- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:944-946
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
围绕塞格达修筑城墙及条约义务问题,罗马与凯尔特伊比利亚人再起争端;执政官诺比利奥尔奉命出征,却因卡鲁斯的伏击以及随后在努曼提亚城外战象发狂反噬而惨遭重创。
ἔτεσι δʼ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. ἡ δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε· καὶ γὰρ τοῦθʼ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας·1 τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπʼ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι ἦσαν ἀφειμένοι, δίδωσι δʼ ἡ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.
没过几年,由于如下的缘由,在伊比利亚又爆发了一场艰难的战事。塞格达是被称为贝利人的凯尔特伊比利亚人的一座庞大而强盛的城邑,曾被载入塞姆普罗尼乌斯·格拉古的盟约之中。该城当时正把较小的城镇迁徙并入自身,修筑周长达四十斯塔德的城墙,并强迫相邻的另一个部族蒂蒂人也加入此举。元老院获悉此事后,便禁止他们修筑城墙,索要格拉古时期所规定的贡赋,并命令他们为罗马人服兵役;因为格拉古的盟约确有此项要求。然而他们就城墙一事辩解称,格拉古所禁止于凯尔特伊比利亚人的乃是建立新城,而非给已有的城镇修筑城墙;至于贡赋与兵役,他们则声称在格拉古之后已由罗马人自身予以免除。而事实上他们确实曾被免除,但元老院在赐予此类恩惠时,总是附加一项条件,即只要元老院与人民认为适宜,此项特权便始终有效。
στρατηγὸς οὖν ἐπʼ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης· ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. ὁ δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος2 ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφʼ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθʼ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν· ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.
于是,统帅诺比利奥尔率领一支将近三万人的大军被派去讨伐他们。塞格达人得知他正向自己逼近,因城墙尚未完工,便携妻带子逃往阿雷瓦基人那里,请求阿雷瓦基人接纳他们。阿雷瓦基人接纳了他们,并推选塞格达人中被认为富有军事才能的卡鲁斯为统帅。他在当选后的第三天,将两万步兵和五千骑兵设伏于一片林莽之中,突袭了正行经此地的罗马军。在战斗长期处于胶着状态后,他取得了辉煌的胜利,斩杀了约六千名来自罗马城的罗马士兵,以致这对罗马城而言成了一场巨大的灾难。然而,由于他在获胜后的追击散乱无序,负责看守辎重的罗马骑兵发起反冲锋,斩杀了奋勇作战的卡鲁斯本人及其周围的部众,这批人〔罗马骑兵〕〔所杀者〕同样不下六千人,直到夜幕降临才结束战斗。此事发生于罗马人庆祝赫菲斯托斯节日的日子;因此,从那时起便再没有人愿意选在这一天主动发起战斗。
Ἀρουακοὶ μὲν οὖν εὐθὺς αὐτῆς νυκτὸς ἐς Νομαντίαν, ἣ δυνατωτάτη πόλις ἦν, συνελέγοντο, καὶ στρατηγοὺς Ἄμβωνα καὶ Λεύκωνα ᾑροῦντο· Νωβελίων δʼ αὐτοῖς τρισὶν ἡμέραις ὕστερον ἐπελθὼν παρεστρατοπέδευσεν ἀπὸ σταδίων τεσσάρων καὶ εἴκοσιν. παραγενομένων δέ οἱ Νομάδων ἱππέων τριακοσίων, οὓς Μασσανάσσης ἐπεπόμφει, καὶ ἐλεφάντων δέκα, τὴν στρατιὰν ἐπῆγε τοῖς πολεμίοις, ἄγων ὀπίσω τὰ θηρία λανθάνοντα. καὶ γενομένης ἐν χερσὶ τῆς μάχης οἱ μὲν ἄνδρες διέστησαν, τὰ δὲ θηρία ἐξεφαίνετο· καὶ οἱ Κελτίβηρες αὐτοί τε καὶ οἱ ἵπποι σφῶν οὐ πρὶν ἑωρακότες ἐλέφαντας ἐν πολέμοις ἐθορυβοῦντο καὶ κατέφευγον ἐς τὴν πόλιν. ὁ δὲ καὶ τοῖς τείχεσιν αὐτοὺς ἐπῆγε, καὶ ἐμάχετο γενναίως, μέχρι τῶν ἐλεφάντων τις ἐς τὴν κεφαλὴν λίθῳ μεγάλῳ καταπίπτοντι πληγεὶς ἠγριώθη τε, καὶ ἐκβοήσας μέγιστον ἐς τοὺς φίλους ἐπεστρέφετο, καὶ ἀνῄρει τὸν ἐν ποσίν,3 οὐ διακρίνων ἔτι φίλιον ἢ πολέμιον. οἵ τε ἄλλοι ἐλέφαντες πρὸς τὴν ἐκείνου βοὴν διαταραχθέντες ὅμοια πάντες ἔδρων, καὶ τοὺς Ῥωμαίους συνεπάτουν τε καὶ ἀνέτεμνον καὶ ἀνερρίπτουν. ὅπερ ἀεὶ θορυβηθέντες οἱ ἐλέφαντες εἰώθασι πάσχειν, καὶ πάντας ἡγεῖσθαι πολεμίους· καί τινες διὰ τήνδε τὴν ἀπιστίαν αὐτοὺς καλοῦσι κοινοὺς πολεμίους. φυγὴ οὖν τῶν Ῥωμαίων ἐγίγνετο ἄτακτος· ἣν οἱ Νομαντῖνοι κατιδόντες ἀπὸ τῶν τειχῶν ἐξέθορον, καὶ διώκοντες ἔκτειναν ἄνδρας μὲν ἐς τετρακισχιλίους ἐλέφαντας δὲ τρεῖς, ὅπλα τε πολλὰ καὶ σημεῖα ἔλαβον. Κελτιβήρων δὲ ἀπέθανον ἐς δισχιλίους.
阿雷瓦基人遂于当天夜里立即退集于最为强盛的城邑努曼提亚,并推选安博和莱乌孔为统帅。三天后诺比利奥尔进抵当地,在距城二十四斯塔德处安营扎寨。随着马西尼萨派来的三百名努米底亚骑兵和十头战象抵达,诺比利奥尔便率军向敌军推进,将这些巨兽隐蔽在队伍后方。待肉搏战打响之际,士兵们左右分开,巨兽显露出来。凯尔特伊比利亚人自身及其战马因以往从未在战争中见过大象而惊慌失措,纷纷逃入城内。诺比利奥尔甚至将象队推进至城墙下英勇作战,直到有一头战象被从城头坠下的一块巨石砸中头部而发狂,发出一声震天狂吼后转而冲向己方,将脚前之人尽皆摧毁,再也分不清敌我。其余战象受到这声狂吼的惊扰,全都有样学样,将罗马士兵践踏、挑刺并抛向空中。这正是大象在受惊时向来容易出现的状况,即把所有人都当成敌人;因其如此不可靠,有些人甚至称它们为“公敌”。于是罗马军陷入溃散奔逃;努曼提亚人从城墙上望见这一幕,立刻冲杀出来,在追击中斩杀约四千名敌兵,击毙三头战象,并缴获了大量武器和军旗。凯尔特伊比利亚人则阵亡了约二千人。
- 944ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας
由表示禁止的动词 ἀπαγορεύω 所支配的不定式从句中的否定词用法。在首个从句 μὴ κτίζειν 中,使用了禁止动词后常见的冗余否定(μή);而在对比从句 οὐ τειχίζειν 中,则没有遵循不定式常规使用 μή,而是采用了 οὐ,用以表达事实性的强烈对立与限定(“并非修筑已有城镇的城墙”),直接修饰 τειχίζειν。
- 945Ῥωμαίων τῶν ἐξ ἄστεος
由介词短语 τῶν ἐξ ἄστεος 修饰名词 Ῥωμαίων 的限定性表达。此处的 ἄστυ 特指首都罗马城,用以将来自罗马本土的公民军团兵与同盟军或辅助部队严格区分开来。这正是后文指出该惨败对罗马城本身(τῇ πόλει)造成沉重打击的原因。
- 946τὸν ἐν ποσίν
定冠词加介词短语的名词化用法,意为“在脚前者”或“挡在面前者”。生动地描绘了发狂的战象已完全丧失辨别敌友的理智,不加区分地残杀任何出现在其脚下或行进路线上的士兵。
