← 阿庇安

西班牙战记

§950-952

马尔凯鲁斯议和与卢库鲁斯屠杀考卡

马尔凯鲁斯急于与凯尔特伊比利亚人议和并结束了战事;继任的卢库鲁斯则擅自入侵瓦凯伊人领地,并在考卡背信弃义地屠杀了当地居民并洗劫全城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§950

ὁ μὲν δὴ Λεύκολλος ὥδευεν, ὁ δὲ Μάρκελλος τόν τε πόλεμον προεῖπε τοῖς Κελτίβηρσι, καὶ τὰ ὅμηρα αἰτοῦσιν ἀπέδωκεν. τὸν δʼ ἐν Ῥώμῃ τοὺς λόγους διαθέμενον ὑπὲρ τῶν Κελτιβήρων ἰδίᾳ πρὸς αὑτὸν ἀνακαλέσας ἐπὶ πολὺ διέτριβεν· ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δʼ ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν1 ἑαυτῷ τὰ κατὰ σφᾶς ἐπιτρέψαι, ἐπειγόμενος ἄρα πρὸ τοῦ Λευκόλλου τὸν πόλεμον καταλυθῆναι. μετὰ γὰρ τὴν συνουσίαν Νεργόβριγα μὲν Ἀρουακῶν πεντακισχίλιοι κατέλαβον, Μάρκελλος δʼ ἐπὶ Νομαντίαν ἐχώρει, καὶ πέντε σταδίους ἀποσχὼν παρεστρατοπέδευεν αὐτοῖς καὶ συνεδίωκεν ἐς τὴν πόλιν, ἕως ὁ τῶν Νομαντίνων στρατηγὸς Λιτέννων ὑποστὰς ἐβόα βούλεσθαι Μαρκέλλῳ συνελθεῖν ἐς λόγους, καὶ συνελθὼν ἔφη Βελλοὺς καὶ Τίτθους καὶ Ἀρουακοὺς ἑαυτοὺς ἐπιτρέπειν Μαρκέλλῳ. ὁ δὲ ἄσμενος ἀκούσας ὅμηρά τε καὶ χρήματα πάντας ᾔτησε, καὶ λαβὼν ἀφῆκεν ἐλευθέρους. ὁ μὲν δὴ πόλεμος ὁ Βελλῶν τε καὶ Τίτθων καὶ Ἀρουακῶν ἔληγεν οὕτω πρὸ Λευκόλλου.

卢库鲁斯遂即启程行军,而马尔凯鲁斯则向凯尔特伊比利亚人宣告战事重开,并将他们所索要的人质交还给他们。但他私下把在罗马代表凯尔特伊比利亚人陈词的人召至身边,与他密谈了很久;正因如此,当时人们便已怀疑,而随后的事态发展更证实了这一点:他是在极力劝说他们将自身事务全权委托给自己,显然急于在卢库鲁斯赶到之前结束这场战争。因为在这次会晤之后,五千名阿雷瓦基人占领了内尔戈布里加,而马尔凯鲁斯则向努曼提亚进军,在距离他们五斯塔德处扎营,并将他们驱赶逼入城中,直到努曼提亚人的统帅利滕农站定大喊,表示希望与马尔凯鲁斯会谈;相见之后,他声称贝利人、蒂蒂人和阿雷瓦基人将自身托付给马尔凯鲁斯。马尔凯鲁斯欣然应允,向他们所有人索要了人质和款项,在收取之后便将他们予以释放恢复自由。贝利人、蒂蒂人和阿雷瓦基人的战争就这样在卢库鲁斯到来之前告终。

§951

ὁ δὲ Λεύκολλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους, ἕτερον γένος Κελτιβήρων, ἐνέβαλεν, οἳ γείτονες τῶν Ἀρουακῶν εἰσίν, οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε Οὐακκαίων Ῥωμαίοις πεπολεμηκότων, οὐδὲ ἐς αὐτόν τι Λεύκολλον ἁμαρτόντων.2 περάσας δὲ τὸν ποταμὸν τὸν καλούμενον Τάγον, ἀφίκετο πρὸς Καύκαν πόλιν καὶ παρεστρατοπέδευσεν. οἱ δʼ ἐπύθοντο μὲν αὐτοῦ τίνος ἥκοι δεόμενος ἢ τί πολέμου χρῄζων, φήσαντος δὲ ὅτι Καρπητανοῖς ὑπὸ Οὐακκαίων ἀδικουμένοις βοηθοίη, τότε μὲν ἀνεχώρουν ἐς τὴν πόλιν, ξυλευομένῳ δὲ αὐτῷ καὶ χορτολογοῦντι ἐπέκειντο. καὶ κτείνουσι πολλούς, καὶ τοὺς λοιποὺς διώκουσιν ἐς τὸ στρατόπεδον. γενομένης δὲ καὶ παρατάξεως, οἱ Καυκαῖοι ψιλοῖς ἐοικότες ἐκράτουν ἐπὶ πολὺ τοῦ Λευκόλλου, μέχρι σφῶν τὰ ἀκόντια πάντα ἐξαναλώθη· καὶ τότε ἔφευγον οὐκ ὄντες μενεμάχοι, περί τε τὰς πύλας αὐτῶν ὠθουμένων ἀνῃρέθησαν ἀμφὶ τοὺς τρισχιλίους.

然而,卢库鲁斯渴望功名,又因家贫而急需敛财,便侵入了阿雷瓦基人的邻族、凯尔特伊比利亚人的另一支系瓦凯伊人的土地;此时他既未获得任何元老院决议的授权,瓦凯伊人也从未向罗马人发动过战争,更未曾对卢库鲁斯本人有过任何冒犯。他渡过了名为塔霍的河流,来到名为考卡的城下并扎下营盘。考卡人向他询问因何所求而来,或因何求战;当他声称自己是来援助遭受瓦凯伊人侵害的卡尔佩塔尼人时,考卡人当时便退回城中,却趁他采伐木材和搜集草料时发起了袭击。他们杀死了许多罗马士兵,并将其余的人一路追击回营地。及至双方列阵交战时,考卡人虽似轻装兵,却在很长时间里压制住了卢库鲁斯,直到他们的标枪全部耗尽;此时他们便行溃逃,因其本非长于阵地坚守之辈,在城门周围互相拥挤推搡中,约有三千人被斩杀。

§952

τῆς δʼ ἐπιούσης οἱ πρεσβύτατοι, στεφανωσάμενοί τε καὶ φέροντες ἱκετηρίας, τὸν Λεύκολλον αὖθις ἠρώτων τί ποιοῦντες ἂν εἶεν φίλοι. ὁ δὲ αὐτοὺς ὅμηρά τε ᾔτει καὶ ἀργυρίου τάλαντα ἑκατόν, καὶ τοὺς ἱππέας αὐτῶν ἐκέλευέν οἱ συστρατεύειν. ὡς δὲ πάντα ἔλαβεν, ἠξίου φρουρὰν ἐς τὴν πόλιν ἐσαγαγεῖν. δεξαμένων δὲ καὶ τοῦτο τῶν Καυκαίων, ἐσήγαγε δισχιλίους ἀριστίνδην ἐξειλεγμένους, οἷς ἐσελθοῦσιν εἴρητο γίγνεσθαι περὶ τὰ τείχη. καταλαβόντων δὲ αὐτὰ τῶν δισχιλίων, ἐσήγαγε τὴν ἄλλην στρατιὰν ὁ Λεύκολλος, καὶ τῇ σάλπιγγι ὑπεσήμαινε κτείνειν Καυκαίους ἅπαντας ἡβηδόν. οἱ μὲν δὴ πίστεις τε καὶ θεοὺς ὁρκίους ἐπικαλούμενοι, καὶ Ῥωμαίους ἐς ἀπιστίαν λοιδοροῦντες, διεφθείροντο ὠμῶς, ἐκ δισμυρίων ἀνδρῶν κατὰ πύλας ἀποκρήμνους διαφυγόντων ὀλίγων· ὁ δὲ Λεύκολλος τὴν πόλιν διήρπαζε, καὶ δόξης Ῥωμαίους ἐνεπίμπλη κακῆς. οἱ δʼ ἄλλοι βάρβαροι συνέθεον ἐκ τῶν πεδίων, οἱ μὲν ἐς τὰ ἀπόκρημνα, οἱ δὲ ἐς τὰς ὀχυρωτέρας πόλεις, συμφέροντες ἃ δύναιντο καὶ ἐμπιπράντες ὅσα λείποιεν, τοῦ μηδὲν ἔτι Λεύκολλον εὑρεῖν.3

次日,考卡人的长者们头戴花冠、手执请愿橄榄枝,再次询问卢库鲁斯当如何行事方能结为友好。他向他们索要人质和一百塔兰特白银,并命令他们的骑兵随自己一同出征。当这一切尽数到手后,他又提出要向城内派驻一支驻军。考卡人亦接受了这一要求,他便派入了按勇武挑选出的二千人,并命他们在入城后散布至城墙周围。当这二千人控制了城墙后,卢库鲁斯便率领其余大军入城,并以军号为信号下令诛杀所有考卡成年男子。考卡人呼号着盟约信义和誓约之神,痛斥罗马人的背信弃义,惨遭残酷屠杀;在两万名成年男子中,仅有少数人从临崖险峻的城门处逃脱。卢库鲁斯大肆劫掠了该城,令罗马人蒙受恶名。其他土著人则纷纷从平原奔逃,有的逃向悬崖绝壁,有的逃往更为坚固的城市,带走一切能带走的物品,烧毁所遗留的一切,以使卢库鲁斯一无所获。

语法注3 条
  1. 950ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δʼ ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν

    关系代词短语 ὑπὲρ ὅτου(“正因如此/关于此事”)置于句首,而后面的 ὅτι 从句(ὅτι αὐτοὺς ἀνέπειθεν...)则充当被动动词 ὑπωπτεύετο 与 ἐπιστώθη 的主语/说明性从句。句式骨架为:“他劝说他们……这件事,正是出于这一原因在当时为人所怀疑,并被后来的事态所证实”。

  2. 951οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε Οὐακκαίων Ῥωμαίοις πεπολεμηκότων, οὐδὲ ἐς αὐτόν τι Λεύκολλον ἁμαρτόντων

    由 οὔτε ... οὔτε ... οὐδέ 连接的三个独立属格结构(ψηφίσματος γεγονότος、Οὐακκαίων πεπολεμηκότων 以及省略主语的 [Οὐακκαίων] ἁμαρτόντων)共同修饰主动词 ἐνέβαλεν,以说明卢库鲁斯入侵行动在理由和前提上的完全缺失(既无授权,亦无敌对挑衅)。

  3. 952τοῦ μηδὲν ἔτι Λεύκολλον εὑρεῖν

    定冠词属格 τοῦ 搭配不定式(εὑρεῖν)构成表示目的的冠词性不定式结构(相当于 ἵνα μή 从句),带有宾格逻辑主语 Λεύκολλον 和宾语 μηδὲν ἔτι,意为“为了让卢库鲁斯再也找不到任何东西”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:950-952