← 阿庇安

西班牙战记

§1056-1057

卢西塔尼亚人的反叛与穆米乌斯的胜利

卢西塔尼亚人起兵击败罗马军队并蹂躏各地,前去平叛的穆米乌斯初战受挫后转入反攻,最终大破敌军并凯旋罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1056

τοῦ δʼ αὐτοῦ χρόνου μέρος ἄλλο Ἰβήρων αὐτονόμων, οἳ Λυσιτανοὶ καλοῦνται, Πουνίκου σφῶν ἡγουμένου τὰ Ῥωμαίων ὑπήκοα ἐλῄζοντο, καὶ τοὺς στρατηγοῦντας αὐτῶν, Μανίλιόν τε καὶ Καλπούρνιον Πίσωνα, τρεψάμενοι κτείνουσιν ἑξακισχιλίους, καὶ ἐπʼ αὐτοῖς1 Τερέντιον Οὐάρρωνα ταμίαν. οἷς ἐπαρθεὶς ὁ Πούνικος τὰ μέχρι ὠκεανοῦ κατέδραμε, καὶ Οὐέττωνας ἐς τὴν στρατείαν προσλαβὼν ἐπολιόρκει Ῥωμαίων ὑπηκόους τοὺς λεγομένους Βλαστοφοίνικας, οἷς φασὶν Ἀννίβαν τὸν Καρχηδόνιον ἐποικίσαι τινὰς ἐκ Λιβύης, καὶ παρὰ τοῦτο κληθῆναι Βλαστοφοίνικας. Πούνικος μὲν οὖν λίθῳ πληγεὶς ἐς τὴν κεφαλὴν ἀπέθανε, διαδέχεται δʼ αὐτὸν ἀνὴρ ᾧ ὄνομα ἦν Καίσαρος. οὗτος ὁ Καίσαρος Μουμμίῳ, μετὰ στρατιᾶς ἄλλης ἐπελθόντι ἀπὸ Ῥώμης, ἐς μάχην συνηνέχθη καὶ ἡττώμενος ἔφυγεν. Μουμμίου δʼ αὐτὸν ἀτάκτως διώκοντος ἐπιστραφεὶς ἔκτεινεν ἐς ἐννακισχιλίους, καὶ τήν τε λείαν τὴν ἡρπασμένην καὶ τὸ οἰκεῖον στρατόπεδον ἀνεσώσατο, καὶ τὸ Ῥωμαίων προσέλαβέ τε, καὶ διήρπασεν ὅπλα καὶ σημεῖα πολλά, ἅπερ οἱ βάρβαροι κατὰ τὴν Κελτιβηρίαν ὅλην περιφέροντες ἐπετώθαζον.

与此同时,另一支被称为卢西塔尼亚人的独立伊比利亚部落,在普尼库斯的率领下劫掠罗马的属民;他们击溃了统率罗马属民的将领马尼利乌斯与卡尔普尔尼乌斯·皮索,斩杀六千人,此外还杀死了财务官泰伦提乌斯·瓦罗。普尼库斯因此大受鼓舞,长驱直入劫掠直至大洋之滨;他又联合维特内斯人一同出征,包围了被称为布拉斯托腓尼基人的罗马属民——据说迦太基的汉尼拔曾将一部分来自利比亚的人迁殖于此,因而得名布拉斯托腓尼基人。后来普尼库斯头部被石块击中阵亡,一个名叫凯萨鲁斯的人继任其位。这个凯萨鲁斯与率领另一支军队自罗马赶来的穆米乌斯交战,战败溃逃。但在穆米乌斯军纪涣散地展开追击时,他回身反扑,斩杀近九千人,不仅夺回了被掳掠的战利品和自己的营寨,更占领了罗马军的营地,劫走了大量武器和军旗;蛮族人在整个凯尔特伊比利亚境内将其四处巡行展示,尽情嘲弄。

§1057

Μούμμιος δʼ ὑπολοίπους ἔχων πεντακισχιλίους ἐγύμναζεν ἔνδον ἐν τῷ στρατοπέδῳ, δεδιὼς ἄρα προελθεῖν ἐς τὸ πεδίον πρὶν τοὺς ἄνδρας ἀναθαρρῆσαι. φυλάξας δὲ εἴ τι μέρος οἱ βάρβαροι τῆς ἀφῃρημένης λείας παρέφερον, ἀδοκήτως αὐτοῖς ἐπέθετο, καὶ πολλοὺς διαφθείρας ἔλαβε τὴν λείαν καὶ τὰ σημεῖα. Λυσιτανῶν δʼ οἱ ἐπὶ θάτερα τοῦ Τάγου ποταμοῦ, κἀκεῖνοι Ῥωμαίοις πεπολεμωμένοι, Καυκαίνου σφῶν ἡγουμένου Κουνέους ἐπόρθουν, οἳ Ῥωμαίοις ἦσαν ὑπήκοοι, καὶ πόλιν αὐτῶν μεγάλην εἷλον Κονίστοργιν. παρά τε τὰς στήλας τὰς Ἡρακλείους τὸν ὠκεανὸν ἐπέρων, καὶ οἱ μὲν τὴν ἄλλην Λιβύην2 κατέτρεχον, οἱ δʼ Ὀκίλην πόλιν ἐπολιόρκουν. Μούμμιος δʼ ἑπόμενος ἐννακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι πεντακοσίοις ἔκτεινε τῶν μὲν δῃούντων ἐς μυρίους καὶ πεντακισχιλίους, τῶν δʼ ἑτέρων τινάς, καὶ τὴν πολιορκίαν διέλυσε τὴν Ὀκίλης. ἐντυχὼν δὲ καὶ τοῖς φέρουσιν ἃ ἐσεσυλήκεσαν, ἔκτεινε καὶ τούσδε πάντας, ὡς μηδʼ ἄγγελον ἀπὸ τοῦ κακοῦ διαφυγεῖν.3 τὴν δὲ λείαν διαδοὺς τῷ στρατῷ τὴν δυνατὴν φέρεσθαι, τὰ λοιπὰ τοῖς θεοῖς τοῖς ἐνυαλίοις ἔκαυσεν. καὶ Μούμμιος μὲν τάδε πράξας ἐπανῆλθεν ἐς Ῥώμην καὶ ἐθριάμβευσεν,

穆米乌斯率领残存的五千士兵在营寨之内进行操练,在士兵们重振士气之前着实不敢出兵平原。后来他窥伺到蛮族人正押送一部分抢得的战利品经过,便发动突然袭击,歼灭了许多敌人,夺回了战利品与军旗。与此同时,塔古斯河对岸的卢西塔尼亚人也与罗马人处于交战状态,他们在考凯努斯的率领下蹂躏了作为罗马属民的库内伊人,并攻克了他们的大城科尼斯托吉斯。他们甚至越过赫拉克勒斯之柱横渡大洋,一部分人侵扰利比亚其余地区,另一部分人则围攻奥基莱城。然而穆米乌斯率领九千步兵和五百骑兵尾随而至,斩杀了正在劫掠的敌军近一万五千人,并击杀了另一路敌军中的若干人,解除了奥基莱之围。随后他又遭遇了运载掳获财物的人,将他们悉数斩杀,以致无一人能逃脱灾祸充当信使。他将能够运走的战利品分发给将士,其余物资则焚烧祭献给战争诸神。 穆米乌斯立下这些战功后返回罗马,举行了凯旋式,

语法注3 条
  1. 1056ἐπʼ αὐτοῖς

    介词 ἐπί 搭配与格,表示“在……之外(更进一步)”“加上”的附加或累积义。此处指在刚被斩杀的“六千人”(或两位将领)之外,财务官泰伦提乌斯·瓦罗亦遭杀害。

  2. 1057τὴν ἄλλην Λιβύην

    带定冠词的 τὴν ἄλλην Λιβύην 意为“利比亚的其余地区”,与后文 δέ 分句中的 Ὀκίλην πόλιν(奥基莱城)形成对比,指奥基莱以外的利比亚各地。

  3. 1057ὡς μηδʼ ἄγγελον ἀπὸ τοῦ κακοῦ διαφυγεῖν

    由 ὡς 引出带不定词的结果从句(相当于 ὥστε 搭配不定词)。“连信使都未能逃脱”是承袭自古典时期表示全军覆没的惯用修辞,意指无一人生还报信。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1056-1057