← 阿庇安

布匿战争

§1072-1073

迦太基军队的投降与撤退时的覆灭

在一场激战后,马萨那萨围困并使迦太基军队陷入绝境,经小西庇阿调停未果及罗马使节干预后迫使其屈辱投降;然而撤退中的迦太基军遭戈洛萨派骑兵袭杀而几近全灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1072

γενομένης δὲ τῆς μάχης ἐς νύκτα ἀπʼ ἠοῦς, καὶ πολλῶν πεσόντων ἑκατέρωθεν, ἔδοξεν ἐπὶ κρεισσόνων ὁ Μασσανάσσης γενέσθαι. καὶ αὐτῷ ὑποστρέφοντι ἀπὸ τοῦ ἔργου ὁ Σκιπίων ὤφθη. ὁ δὲ αὐτὸν οἷα φίλον ἐκ πάππου περιεῖπε θεραπεύων. ὅπερ οἱ Καρχηδόνιοι μαθόντες, ἐδέοντο τοῦ Σκιπίωνος πρὸς Μασσανάσσην σφᾶς συναλλάξαι. ὁ δὲ συνήγαγε μὲν αὐτούς, γιγνομένων δὲ προκλήσεων οἱ Καρχηδόνιοι τῷ Μασσανάσσῃ τὴν μὲν περὶ τὸ Ἐμπόριον γῆν ἔλεγον μεθήσειν, καὶ ἀργυρίου τάλαντα δώσειν διακόσια αὐτίκα καὶ ὀκτακόσια σὺν χρόνῳ, τοὺς δʼ αὐτομόλους αἰτοῦντος1 οὐχ ὑπέστησαν οὐδʼ ἀκοῦσαι, ἀλλʼ ἄπρακτοι διεκρίθησαν. καὶ Σκιπίων μὲν ἐς Ἰβηρίαν ἔχων τοὺς ἐλέφαντας ἐπανῄει, Μασσανάσσης δὲ τὸν λόφον τῶν πολεμίων περιταφρεύσας, ἐφύλασσε μηδεμίαν αὐτοῖς ἀγορὰν ἐσφέρεσθαι. οὐδʼ ἄλλως ἐγγὺς ἦν οὐδέν, ἐπεὶ καὶ αὐτῷ μόλις ἐκ μακροῦ σφόδρα ἐπιμόχθως ἐφέρετο ὀλίγη. Ἀσδρούβας δʼ εὐθὺς μὲν ἐδόκει δύνασθαι διεκπαῖσαι τοὺς πολεμίους ἐρρωμένῳ ἔτι καὶ ἀπαθεῖ τῷ στρατῷ, ἀγορὰν δʼ ἔχων Μασσανάσσου πλείονα προκαλεῖσθαι τὸν Μασσανάσσην ἐνόμιζε, καὶ παρέμενε, πυνθανόμενος ἅμα καὶ Ῥωμαίων ἐπιέναι πρέσβεις ἐς διαλύσεις. οἱ δʼ ἦλθον μέν, εἴρητο δʼ αὐτοῖς, εἰ Μασσανάσσης ἐλασσοῖτο, λῦσαι τὴν διαφοράν, εἰ δʼ ἐπὶ κρεισσόνων εἴη, καὶ παροξῦναι.

战斗从黎明持续至黑夜,双方伤亡惨重,但马萨那萨似乎占据了上风。当他从战场返回时,西庇阿前去与他相会,马萨那萨便如款待祖父之友般热情接待了他。迦太基人得知此事后,恳求西庇阿促成他们与马萨那萨的和解。他将双方召集在一起,但在提出条件时,迦太基人表示愿意割让恩波里翁周边的土地给马萨那萨,并立即交付二百塔兰同银子,随后再付八百塔兰同;然而当他要求交出逃兵时,迦太基人甚至不忍听闻此言,遂未达成任何协议而散去。西庇阿遂带着战象返回伊比利亚,而马萨那萨则在敌军占据的丘陵周围开凿壕沟,严密防守,不准任何粮秣运入。实际上附近本就一无所有,即便对他自己而言,极为微薄的物资也是费尽周折才从极其遥远之处勉强运达。哈斯德鲁拔起初认为趁军队尚强健且未受损耗之时本可突围击破敌人,但他自恃存粮比马萨那萨充足,以为能够与马萨那萨抗衡到底,因而按兵不动,同时也因得知罗马使节正前来调解。使节们确实抵达了,但他们所受的指令是:若马萨那萨处于下风,则平息争端;若他占据优势,则进一步挑起战事。

§1073

οἱ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, ὁ δὲ λιμὸς τὸν Ἀσδρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε· καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς, βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ δʼ ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑποζυγίοις ἔθυον, καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκ τε πονηρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους· συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους. τῶν τε ξύλων αὐτοὺς ἐς τὴν ἕψησιν ἐπιλιπόντων τὰ ὅπλα κατέκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτʼ ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτʼ ἐξεκαίετο ξύλων ἀπορίᾳ. ὁ οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. τό τε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο· καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες,2 τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ, καὶ πεντακισχίλια ἀργυρίου τάλαντα πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν, τούς τε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον, καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθʼ ἕνα διεξελθεῖν3 σὺν χιτωνίσκῳ μόνῳ. Γολόσσης δʼ αὐτοῖς ἀπιοῦσι, χαλεπαίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρὸς εἴτε διʼ ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν οὔτε φυγεῖν ὑπʼ ἀσθενείας δυναμένους ἔκτειναν. ἔκ τε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀνδρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν, καὶ σὺν αὐτοῖς Ἀσδρούβας τε ὁ στρατηγὸς καὶ ἕτεροι τῶν ἐπιφανῶν.

使节们依令行事,而饥荒则严重折磨着哈斯德鲁拔和迦太基人。他们身体各个方面都极度虚弱,再也无法强行突破敌围;他们先是宰杀驮畜,继驮畜之后又宰杀战马,并煮食皮带充饥。由于食物腐恶、缺乏活动以及时令气候,各种疾病接踵而至;因为大批人群在利比亚的炎夏被困于一处狭窄的营地之中。当连煮食用的木柴也告罄时,他们便焚烧兵器取火。死者中既无人能够抬出,因马萨那萨未曾放松封锁;亦因缺柴而无法火化。因此,由于与散发恶臭和腐烂的尸体共处,他们遭受了极其巨大且痛苦的毁灭。军队的大部此时已经殒命;剩下的部众见自身毫无生还希望,只得同意向马萨那萨交出逃兵,在五十年内交付五千塔兰同银子,违背誓言召回本邦的流亡者,并且所有人仅着一件短袍,由一道门排成单列穿行于敌军之间。然而当他们离去时,戈洛萨因不久前被追击一事怀恨在心,不知是由于其父的默许还是出于自己的擅权,派出了努米底亚骑兵;这些骑兵将他们屠戮殆尽,因为他们毫不抵抗,既无防身武器,又因虚弱而无法逃跑。在五万八千人的大军中,仅有极少数人得以逃回迦太基,将领哈斯德鲁拔及其他显贵亦随同在其列。

语法注3 条
  1. 1072τοὺς δʼ αὐτομόλους αἰτοῦντος

    独立属格结构,其逻辑主语(马萨那萨)因承接上文而省略,意为“当他要求交出逃兵时”。虽然在句法上 αἰτοῦντος 亦可被视为 ἀκοῦσαι 或 ὑπέστησαν 所支配的属格补足语,但将其视作表示主语转换的独立属格最为符合行文逻辑。

  2. 1073καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες

    语义一致(constructio ad sensum / κατὰ σύνεσιν)的用法。中性单数的集合名词短语 τὸ ὑπόλοιπον(余部、其余的人)在语法上是中性单数,但因其指代具体的士兵人群,修饰它的分词 ὁρῶντες 采用了阳性复数主格。

  3. 1073τοὺς ἐχθροὺς καθʼ ἕνα διεξελθεῖν

    复合动词 διεξέρχομαι 及物性地支配宾格 τοὺς ἐχθρούς,意为“在敌人之间穿过”或“从敌人面前走过”。此句描述了被缴械的投降者排成单列穿过敌军队列的受辱仪式(类似于“在轭下穿过”的习俗)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1072-1073