← 阿庇安

布匿战争

§1283#1

班诺为保全迦太基城恳请执政官垂怜

使节代表班诺向执政官们陈情,以迦太基忠实履行往昔条约及近日遵命交出人质和武器为由请求怜悯,指出夷平城邦违背了保障自治的承诺,并为保留古老城邦与神殿苦苦哀求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1283#1

εἰ μὲν ἔστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλʼ ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστός ἐστιν ὑμῖν ὁ ἔλεος ὁ ἐφʼ ἡμῖν, οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης, περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων, ὀμόσαντος ἔσεσθαι Ῥωμαίους Καρχηδονίοις συμμάχους καὶ φίλους. οὐδʼ ἔστιν ἐς ταῦθʼ ὅ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλέας. μηδέ τῳ παραστῇ καταγιγνώσκειν, εἰ ταῦτα καὶ πρῴην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολόγους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδʼ ἔχομεν ἐν οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν,1 οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις ἑκόντες μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς, τὰ ὅμηρα αἰτοῦντες, ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων,2 οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σαφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθαι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστὶν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε; τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καὶ ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δʼ ἡ ἱκεσία διʼ ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ

“罗马人啊,若是对你们仍有进言的余地,哪怕是就先前已说过之事,我们也要陈说,但绝非自恃理直气壮(因为对于不幸之人,争辩并不得时宜),而是为了让你们明了,你们施加于我们的怜悯既非师出无名,亦非毫无道理。我们曾统治利比亚及极其辽阔的海洋,为了争夺霸权与你们交战;而在西庇阿时代我们放弃了这一霸权,当时我们向你们交出了战船和所拥有的全部战象,并立约纳贡,且按期如数缴纳。因此,凭着当时所起誓的诸神,请宽宥我们,也请尊重西庇阿的誓言——他曾起誓罗马人将作迦太基人的盟友与朋友。在这些誓约上,我们毫无过错。我们没有战船,没有战象,不曾拖欠贡金,反而与你们并肩作战,抵御过三位君王。请切勿有人因我们前日你们索要武器时亦曾说过这番话而心生责难;因为灾难使人多言,同时在祈求中亦无任何事物比条约更为有力,对于已将一切战力交托给你们的我们而言,除了言语之外再无可求告之所。罗马人啊,往昔之事便是如此,西庇阿正是我们的保证人;而对于眼前之事,执政官诸位,对我们而言,你们便是缔造者与见证人。你们索要人质,我们把最优秀的人给你们送去;你们索要武器,你们收缴了一切,甚至连在围攻中被俘之人也不情愿拱手交出的那些武器。我们信赖了罗马人的品行与风范;因为元老院曾来信谕知,而你们在索取人质时亦声称,若得人质便听凭迦太基自治。即便当时附有我们须承受你们后续命令的条件,你们也不应在人质这一明确的要求上宣称城邦将获自治,却在人质的附加条款中将夷平迦太基自身作为代价;倘若摧毁此城在你们看来合乎天理,那么你们又怎能如昔日所言,让它仍旧自由或自治呢? 关于过去的条约以及向你们做出的承诺,我们本有这些话要说。但若你们连这些亦不予容忍,我们便放弃一切申辩,唯有做不幸者所剩之事,即哀号与乞求。因灾祸之深重,我们的祈求亦是浩大无边:因为我们是在为一座依神谕在诸神助佑下建立的古老城邦祈请,为了曾达致显赫的荣耀、传遍全地的大名,并为了其中如此众多的神殿而祈求,并且——”

语法注2 条
  1. 1283οὐδʼ ἔχομεν ἐν οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν

    介词 ἐν 与宾格 οὐδὲν ἕτερον 连用,体现了动词 καταφυγεῖν 的含蓄结构(兼具避难之趋向与身处其中的停留义),亦或为手抄本中 ἐς 的异文。句法上作依附于 ἔχομεν 的不定式 καταφυγεῖν 的状语,意为“除了言辞之外别无可投奔容身之所”。

  2. 1283εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων

    在此条件从句的前件中,动词 προσέκειτο(被附加/作为补充条款)以不定式短语 τὰ λοιπὰ ... ἀνέξεσθαι(承受其余命令)作主语,同时嵌有属格绝对结构 ὑμῶν ... κελευόντων(当你们命令时)。后件的主干则由 οὐκ εἰκὸς ἦν(实属不当/不合常理)引导。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1283#1