- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1067-1069
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第二次布匿战争结束后,马西尼萨在罗马偏袒的调停下屡次侵占迦太基领土;加图等使节目睹迦太基的迅速复兴后深感威胁,返京后力主彻底毁灭迦太基。
καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δʼ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς.1 καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δʼ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονίων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.
罗马人针对迦太基人的第二次战争至此告终;此战始于伊比利亚,在利比亚以这份关涉迦太基自身的和约而终止。按希腊人的奥林匹亚纪年,大约是在第一百四十四届左右。然而马西尼萨既怀恨迦太基人,又倚仗罗马人为后盾,便以土地曾归己有为由,侵占了迦太基人的大片土地。迦太基人请求罗马人调解他们与马西尼萨的争端;但罗马人派出的调停人受命竭尽所能协助马西尼萨。马西尼萨便如此割取了迦太基人的土地,迦太基人亦与他缔结了条约,该条约维持了五十年之久。在此期间,迦太基持续处于和平之中,得益于平原的沃饶与海洋的便利,国力与人口皆达到了极为鼎盛的境地。
καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίγνεται, οἱ μὲν ἐρρωμάιζον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δʼ ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δʼ ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ μέγας Ἄννων, τῶν δʼ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα βοήθαρχον ὄντα, καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε, καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει, μετὰ τέχνης, ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δʼ ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν· καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. οὐ πολὺ δʼ ὕστερον ὁ Μασσανάσσης ἠμφισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφʼ οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δʼ ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι.
随即,正如在繁荣时常发生的那样,有人亲罗马,有人主张民主,亦有人依附马西尼萨。各派皆由声望与才干出众之人所领导:亲罗马派由大汉诺统领;拥护马西尼萨者由绰号“椋鸟”的汉尼拔统领;民主派则由绰号“萨谟奈人”的哈米尔卡与卡尔塔罗统领。民主派窥伺到罗马人正与凯尔特伊比利亚人作战,且马西尼萨正前往援救被其他伊比利亚人围困的儿子,便说服担任防卫长官且因该职务正巡视乡野的卡尔塔罗,袭击驻扎在争议土地上的马西尼萨部众。卡尔塔罗不仅杀死了其中一些人并劫掠了战利品,还鼓动乡间的利比亚人起而反抗努米底亚人。双方之间爆发了许多其他战事,直至另一批罗马使节前来调解,他们同样暗中受命相助马西尼萨。这些人以狡黠的手段,依下列方式确认了马西尼萨此前所占取的一切土地:他们既不置一词亦不听申诉,以免马西尼萨在依法的审理中受到丝毫亏损,而是站在双方之间张开双手;这就是他们向双方发出的平息纷争的指令。不久之后,马西尼萨又对所谓的“大平原”以及被称为图斯卡的五十座城镇之地提出主权要求。迦太基人为此再次向罗马人求援。罗马人当时虽亦允诺派遣使节前来仲裁,却一再拖延,直到他们推测迦太基人的产业已大部遭到破坏。
καὶ τότε πρέσβεις ἔπεμπον ἑτέρους τε καὶ Κάτωνα, οἳ ἐς τὴν ἀμφίλογον γῆν ἀφικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπιτρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις ἀεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δʼ ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκιπίωνος οὐδὲν χρῄζειν δικῶν οὐδὲ διορθώσεως, ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα.2 οἱ δʼ οὐκ ἀνασχόμενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν, καὶ τὴν χώραν περιεσκόπουν, ἀκριβῶς τε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν ἐσελθόντες, ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆθος ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπανελθόντες τε ἐς Ῥώμην, ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης. καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δʼ ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δʼ ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε· Ῥωμαίων ἐκδιαιτωμένων ἤδη.3
当时他们派遣了包括加图在内的其他使节,使节们抵达争议土地后,要求双方将一切事务全权托付予他们裁决。马西尼萨因占尽便宜且一向倚仗罗马人,遂全权托付;迦太基人却心存猜疑,因为他们知道先前的使节未曾公正裁决。因此迦太基人声称,西庇阿时期的条约无需任何审判或修正,除了那些条约本身正遭到破坏的事项之外。使节们不耐于仅就局部事务进行裁决,遂动身返程,并沿途视察了该地,见其耕作精细,庄园宏大。他们进入城中,亦看到了其城力之雄厚,以及自不久前西庇阿时期的毁坏之后人口增长之盛。返回罗马后,他们报告说迦太基人的局势带给他们的与其说是嫉妒,毋宁说是恐惧,因为这样一个怀有敌意的庞大邻邦竟然如此轻易地繁盛起来。加图尤其宣称,在铲除迦太基之前,罗马人甚至连自由都绝不会安稳。元老院获悉这些情况后决意开战,但仍需等待借口,并对这一决议严加保密。据说自那以后,加图在元老院中始终坚持发表意见,主张迦太基不可留存;而西庇阿·纳西卡则主张相反的意见,要求保留迦太基,他也正是以畏惧为目的,因为罗马人已经开始生活放纵。
- 1067ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δʼ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς
分词 ἀρξάμενος 与 λήξας 均为阳性单数主格,与主句主语 ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος 一致。介词短语 ἐς τάσδε τὰς... σπονδάς 表示终止的终点或最终结果,意为“以这些关于迦太基自身的和约而告终”。
- 1069ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα
由 ὅσα 引导并带否定词 μή 的限制性关系从句,意为“除了那些条约本身正遭到破坏的事项之外”。否定词 μή 带有泛指或假设语气,与 μόνα 一同对前文否定陈述(οὐδὲν χρῄζειν δικῶν)中的例外情况进行限定。
- 1069ἐς φόβον ἄρα καὶ τόνδε· Ῥωμαίων ἐκδιαιτωμένων ἤδη
介词短语 ἐς φόβον 表示目的,阳性单数宾格 τόνδε 指代间接引语的宾格主语 Σκιπίωνα τὸν Νασικᾶν(“他也正是以畏惧为目的”)。紧随其后的 Ῥωμαίων ἐκδιαιτωμένων ἤδη 是独立属格结构,用以说明原因或背景(“鉴于罗马人此时已开始生活放纵”),补足了保留迦太基作为畏惧对象的动机。
