- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1174-1176
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在被马萨那萨击败后,迦太基试图通过处死将领以平息罗马的开战借口,但罗马元老院仅以含糊言辞敷衍。随着尤提卡的归降,罗马正式决议宣战并派遣大军出征,公开要求迦太基交出人质,暗中却下达彻底摧毁该城的密令。
τοιόσδε μὲν ὁ Μασσανάσσου καὶ Καρχηδονίων πόλεμος ἦν, ἐκδέχεται δʼ αὐτὸν ὁ τρίτος ἐν Λιβύῃ καὶ τελευταῖος Ῥωμαίων. καὶ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπʼ αὐτοῦ τῆς πόλεως γενομένης, αὐτόν τε Μασσανάσσην ἐδεδοίκεσαν ἐγγὺς ἔτι ὄντα μετὰ πολλοῦ στρατοῦ, καὶ Ῥωμαίους δυσμεναίνοντας ἀεὶ σφίσι καὶ πρόφασιν θησομένους τὰ ἐς τὸν Μασσανάσσην γενόμενα. ὧν οὐδέτερον κακῶς ὑπενόουν· αὐτίκα γὰρ οἱ Ῥωμαῖοι πυθόμενοι στρατὸν ἐπήγγελλον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δʼ ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι.1 καὶ οἱ Καρχηδόνιοι νομίζοντες ἐκλύσειν τὴν πρόφασιν, ἐπεκήρυσσον Ἀσδρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πρὸς Μασσανάσσην πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ, καὶ εἴ τις ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιφέροντες. ἔς τε Ῥώμην πρέσβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυναμένων αὐτὸν ὀξέως τε καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρόφασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν, καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε,2 οἱ μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνωκυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπεκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολογήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦσιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἱ δὲ οὕτως ἔφασαν τῷ ῥήματι, εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις.3 ζητούντων δʼ ἐκείνων ὅ τι εἴη τὸ ἱκανόν, οἱ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασι προσεπιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἱ δὲ Μασσανάσσῃ τῆς ἀμφιλόγου γῆς μεταστῆναι. ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον, καὶ παρεκάλουν γνῶναι σαφῶς ὅ τι ἐστὶν αὐτοῖς τὸ ἱκανόν. οἱ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς, καὶ εἰπόντες ἀπέπεμψαν.
马萨那萨与迦太基人之间的战争便是如此,随之而来的则是罗马人在利比亚的第三次也是最后一次战争。迦太基人因遭受马萨那萨带来的惨败而深陷困境,城邦由此陷入极度虚弱的状态,他们既害怕仍统领大军近在咫尺的马萨那萨本人,又害怕一向对他们心怀敌意并企图以针对马萨那萨之事为借口的罗马人。他们的这两点猜疑皆非无中生有;因为罗马人一获悉此事,便立即通令全意大利征募军队,虽未说明用途,却旨在使其能迅速依命调动。迦太基人认为可以以此消除借口,便对在这场对马萨那萨的战争中担任主帅的哈斯德鲁拔以及雇佣军指挥官卡尔塔罗,乃至任何卷入该事之人宣判死刑,将战争的罪责推诿给他们。他们还向罗马派遣使节,不仅控告马萨那萨本人,亦控告这些男子急躁且轻率地实施报复,从而使城邦陷入引发敌意的借口之中。然而,当一位元老质问使节为何不在战争之初宣判首恶,却在战败之后才予以宣判,并且“为何你们先前不派遣使节,反倒如今才向我们派遣使节”时,使节们无言以对;而早已决意开战且玩弄借口的元老院则答复称,迦太基人尚未向罗马人做出充分的辩解。使节们遂再次焦急地询问,若被认为有过错,他们究竟遭受何种惩罚方能免除这一罪责。元老们则字字如实地答道: “只要你们使罗马人感到满意。” 当使节们探究何谓满意时,有人以为罗马人希望在西庇阿时期确定的赔款上追加数额,另一些人则以为是指将争议之地割让给马萨那萨。陷入困惑的他们再次向罗马派遣使节,请求明确告知究竟何为他们所谓的满意。罗马人却再次答复称迦太基人自己心中有数,说完便将他们遣返。
οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ, Ἰτύκη δέ, ἡ Λιβύης μεγίστη μετὰ Καρχηδόνα πόλις, λιμένας τε ἔχουσα εὐόρμους καὶ στρατοπέδων καταγωγὰς δαψιλεῖς, ἑξήκοντα σταδίους ἀπὸ Καρχηδόνος ἀφεστῶσα καὶ καλῶς ἐς πόλεμον αὐτοῖς ἐπικειμένη, τὰ Καρχηδονίων ἄρα καὶ αὕτη τότε ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ, πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Ῥωμαίοις ἐπέτρεπον. ἡ δὲ βουλὴ καὶ τέως ἐς τὸν πόλεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης ἐξέφηνέ τε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάνιον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ ἐλέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι.4 οἱ μὲν δὴ θύσαντες ἐς Σικελίαν ἔπλεον ὡς ἐκεῖθεν ἐς τὴν Ἰτύκην διαβαλοῦντες, ναυσὶ δʼ ἐφέροντο πεντήκοντα μὲν πεντήρεσιν, ἑκατὸν δʼ ἡμιολίαις, ἀφράκτοις δὲ καὶ κερκούροις καὶ στρογγύλοις πολλοῖς. καὶ στρατὸν ἦγον ὀκτακισμυρίους πεζοὺς καὶ ἱππέας ἐς τετρακισχιλίους, ἀρίστους ἅπαντας· ὡς γὰρ ἐς ἐπιφανῆ στρατείαν καὶ προῦπτον ἐλπίδα πᾶς τις ἀστῶν καὶ συμμάχων ὥρμα, καὶ πολλοὶ καὶ ἐθελονταὶ παρήγγελλον ἐς τὸν κατάλογον.
正当他们处于此种恐惧与绝望之中时,仅次于迦太基的利比亚第二大城尤提卡——不仅拥有适宜停泊的良港和广阔的扎营场所,距离迦太基仅六十斯塔迪昂,且在对迦太基作战中处于极佳地势——见迦太基人的大势已去,便趁机表露宿怨,向罗马派遣使节,将尤提卡托付给罗马人。元老院此前本就急于求战且在加紧筹备,如今又获得了如此坚固而关键的城邦,遂公开其意图,齐集于按惯例商议军务的卡皮托利乌姆山,投票决议对迦太基人开战。他们立即派出执政官担任统帅,命马尼乌斯·马尼利乌斯统领步兵,卢基乌斯·马尔基乌斯·琴索里努斯统辖舰队,并向他们秘密下令:在彻底铲平迦太基之前绝不可停止战争。两名统帅在献祭之后即启航前往西西里,意欲从该地渡海前往尤提卡;他们共率领五十艘五列桨座战船、一百艘半二列桨战船,以及大量无甲板战船、轻型小艇和运输船。统帅的大军包括八万步兵和约四千骑兵,皆为精锐之士;因为不论是公民还是同盟者,人人都渴望参加这场显赫且胜算显然的征伐,更有许多人自愿报名入伍。 对于迦太基人而言,宣战的决定与战事的进发由一名信使同时送达;因为同一名信使既带来了宣战的决议,又报告战船已向他们驶来。
Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πολέμου καὶ τὸ ἔργον ὁμοῦ διʼ ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέ τε τὸ ψήφισμα τοῦ πολέμου, καὶ τὰς ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπεγίγνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσφάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενηνεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδʼ αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπῃ δύναιντο, τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ, τριάκοντα ἡμερῶν τῶνδε, οἱ Καρχηδόνιοι τριακοσίους τοὺς ἐνδοξοτάτους σφῶν παῖδας ἐς ὁμηρείαν παράσχωσι καὶ τἄλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον, καὶ γῆν ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο, καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα· ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπέστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων.
他们惊骇万分,因战船匮乏且近期折损了如此众多的青年而陷入绝望;他们既无盟友,又无现成的雇佣军,未曾为围城储备粮食,亦无其他任何东西,正如在未加宣战且突如其来的战事中那样,单凭自身亦无法抗衡罗马人与马萨那萨。于是他们另行派遣全权使节前往罗马,以求尽其所能处置当前的危局。元老院告知使节:若迦太基人在三十日内,趁执政官尚在西西里之时,交出本邦最显贵的男童三百人作为人质,并在其他一切事宜上服从执政官,则迦太基将保留自由与自治,并保有其在利比亚所拥有的一切土地。元老院公开通过了这一决议,并将法令交由使节带回迦太基;但在私下里,他们却秘密指令两名执政官必须严格恪守向他们单独交代之使命。
- 1174ὡς δʼ ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι
由 ὡς 引领的带小辞 ἄν 和希求法 ἔχοιεν 的目的从句,从属于主句的历史时态动词 ἐπήγγελλον。在过去时态后的目的从句中使用 ἄν 加希求法,表达带有假设性或潜在性的准备状态(“以便能够随时迅速执行任何所下达的命令”)。副词 ὀξέως 与 ἔχω 及不定词 χρῆσθαι 构成短语,表示“有能力/准备好去执行”。
- 1174καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε
由 ὅπως 引领的第三人称复数间接问句(ἐξεκήρυξαν)突然转换为第二人称复数(πρεσβεύεσθε)的直接引语。这种语式转变生动再现了元老对使节们当面严厉质问的现场感。
- 1174εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις
带有将来时直陈语气(ποιήσετε)的条件从句前件,主句(后件,如“你们便可免罪”)被特意省略。这种省略使答复显得模棱两可且冷峻严苛,反映了罗马方面故意隐瞒具体条款、在外交上掌控主动权的策略。
- 1175οἷς ἐν ἀπορρήτῳ ἐλέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι
非人称过去完成时被动语态 ἐλέλεκτο 支配关系代词与格 οἷς,不定词短语 μὴ ἀνασχεῖν 作主语,表达一项秘密禁令(“他们已被暗中告知不得停止战争”)。动词 ἀνέχω 表“停止、中止”时接属格补足语 τοῦ πολέμου,随后由 πρίν 引导的不定词短语 κατασκάψαι 表示时间界限(“直到将迦太基夷为平地”)。
