- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1283#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基使者恳求保留城邦的圣所与坟茔,宁愿以自身受死为代价换取城邦留存,并祈求宽限时间以便向罗马元老院派驻最后的使团。
θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα,1 οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἔστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ, πάντων τε τῶν ἄλλων ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἔστιν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον, ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δʼ ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν. τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ. δόξης δʼ ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθʼ οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε· μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲ παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε, μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν. καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν.2 προφέροντες δʼ ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν, δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δʼ, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δʼ ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν· ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετʼ ὀλίγον τὰ δοκοῦντα δρᾶν,3 τὸ δʼ εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγνεται.
我们亦是为毫无过错的诸神祈请,求你们切勿剥夺他们的盛会、游行与节日,亦切勿剥夺坟冢的祭礼,因为死者对你们已无任何害处。倘若对我们亦有怜悯(你们既准许我们迁徙,便声称亦怜悯我们),请宽宥城邦的公祭之灶,宽宥集市,宽宥掌管议事的女神,以及对尚活着的人而言怡人与宝贵的其他一切事物。你们既然已掌握了我们的战船、武器和令人艳羡的战象,对迦太基究竟还有何可惧?至于内迁之事,若有人以为这是提出来安慰我们的,这也是断不可能的——让以海为生的人们迁入内陆,他们中有无数之人是以海谋生的。我们向你们提出一个于我们更可取、于你们更显光彩的交换:放过这座对你们毫无罪责的城邦,若是愿意,尽可将正被你们迁徙的我们处死。因为这样一来,你们所显出的将是对人的恼怒,而非对圣所、诸神、坟冢以及未曾行不义之城的愤恨。 罗马人啊,在一切功业中,你们所汲汲以求的是美善而虔敬的声名,你们宣称在顺境中持守节制,并每每对你们所征服之人以此居功。凭着宙斯及诸神——包括其余诸神以及所有仍庇护迦太基、且愿他们永不向你们及你们子嗣报怨的诸神——万祈切勿在我们身上首先玷污你们自己的美名,切勿以这样一桩行之可骇、听之可怖且在整个人类历史中由你们首开先例的举动来污损你们的光荣。因为希腊人与蛮族之间曾发生许多战争,罗马人啊,你们与他邦之间亦多有征战;但迄今尚无任何人夷平过一座在战前便垂下手来、交出武器与子女,并甘愿承受凡人所能遭受的任何其他惩罚的城邦。我们向你们陈明誓约诸神、人间命运以及顺境者最应畏惧的复仇女神涅墨西斯,乞求你们切勿因自身的顺遂而骄横行暴,亦切勿将我们的祸患推向万劫不复之境;纵使你们不允我们保有城邦,亦准许我们至少就城邦之事再次遣使元老院进行祈请。你们当见这段时日极为短暂,因对未来的惶惑,它在片刻之间带给我们漫长的煎熬;而对于你们而言,无论是当下还是稍后施行决意之事,安全皆无二致,却能因此获致虔敬与仁爱之名。
- 1283οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα
动词 ἀφαιρέομαι 接表示被剥夺者与被剥夺物的双宾格。前半句中,关系代词 οὕς(指代 θεῶν)与表示祭典的三个名词(πανηγύρεις, πομπάς, ἑορτάς)构成双宾格;后半句中 τοὺς τάφους 与 τὰ ἐναγίσματα 亦构成平行的双宾格结构。
- 1283καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν
分词 ὑπομένουσαν 为阴性单数宾格,通过连词 καί 与前面的分词 χεῖρας... καθεῖσαν 及 παραδοῦσαν 并列,共同修饰 πόλιν(“城邦”)。尽管中间插入了条件从句 εἴ τις ἔστιν...,但修饰 πόλιν 的宾格分词结构依然保持完整。
- 1283ἢ νῦν ἢ μετʼ ὀλίγον τὰ δοκοῦντα δρᾶν
不定词 δρᾶν 起解说性(epexegetical)作用,说明前面的 τὸ μὲν ἀσφαλὲς ἴσον 的具体所指,即“无论是现在还是稍后施行决意之事,安全性都是均等的”。
