我们,但更多是为了你们——若是你们能够听从劝导而非屈于强力,我亦不惜向你们陈明其中的考量。正是你们眼前的这片大海,因让你们忆起曾于其上拥有的霸权与力量,从而驱使你们犯下不义,并由此将你们拖入灾祸之中。因为正是为了海,你们染指西西里,却失掉了西西里;你们航向伊比利亚,伊比利亚亦被剥夺。即便在订有盟约之时,你们亦抢掠商贾,为了掩人耳目,更将我们的商贾沉入海中,直至事发败露,将撒丁岛作为赔偿交予我们。你们同样是因这片大海而丧失了撒丁岛,而大海的本性,正是因其动作的迅捷,而恒常唆使所有人去贪求更多。 这亦曾在雅典人成为海上霸主之时,使其极盛并致其败亡;因为海洋之事犹如商贾之利,既有骤然的暴发,亦有顷刻的倾覆。你们至少深知我所提及的那等人,他们在将势力经由伊奥尼亚海扩展至西西里之际,始终不肯遏止其贪求,直至全部霸权被剥夺,向敌人交出港口与战船,在城中接纳驻军,亲手拆毁自家的长墙,并在当时几乎自身亦变作了内陆之民。而正是这一点,在最长久的岁月里保全了他们。迦太基人啊,扎根于内陆的生活更为稳固,因其致力于耕作与安宁;农耕的收益或许微薄,但比起商贾之事,在各方面皆更为切实且无险恶。总括而言,在我看来,海滨之城与其说是大地,毋宁说更像是一艘船只,饱受世事的剧烈动荡与变迁;而内陆之城则如立于坚土之上,得享免于危难之利。是以古代的王国大体皆居于内陆,米底人、亚述人、波斯人及其他民族的伟业,亦皆因此而臻于极盛。 但我不再列举王国的例证,因这些与你们已无相干;且看你们自家的利比亚,那些内陆城邦生活得何等安然无虞。”

语法注4 条
  1. 1286δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς

    此句采用了人称句式(δῆλός εἰμι 搭配分词),并后接 ὅτι 引导的名词性从句。主语“执政官们”(οἱ ὕπατοι)带有分词 ἐσκυθρωπακότες(神情阴沉),表明显露出他们绝不让步(ὅτι μηδὲν ἐνδώσουσιν)的事实。

  2. 1286ἀναθέσθαι

    动词中动态 ἀνατίθεμαι 的比喻用法,原指棋类游戏中“悔棋、收回走子”,在此引申为“撤回、废除”已下达的法令或决议。

  3. 1286οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι

    否定主句(οὐ πρὶν ἀπέστησαν)后接重复的 πρίν 引导不定式从句的句式。否定主句后的 πρίν 通常接虚拟语气或直陈语气,但此处接续了一连串不定式(ἀφαιρεθῆναι, παραδοῦναι, ἐνδέξασθαι, καθελεῖν, γενέσθαι),用以概括在贪欲止息前所经历的一系列历史结局。

  4. 1286τὰ τῆς γεωργίας τῶν ἐμπόρων

    简略比较(comparatio compendiaria)的用例。在比较级(βεβαιότερα καὶ ἀκινδυνότερα)之后,本应是对照“农耕的收益/事务”(τὰ τῆς γεωργίας)与“商贾的收益/事务”(τὰ τῶν ἐμπόρων),后者省去 ἢ τὰ(或属格冠词 τῶν),直接以比较属格 τῶν ἐμπόρων 表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1286#1