- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1070-1071
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迦太基驱逐亲马萨那萨派并袭击其使者,引发马萨那萨与哈斯德鲁拔军的冲突;马萨那萨将迦太基军诱入不利的荒原,前来索要战象的年轻小西庇阿则在高处观赏了这场壮观的对决。
Καρχηδονίων δʼ οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσανάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς, καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν λεγόντων καταδέχεσθαι.1 οἱ δʼ ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον, καὶ ἐξώτρυνον ἐς πόλεμον. ὁ δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσην τε καὶ Μικίψαν, ἀξιῶν καταδέχεσθαι τοὺς διʼ αὑτὸν ἐξεληλαμένους. τούτοις προσιοῦσι τὰς πύλας ὁ βοήθαρχος ἀπέκλεισε, δείσας μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ ὁ Σαυνίτης ἐπέθετο, καὶ τινὰς μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν, ἐφʼ οἷς ὁ Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα. καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος.2 οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τετρακοσίοις, Ἀσδρούβα τοῦ τότε σφῶν βοηθάρχου στρατηγοῦντος, ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅσασίς τε καὶ Σούβας ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσανάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες ἑξακισχιλίους, οἷς ἐπαρθεὶς ὁ Ἀσδρούβας μετεστρατοπέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβολίαις ἐπὶ κρεισσόνων ἦν. ὁ δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατʼ ὀλίγον οἷα φεύγων, ἕως προσήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία.3 τότε δʼ ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς· ὁ δὲ Ἀσδρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδραμεν.
迦太基人中的平民派驱逐了依附马萨那萨的人,约有四十名,对他们通过了流放的判决,并让民众起誓绝不再召回他们,也绝不容忍提议召回他们的人。被驱逐者逃奔到马萨那萨那里,竭力煽动战争。他本人也正有此意,便派遣自己的儿子戈洛萨和米奇普萨前往迦太基,要求接纳因他而被驱逐的人。当他们走近时,后备军统帅关闭了城门,因担心被放逐者的亲属会痛哭恳求而打动民众。此外,在戈洛萨返回途中,萨姆尼特人哈米尔卡袭击了他,杀死了若干随从,并使他本人陷入混乱;马萨那萨便以这些事为借口,围攻了奥罗斯科普城,违反条约而企图夺取此地。迦太基人派出两万五千步兵和四百名本邦骑兵,由他们当时的后备军统帅哈斯德鲁拔领兵,前去征讨马萨那萨。当他们逼近时,马萨那萨的部将哈萨西斯和苏巴斯因与马萨那萨的诸子发生不和,率领六千骑兵叛逃归顺了他们。哈斯德鲁拔因此受到鼓舞,将营地移至距国王更近之处,并在前哨战中占据了上风。然而马萨那萨设下圈套,佯装逃跑似地逐渐后撤,直至将其引至一片四面皆是丘陵、悬崖且粮秣匮乏的广袤荒原。此时他方才掉头在平原地带扎营,而哈斯德鲁拔则登上丘陵,以为那里更为险固。
καὶ οἱ μὲν τῆς ἐπιούσης ἔμελλον ἐς χεῖρας ἥξειν, Σκιπίων δʼ ὁ νεώτερος, ὁ τὴν Καρχηδόνα ὕστερον ἑλών, ὑποστρατευόμενος τότε Λευκόλλῳ Κελτίβηρσι πολεμοῦντι, ἐς τὸν Μασσανάσσην ἀφικνεῖτο πεμφθεὶς ἐλέφαντας αἰτῆσαι. καὶ αὐτῷ Μασσανάσσης, τοῦ σώματος ὡς ἐς μάχην ἐπιμελούμενος, ἱππέας ἀπαντᾶν ἔπεμψε, καὶ τῶν παίδων τισὶν ἐκέλευεν ἐλθόντα ὑποδέξασθαι. αὐτὸς δʼ ἅμʼ ἕῳ τὸν στρατὸν ἐξέτασσεν, ὀγδοήκοντα μὲν καὶ ὀκτὼ γεγονὼς ἔτη, ἱππεύων δʼ ἔτι καρτερῶς καὶ γυμνὸν τὸν ἵππον ἀναβαίνων, ὡς ἔθος ἐστὶ Νομάσι, καὶ στρατηγῶν καὶ μαχόμενος, εἰσὶ γὰρ Λιβύων οἱ Νομάδες εὐρωστότατοι, καὶ μακροβίων ὄντων μακροβιώτατοι. αἴτιον δʼ ἴσως ὅ τε χειμὼν οὐ πολὺ κρύος ἔχων, [ὑφʼ οὗ φθείρεται πάντα,] καὶ τὸ θέρος οὐ κατακαῖον ὥσπερ Αἰθίοπάς τε καὶ Ἰνδούς. διὸ καὶ τῶν θηρίων τὰ δυνατώτατα ἥδε ἡ γῆ φέρει, καὶ οἱ ἄνδρες ἐν ὑπαίθρῳ καὶ πόνοις εἰσὶν ἀεί. ὀλίγος τε ὁ οἶνος αὐτοῖς, καὶ ἡ τροφὴ πᾶσιν ἁπλῆ τε καὶ εὐτελής. ὁ μὲν δὴ Μασσανάσσης ἐπιβὰς ἵππου διεκόσμει τὸν στρατόν, καὶ Ἀσδρούβας ἀντεξῆγε τὸν ἴδιον αὐτῷ, πολὺ πλῆθος· ἤδη γὰρ καὶ τῷδε πολλοὶ προσεληλύθεσαν ἐκ τῆς χώρας. ὁ δὲ Σκιπίων ἐθεᾶτο τὴν μάχην ἀφʼ ὑψηλοῦ καθάπερ ἐκ θεάτρου. ἔλεγε τε πολλάκις ὕστερον, ἀγῶσι συνενεχθεὶς ποικίλοις, οὔποτε ὧδε ἡσθῆναι· μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν,4 μυριάδας ἀνδρῶν συνιούσας ἐς μάχην ἕνδεκα. ἔλεγέ τε σεμνύνων δύο πρὸ αὑτοῦ τὴν τοιάνδε θέαν ἰδεῖν ἐν τῷ Τρωικῷ πολέμῳ, τὸν Δία ἀπὸ τῆς Ἴδης καὶ τὸν Ποσειδῶνα ἐκ Σαμοθρᾴκης.
正当他们打算在次日交战之际,后来攻占迦太基的小西庇阿——他当时正在卢库鲁斯麾下从军攻打凯尔特伊比利亚人——因受命请求战象而抵达马萨那萨处。马萨那萨虽正为迎战而调养身体,仍派骑兵前往迎接,并命几位儿子在其到达时代为接待。拂晓时分,他亲自排兵布阵,此时他虽已八十八岁,仍骑术矫健,依努米底亚人的习俗骑无鞍光背之马,亲自指挥并亲身冲杀;因为在利比亚人中,努米底亚人最为健硕,〔利比亚人〕虽长寿,他们又是其中享寿最长的。其原因或许在于冬季并无酷寒,而夏季亦不像对埃塞俄比亚人和印度人那样将其灼焦。因此这片土地也繁育着最为强健的野兽,而男子亦始终置身野外与劳苦之中。他们饮酒甚少,众人的饮食亦简朴而节约。马萨那萨翻身上马整饬军队,哈斯德鲁拔亦率自己的大批部众出营迎战;因为当时已有许多人自乡野加入其军。西庇阿自高处俯瞰战役,如同在剧场一般。此后他历经各种交锋,常言自己从未这般惬意;因为他说自己仅有这一次能毫无忧虑地观看如此激战,目睹十一万人冲入战场厮杀。他更自豪地宣称,在他之前唯有二者曾在特洛伊战争中目睹这般景象:即伊达山上的宙斯与萨莫色雷斯岛上的波塞冬。
- 1070τῶν λεγόντων καταδέχεσθαι
充当动词 ἀνέχεσθαι 支配的属格短语。不定式 καταδέχεσθαι 作为带冠词分词 τῶν λεγόντων 的补足语,意为“提议召回他们的人”。
- 1070καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος
分词 ἐφιέμενος 支配属格宾语 τῆσδε(指前文的 πόλιν Ὁρόσκοπα),意为“违背条约亦图谋夺取此城”,在句法上修饰主句主语 ὁ Μασσανάσσης。
- 1070ἀγορᾶς ἀπορία
由关系副词 οὗ 引导的定语从句中 ἦσαν 的并列主语之一。这里的 ἀγορά 指粮饷供应或物资集市,与 ἀπορία 结合表示“粮秣供应的缺乏”。
- 1071μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν
间接引语中的不定式结构。形容词 ἄφροντις 使用主格而非宾格,是因为其逻辑主语与支配动词 ἔφη 的主语同一(主格与不定式结构)。μόνον 既可作副词解(“唯有这次”),亦可作定语修饰 τόνδε τὸν πόνον(“唯独这场苦战”)。
