← 阿庇安

西班牙战记

§947-949

马尔凯鲁斯接任与元老院拒绝媾和

诺比利奥尔因夺粮失败和严冬重创而受损后,继任者马尔凯鲁斯抵达并迫降奥基利斯,将各部族的和谈请求转呈元老院。然而元老院坚持要求无条件投降并拒绝媾和,为避免征兵不公而首次采用抽签方式征集军队,委派卢库鲁斯接任统帅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§947

καὶ ὁ Νωβελίων μικρὸν ἐκ τοῦ πταίσματος ἀναλαβών, ἀγορᾷ μέν τινι τῶν πολεμίων ἐπεχείρει περὶ Ἀξείνιον πόλιν σεσωρευμένῃ, οὐδὲν δὲ ἀνύσας, ἀλλὰ κἀνταῦθα πολλοὺς ἀποβαλών, ἐπανῆλθε νυκτὸς ἐς τὸ στρατόπεδον. ὅθεν Βιήσιον ἵππαρχον ἐπὶ συμμαχίαν ἔς τι γειτονεῦον ἔθνος ἔπεμπεν, ἱππέων δεόμενος. οἱ δὲ συνέπεμψαν αὐτῷ τινὰς ἱππέας, οὓς ἐρχομένους ἐλόχων οἱ Κελτίβηρες. καὶ τῆς ἐνέδρας ἐκφανείσης οἱ μὲν σύμμαχοι διεδίδρασκον, ὁ δὲ Βιήσιος μαχόμενος αὐτός τε καὶ σὺν αὐτῷ πολλοὶ Ῥωμαίων ἀπέθανον. συνεχῶν δὲ τοιῶνδε πταισμάτων αὐτοῖς ἐπιγιγνομένων, πόλις Ὄκιλις, ἔνθα ἡ ἀγορὰ καὶ τὰ χρήματα ἦν τὰ Ῥωμαίων, μετέθετο ἐς τοὺς Κελτίβηρας. καὶ ὁ Νωβελίων ἀπιστῶν ἅπασιν ἐν τῷ στρατοπέδῳ διεχείμαζε, στεγάσας ὡς ἐδύνατο, καὶ τὴν ἀγορὰν ἔχων ἔνδον, καὶ κακοπαθῶν αὐτῆς τε τῆς ἀγορᾶς τῇ ὀλιγότητι καὶ νιφετοῦ πυκνότητι καὶ κρύους χαλεπότητι, ὥστε πολλοὶ τῶν στρατιωτῶν οἱ μὲν ἐν τοῖς φρυγανισμοῖς, οἱ δὲ καὶ ἔνδον ὑπὸ στενοχωρίας καὶ κρύους ἀπώλλυντο.

诺比利奥尔从这次溃败中稍稍恢复后,企图夺取敌军囤积在阿克西尼翁城附近的粮食;但他一无所成,反而在那里又损失了许多人马,于夜间撤回营地。从那里,他因急需骑兵,便派遣骑兵长官比埃西乌斯前往邻近的一个部族寻求结盟。该部族派了一些骑兵随他同去,凯尔特伊比利亚人却在途中设伏截击他们。伏兵杀出时,盟军四散逃奔,比埃西乌斯本人浴血奋战而死,同行的许多罗马士兵也阵亡了。由于接连遭遇此类败绩,存放罗马人粮饷财物的奥基利斯城叛投了凯尔特伊比利亚人。诺比利奥尔对所有人都心生猜忌,便在营地中过冬,竭尽所能搭建了营房顶盖,并将粮食存放在营内;但由于粮食自身的匮乏、大雪纷飞以及严寒的折磨,许多士兵在出营采集柴薪时丧生,还有许多人因营内狭窄拥挤和酷寒而死在营中。

§948

τοῦ δʼ ἐπιόντος ἔτους Νωβελίωνι μὲν ἐπὶ τὴν στρατηγίαν ἀφικνεῖται διάδοχος Κλαύδιος Μάρκελλος, ἄγων πεζοὺς ὀκτακισχιλίους καὶ ἱππέας πεντακοσίους· λοχώντων δὲ καὶ τόνδε τῶν πολεμίων διῆλθε πεφυλαγμένως, καὶ σύμπαντι τῷ στρατῷ παρὰ τὴν Ὄκιλιν ἐστρατοπέδευσεν. ἐπιτυχὴς δὲ τὰ πολέμια ὢν τὴν πόλιν αὐτίκα παρεστήσατο, καὶ συγγνώμην ἔδωκεν, ὅμηρά τινα καὶ ἀργυρίου τάλαντα τριάκοντα λαβών. Νεργόβριγες δὲ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι, πέμψαντες ἠρώτων τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν.1 ὡς δὲ αὐτοὺς ἐκέλευεν ἑκατὸν ἱππέας δοῦναι συστρατεύσοντας, οἱ μὲν ὑπισχνοῦντο δώσειν, κατὰ δʼ ἄλλο μέρος τοῖς οὐραγοῦσιν ἐπετίθεντο καὶ τῶν σκευοφόρων τι περιέσπων. εἶτʼ ἀφίκοντο τοὺς ἑκατὸν ἱππέας ἄγοντες ὡς δὴ κατὰ τὸ συγκείμενον,2 περί τε τῶν ἐπὶ τῆς οὐραγίας γενομένων ἔλεγον τινὰς ἀγνοοῦντας τὰ ὡμολογημένα ἁμαρτεῖν. ὁ δὲ τοὺς μὲν ἑκατὸν ἱππέας ἔδησε, τοὺς δʼ ἵππους αὐτῶν ἀποδόμενος καὶ τὸ πεδίον καταδραμὼν τὴν λείαν διεῖλε τῷ στρατῷ, καὶ τῇ πόλει παρεστρατοπέδευσεν. Νεργόβριγες δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα καὶ χωμάτων,3 κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον, ᾔτουν συγγνώμην. ὁ δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρουακοὶ καὶ Βελλοὶ καὶ Τίτθοι δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Μάρκελλον ἠξίουν, ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν, ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν· ἀντέλεγον δʼ αὐτοῖς ἐπιχώριοί τινες ὑπʼ ἐκείνων πεπολεμημένοι.

次年,克劳狄·马尔凯鲁斯作为诺比利奥尔统帅职位的继任者抵达,率领八千步兵和五百骑兵。敌军虽然也向他设伏,但他戒备森严地穿过了伏击区,率全军在奥基利斯附近扎营。他善于用兵,旋即迫使该城归降,在收取了若干人质和三十塔兰特白银后给予宽宥。内尔戈布里格斯人闻知他的这一宽大举措,便遣使询问当如何行事方能获致和平。当他命令他们提供一百名骑兵随军出征时,他们满口答应,却在另一处突袭了他的后卫部队,掳去了一部分辎重。随后他们带着那一百名骑兵赶来,佯装完全依照约定行事,并就袭击后卫一事声称是某些不谙约定的人犯下的过失。马尔凯鲁斯遂将这一百名骑兵拘禁,变卖了他们的战马,席卷了平原,将掳获物分发给全军,并在该城旁扎营。内尔戈布里格斯人见攻城器械伴随土垒一同逼近,便派出一名身披狼皮而非手持传令官杖的传令官请求宽恕。但他表示,除非阿雷瓦基人、贝利人和蒂蒂人全都一同提出请求,否则绝不应允。这些部族获悉后,踊跃派遣使团,请求马尔凯鲁斯在施加适度惩罚后,将他们恢复到格拉古盟约的状态;但曾遭受他们攻伐的当地某些住民则对此提出了反对。

§949

καὶ ὁ Μάρκελλος ἐξ ἑκατέρων πρέσβεις ἐς Ῥώμην ἔπεμπεν ἀντιλέξοντας ἀλλήλοις, ἰδίᾳ δʼ ἐπέστελλε τῇ βουλῇ προτρέπων ἐς τὰς διαλύσεις· ἐβούλετο γὰρ ἐφʼ ἑαυτοῦ τὸν πόλεμον ἐκλυθῆναι, δόξαν οἱ χρηστὴν καὶ ἀπὸ τοῦδε νομίζων ἔσεσθαι. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς φιλίας ἐς τὴν πόλιν ἐσελθόντες ἐξενίζοντο, οἱ δὲ ἐκ τῶν πολεμίων, ὡς ἔθος ἐστίν, ἔξω τειχῶν ἐστάθμευον. ἀποδοκιμάζουσα δʼ ἡ βουλὴ τὴν εἰρήνην, καὶ χαλεπῶς φέρουσα ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων ὁ πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν,4 Μάρκελλον αὐτοῖς ἐξοίσειν ἔφη τὰ δόξαντα. καὶ στρατιὰν εὐθὺς ἐκλήρουν ἐς Ἰβηρίαν τότε πρῶτον ἀντὶ καταλέξεως· πολλῶν γὰρ αἰτιωμένων τοὺς ὑπάτους ἀδίκους ποιεῖσθαι τὰς καταγραφὰς καί τινας ἐς τὰς κουφοτέρας στρατείας καταλέγειν, ἔδοξεν ἀπὸ κλήρου τότε συναγαγεῖν. ὧν ἐστρατήγει Λικίνιος Λεύκολλος ὕπατος, πρεσβευτῇ χρώμενος Κορνηλίῳ Σκιπίωνι τῷ Καρχηδόνα μετʼ οὐ πολὺ ἑλόντι, καὶ Νομαντίαν ὕστερον.

于是马尔凯鲁斯将双方使节派往罗马互相对辩,私下里却致信元老院敦促议和;因为他希望在自己的任期内结束这场战争,认为由此亦能为自己赢得美名。在使节中,来自友好地区的人进入城内受到款待,而来自敌方的人则依循惯例驻扎在城墙之外。元老院否决了和议,并因他们没有像马尔凯鲁斯之前的统帅诺比利奥尔所要求的那样将自身无条件降服于罗马人而大为恼怒,宣称元老院的决议将由马尔凯鲁斯传达给他们。元老院当即以抽签方式为伊比利亚征集军队,这在当时是首次取代常规招募;因为许多人指责执政官在征兵时处事不公,将某些人编入较轻松的役别,故当时决定通过抽签集结军队。统领这支军队的是执政官利基尼乌斯·卢库鲁斯,他任用科尔内利乌斯·西庇阿为副将,后者在不久之后攻陷了迦太基,随后又攻陷了努曼提亚。

语法注4 条
  1. 948τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν

    分词 πράξαντες 充当条件从句(相当于 εἰ πράξειαν),与间接疑问句中带 ἄν 的愿望式 ἐπιτύχοιεν 连用,构成潜在表达,意为“他们通过做什么才能获得和平”。

  2. 948ὡς δὴ κατὰ τὸ συγκείμενον

    小品词组合 ὡς δή 表示虚饰或借口(“表面上完全依照约定”),与前文他们暗中袭击后卫的行径形成对照,揭示其虚伪顺从的姿态。

  3. 948προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα καὶ χωμάτων

    属格独立结构。ἅμα καὶ 意为“连同……一起”。全句作伴随/原因理解:“当攻城器械伴随土垒一同逼近他们时”。

  4. 949ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων ὁ πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν

    在表示原因的 ὅτι 从句中,使用否定词 μή 是因为该原因体现了元老院主观上的怨愤与指责,而非单纯的客观陈述。动词短语 αὑτοὺς ἐπιτρέπειν(此处为过去完成时 ἐπετετρόφεσαν)配与格 Ῥωμαίοις,是古希腊语表达罗马式“无条件降伏”(deditio)的专门用语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:947-949