← 阿庇安

布匿战争

§1280-1282

迦太基缴械与迁居内陆的命令

执政官肯索里努斯要求迦太基使节交出所有武器,使节们虽顾虑哈斯德鲁拔的威胁仍如数照办。武器收缴后,肯索里努斯宣布了夷平城邦并将居民迁往距海八十斯塔德内陆的命令,使节团陷入绝望与痛哭,随后重新展开言辞请愿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1280

οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δʼ ὑπαναστὰς ἀντέλεξεν ὧδε· τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθʼ ὑμᾶς ἐλέγξω.1 καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξάντων ἐπικελεύσειν ἐν Ἰτύκῃ.2 τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα ὅσα δημόσιά τε καὶ ἴδια ἕκαστος ὑμῶν ἔχει, βέλη τε καὶ καταπέλτας, ἡμῖν παράδοτε. ὁ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δὲ ὅπως Ἀσδρούβαν, ᾧ θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιός τε Σκιπίων ὁ Νασικᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπανὸς ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν, καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον, καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ λιθοβόλους ἐς δισχιλίους· καὶ φερομένων αὐτῶν ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἀμαξῶν τοσῶνδε ὑπʼ αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς, καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης πόλεως ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ τότε, καὶ σκυθρωπάσας ἐπὶ πολύ, ἔλεξεν ὧδε.

使节们陈述了这些话,肯索里努斯略微起身,如此回应道: “迦太基人啊,你们既然曾出使罗马并从元老院获悉了战争的原由,何须我们再对你们重复说明?但对于你们就我们所发表的不实之词,我将予以批驳。因为法令已昭示明确,且我们自己在西西里接收人质时就已向你们预先说明,元老院其余的决议将在尤提卡予以命令。关于人质,我们赞许你们的敏捷与选拔;然而,对于真心恪守和平之人,何须武器?来吧,把你们每个人所拥有的一切公私器械、矢石与弩机,统统交给我们。” 他如此说完,使节们表示亦愿服从这些命令,但深感困惑的是,哈斯德鲁拔已被他们判处死刑,如今却已召集了两万人马,正驻扎在迦太基近旁,他们该如何抵御他。当执政官们表示罗马人会处置这些事务时,他们便应允也将交出武器。受命与他们同去的科尔内利乌斯·西庇阿·纳西卡与别号伊斯帕努斯的格奈乌斯·科尔内利乌斯,接收了二十万套全副铠甲、无以计数的箭矢与标枪,以及大约两千台发射利箭与投掷巨石的弩机;运送这些武器时的景象既宏伟又奇异,如此众多的车辆竟是由敌人自己押运的。使节们随行其后,此外还有元老院成员、城中其余显贵、祭司或其他著名人物中凡能使执政官产生敬重或怜悯之情者。他们被引至执政官面前,依此庄重的队列肃立。肯索里努斯(因为他比同僚更具口才)此时亦站起身来,面带阴郁之色良久,随后说道:

§1281

τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δʼ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα· ἔκστητε τῆς Καρχηδόνος ἡμῖν, καὶ ἀνοικίσασθε ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι.3 οἱ δʼ ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς, καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν, πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ θανατῶντες ἢ ἔκφρονες ὄντες, ἢ τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες. ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν, καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἱ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο, καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δʼ ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. ὃ καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι· παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐξ ὀνομάτων, καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.

“迦太基人啊,迄今为止你们在人质与武器之事上所表现的顺从与热忱,我们深表赞赏;但在不得不言之事上,理当直截了当。请体面地承受元老院其余的命令吧:为我们腾出迦太基城,迁居至你们领地内任意自选之地,距海八十斯塔德;因为我们已决意将此城彻底夷为平地。” 在他尚在说话之际,使节们便伴着呼号向天举起双手,如受骗之人般呼求神明,对罗马人吐出许多难听的诅咒与恶言,不知是由于一心求死,还是神志发狂,抑或是意在激怒罗马人去犯下戕害使节的渎圣大罪。他们将自己摔倒在地,用双手和头颅撞击地面;有些人甚至撕裂衣袍,残害自己的身躯,仿佛痛恨自己受愚昧所诱落入圈套。待他们的狂暴终于停歇,现场陷入了死一般的沉寂与颓丧,宛如尸横遍野。罗马人深感震悚,执政官们则决意容忍他们面对这异乎寻常的命令时的反应,直至他们不再愤慨,因为执政官深知,最极端的灾祸初降时会令人震惊而生出狂暴之勇,但随着时间的推移,必然的现实终将降服这种鲁莽。这也正是迦太基人当时的经历:在沉寂之中,灾祸更加深重地攫住了他们,他们不再愤怒,而是放声痛哭,指名道姓地哀悼自己、子女与妻子,并向祖国本身发出许多悲戚的话语,宛如对着一个能倾听的人诉说一般。祭司们亦呼喊着神殿的名号及其中的诸神,仿佛神明就在眼前一般陈述灭顶之灾。众人混杂着对公私灾难的悲号,构成了极尽凄惨的哀鸣,以至连罗马人亦为之落泪。

§1282

τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δʼ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δʼ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν,4 καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δʼ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν·

执政官们心中虽升起对人间祸福变迁的怜悯,却仍面容冷峻地等待他们将这些哀恸倾泄殆尽。当他们亦停止了号泣,四下再次陷入寂静。使节们自思城邦如今赤手空拳且孤立无援,既无战船、弩机、箭矢,亦无刀剑,又因五万人方才覆灭而缺乏足以自卫的本邦青壮,外无雇佣兵、朋友、盟友,亦无寻求这些的时机;敌人掌控着他们的子女、武器与土地,并以战船、步兵、攻城器械与骑兵全副武装包围着城市,更有马萨那萨这一仇敌在侧翼窥伺;他们遂停止了喧嚣与愤懑,深知这在灾祸中毫无益处,转而再次寻求言辞申诉。在当时在场者中最显赫的、别号蒂吉拉斯的班诺请求发言,随后说道:

语法注4 条
  1. 1280ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθʼ ὑμᾶς ἐλέγξω

    关系从句 ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν 置于主句指示代词 τοῦτο 之前以示强调(前置语序)。主句动词 ἐλέγχω 接双宾格(人称代词 ὑμᾶς 与指代驳斥事项的 τοῦτο)。

  2. 1280τὰ λοιπὰ τῶν δοξάντων ἐπικελεύσειν ἐν Ἰτύκῃ

    由 προείπομεν 引出的间接引语。将来时不定式 ἐπικελεύσειν 的逻辑主语(ἡμᾶς)因与主句主语(ἡμεῖς)一致而省略。τῶν δοξάντων 是动词 δοκέω 的中性复数不定过去时分词属格,作部分属格,意为“决议事项中剩余的部分”。

  3. 1281τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι

    第三人称单数完成时被动语态 ἔγνωσται 作无人称用法(或以不定式短语 κατασκάψαι 为主语),意为“已被决意”。ἡμῖν 为完成时被动结构常见的施事者与格(dative of agent),τήνδε 为不定式 κατασκάψαι 的直接宾语。

  4. 1282ἔχουσι δʼ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν

    与格代词 αὐτοῖς 依附于 ἔχουσι,作受害与格 / 劣势与格(dativus incommodi),意为“对他们不利的是,敌人掌控着……”。ἔχουσι 的直接宾语为并列的宾格短语 καὶ τὰ τέκνα 以下诸项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1280-1282