← 阿庇安

西班牙战记

§953-955

围攻因特卡提亚与卢库鲁斯撤军

卢库鲁斯围攻因特卡提亚,年轻的西庇阿在单挑中获胜,罗马军在饱受补给困扰后与其缔约休战;随后他转攻帕兰提亚,却因粮草断绝与敌军袭扰被迫无功撤军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§953

ὁ δὲ πολλὴν γῆν ἔρημον ὁδεύσας, ἔς τινα πόλιν Ἰντερκατίαν ἀφίκετο, ἔνθα πεζοὶ μὲν ὑπὲρ δισμυρίους συνεπεφεύγεσαν, ἱππεῖς δὲ δισχίλιοι. καὶ αὐτοὺς ὁ Λεύκολλος ἐς συνθήκας ὑπʼ ἀνοίας προυκαλεῖτο· οἱ δʼ ἐπʼ ὀνείδει τὰ Καυκαίων αὐτῷ προύφερον, καὶ ἐπυνθάνοντο εἰ ἐπὶ τὰς ἐκείνων πίστεις αὐτοὺς καλοίη. ὁ δʼ, οἷον ἅπαντες οἱ ἁμαρτόντες,1 ἀνθʼ ἑαυτοῦ τοῖς ὀνειδίζουσι χαλεπαίνων, ἔκειρεν αὐτῶν τὰ πεδία, καὶ περικαθίσας κύκλῳ τὴν πόλιν χώματα ἤγειρε πολλά, καὶ συνεχῶς ἐξέτασσε προκαλούμενος ἐς μάχην. οἱ δʼ οὔπω μὲν ἀντεξέτασσον, ἀλλʼ ἦσαν ἀκροβολισμοὶ μόνοι, θαμινὰ δέ τις τῶν βαρβάρων ἐξίππευεν ἐς τὸ μεταίχμιον, κεκοσμημένος ὅπλοις περιφανῶς, καὶ προυκαλεῖτο Ῥωμαίων ἐς μονομαχίαν τὸν ἐθέλοντα, οὐδενὸς δʼ ὑπακούοντος ἐπιτωθάσας καὶ τῷ σχήματι κατορχησάμενος ἀπεχώρει. γιγνομένου δὲ τούτου πολλάκις, ὁ Σκιπίων ἔτι νέος ὢν ὑπερήλγησέ τε καὶ προπηδήσας ὑπέστη τὸ μονομάχιον, εὐτυχῶς δʼ ἐκράτησεν ἀνδρὸς μεγάλου μικρὸς ὤν.

然而,卢库鲁斯穿过大片荒芜的土地,来到了一个名叫因特卡提亚的城市,那里集结了逃难而来的两万多名步兵和两千名骑兵。卢库鲁斯愚蠢地要求他们订立条约;但他们以考卡人的遭遇对他加以嘲讽,质问他是否要以对待考卡人的那种信义来招降他们。卢库鲁斯便如同所有犯下罪过的人一样,不怪自己反而迁怒于指责他的人,蹂躏了他们的田原,在城池四周设下包围,筑起了许多攻城土垒,并不断列阵挑衅求战。城中之人尚未列阵迎战,而只是进行散兵袭扰;但蛮族中屡屡有一人披挂着华丽铠甲策马冲入两军阵地之间,挑战任何愿意出阵的罗马人进行单挑;在无人应战时,他便极尽嘲弄,手舞足蹈地讥讽离去。这种情况屡次发生后,当时仍甚年轻的西庇阿感到无比愤慨,纵身跃出迎战单挑;他虽身材矮小,却侥幸击败了个头魁梧的对手。

§954

καὶ τόδε μὲν ἐπῇρε Ῥωμαίους, νυκτὸς δὲ φόβοι πολλοὶ κατεῖχον· οἱ γὰρ ἱππεῖς, ὅσοι τῶν βαρβάρων, πρὶν ἀφικέσθαι Λεύκολλον, ἐπὶ χορτολογίαν προεληλύθεσαν, οὐκ ἔχοντες ἐσελθεῖν ἐς τὴν πόλιν Λευκόλλου περικαθημένου, περιθέοντες ἐβόων καὶ συνετάρασσον· καὶ συνεπήχουν οἱ ἔνδον αὐτοῖς. ὅθεν ὁ φόβος ἦν τοῖς Ῥωμαίοις ποικίλος. ἔκαμνον δὲ καὶ τῇ φυλακῇ διʼ ἀγρυπνίαν καὶ ἀήθειαν τροφῶν ἐπιχωρίων· οἴνου γὰρ οὐκ ὄντος οὐδʼ ἁλῶν οὐδʼ ὄξους οὐδʼ ἐλαίου, πυροὺς καὶ κριθὰς καὶ ἐλάφων κρέα πολλὰ καὶ λαγωῶν χωρὶς ἁλῶν ἑψόμενα σιτούμενοι κατερρήγνυντο τὰς γαστέρας,2 καὶ πολλοὶ καὶ ἀπώλλυντο, μέχρι ποτὲ τὸ χῶμα ἠγέρθη, καὶ τὰ τείχη τῶν πολεμίων τύπτοντες μηχαναῖς μέρος μέν τι κατέβαλον, καὶ ἐσέδραμον ἐς τὴν πόλιν· μετὰ δʼ οὐ πολὺ βιασθέντες τε καὶ ἀναχωροῦντες ἐσπίπτουσιν ἔς τινα δεξαμενὴν ὕδατος ὑπʼ ἀγνωσίας, ἔνθα οἱ πλείους ἀπώλοντο. καὶ νυκτὸς οἱ βάρβαροι τὰ πεσόντα ἀνῳκοδόμουν. πάνυ δʼ ἑκατέρων κακοπαθούντων (ὁ γὰρ λιμὸς ἀμφοῖν ἥπτετο) Σκιπίων ἀνεδέχετο τοῖς βαρβάροις οὐδὲν ἔσεσθαι παράσπονδον, καὶ πιστευθεὶς κατὰ κλέος ἀρετῆς διέλυσε τὸν πόλεμον ἐπὶ τοῖσδε, Λευκόλλῳ δοθῆναι παρὰ τῶν Ἰντερκατίων σάγους μυρίους καὶ θρεμμάτων τι πλῆθος ὡρισμένον, καὶ πεντήκοντα ἄνδρας ἐς ὅμηρα. χρυσὸν δὲ καὶ ἄργυρον Λεύκολλος αἰτῶν, οὗ δὴ χάριν, ἡγούμενος ὅλην Ἰβηρίαν πολύχρυσον εἶναι καὶ πολυάργυρον, ἐπολέμει, οὐκ ἔλαβεν· οὐ γὰρ εἶχον, οὐδʼ ἐν δόξῃ ταῦτʼ ἐκεῖνοι Κελτιβήρων τίθενται.3

此事固然振奋了罗马人,但夜间却有诸多恐惧笼罩着他们。原来,那些在卢库鲁斯赶到之前外出割草的蛮族骑兵,因卢库鲁斯合围城池而无法入城,便在四周奔驰呼号、制造骚乱;城内的人也与他们相互呼应呐喊。因此罗马人感受到了来自四面八方的恐惧。他们还因失眠以及不适应当地食物而饱受守哨之苦;因为军中既无酒、盐,也无醋和橄榄油,他们靠食用小麦、大麦以及大量不加盐白水煮熟的鹿肉和野兔肉为生,以致腹泻严重、肠胃破损,甚至有许多人因此丧命。直到后来土垒筑成,他们用攻城器械轰击敌人的城墙并砸塌了一部分,冲入城内;但不久后他们遭到击退,后撤时因地形不熟而跌入一个蓄水池中,大部分人死在了那里。到了夜间,蛮族人又将倒塌的城墙修筑了起来。在双方都陷入极度困顿之际(因为饥荒同时侵袭着双方),西庇阿向蛮族人担保绝不会背信毁约;由于他英勇的美德深得信赖,便依下列条件平息了战事:因特卡提亚人向卢库鲁斯交出一万件斗篷、一定数量的牲畜以及五十名男子充当人质。但卢库鲁斯原以为整个伊比利亚都盛产金银,并正是为此挑起战争而索要金银,却一无所获;因为他们既无金银,凯尔特伊比利亚人中这些部族也根本不看重此类财物。

§955

ἐπὶ δὲ Παλλαντίαν ᾔει πόλιν, ἣ δόξαν τε ἀρετῆς εἶχε μείζω, καὶ πολλοὶ συνεπεφεύγεσαν ἐς αὐτήν· ὅθεν αὐτῷ συνεβούλευόν τινες ἀποχωρεῖν πρὸ πείρας. ὁ δὲ πολυχρήματον εἶναι πυνθανόμενος οὐκ ἀνεχώρει, μέχρι σιτολογοῦντα αὐτὸν οἱ Παλλάντιοι συνεχῶς ἱππεῦσιν ἠνώχλουν τε καὶ σιτολογεῖν ἐκώλυον. ἀπορῶν δὲ τροφῶν ὁ Λεύκολλος ἀνεζεύγνυ, τετράγωνον ἐν πλινθίῳ τὸν στρατὸν ἄγων,4 ἑπομένων αὐτῷ καὶ τότε τῶν Παλλαντίων μέχρι Δορίου ποταμοῦ, ὅθεν οἱ μὲν Παλλάντιοι νυκτὸς ἀνεχώρουν, ὁ δʼ ἐς τὴν Τυρδιτανῶν χώραν διελθὼν ἐχείμαζεν. καὶ τοῦτο τέλος ἦν τοῦ Οὐακκαίων πολέμου, παρὰ ψήφισμα Ῥωμαίων ὑπὸ Λευκόλλου γενομένου. καὶ ὁ Λεύκολλος ἐπὶ τῷδε οὐδὲ ἐκρίθη.

随后他向帕兰提亚城进军,此城享有更高的尚武声誉,且有许多人逃入城内;因此有人劝他在交手之前先行退兵。然而卢库鲁斯探知该城极为富有,便不肯撤退,直到帕兰提亚人不断出动骑兵袭扰并阻止他搜集粮食。在粮草断绝的情况下,卢库鲁斯拔营启程,将大军组成方阵撤退,帕兰提亚人当时仍尾随追击他直到多留斯河;至此,帕兰提亚人于夜间撤回,卢库鲁斯则转入图尔德塔尼人的领地过冬。这就是卢库鲁斯违背罗马人的决议而挑起的瓦凯伊人战争的结局。而卢库鲁斯甚至未因此事受到任何审判。

语法注4 条
  1. 953οἷον ἅπαντες οἱ ἁμαρτόντες

    伴随动词(如 ποιοῦσι 等)省略的方式/比况副词性表达,意为“如所有犯过错者那样”。此结构用以刻画主语 ὁ δέ(卢库鲁斯)的心理,修饰接下来的分词 χαλεπαίνων(动怒)。

  2. 954κατερρήγνυντο τὰς γαστέρας

    动词 καταρρήγνυμι(中被动态)搭配宾格 τὰς γαστέρας 的句式。既可理解为直接中动态(“他们吃坏了肠胃 / 遭受剧烈腹泻”),也可视作被动态附加限制宾格(“就肠胃而言破损”)。无论何种分析,均指由于饮食不惯导致的严重腹泻与肠胃疾病。

  3. 954οὐδʼ ἐν δόξῃ ταῦτʼ ἐκεῖνοι Κελτιβήρων τίθενται

    习语 ἐν δόξῃ τίθεμαι(视……为尊贵 / 看重)与修饰主格代词 ἐκεῖνοι(那些人)的部分属格 Κελτιβήρων 相结合的结构,意为“凯尔特伊比利亚人中的那一族(瓦凯伊人)亦不看重这些东西(金银)”。Κελτιβήρων 在此限定了代词 ἐκεῖνοι 所指的部族。

  4. 955τετράγωνον ἐν πλινθίῳ τὸν στρατὸν ἄγων

    军事术语表达。介词短语 ἐν πλινθίῳ(以砖形/矩形箱式阵型)与形容词 τετράγωνον(四角的/方阵的)共同界定了军队(τὸν στρατόν)撤退时的阵列,即四周严密防备各方向敌袭的中空方阵(对应罗马军事上的 agmen quadratum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:953-955