- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:842-843
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
富尔维乌斯·弗拉库斯平定伊比利亚人的叛乱后,提贝里乌斯·塞姆普罗尼乌斯·格拉古前来接任,他巧施妙计解除了卡拉维斯之围,并击溃了来自孔普莱加的敌军突袭。格拉古安置贫民、分配土地并缔结了公正的盟约,由此赢得极高声誉。
Ὀλυμπιάσι δʼ ὕστερον τέσσαρσιν, ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, πολλοὶ τῶν Ἰβήρων γῆς ἀποροῦντες ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἄλλοι τε καὶ Λούσονες, οἳ περὶ τὸν Ἴβηρα ᾤκηνται. στρατεύσας οὖν ἐπʼ αὐτοὺς ὕπατος Φούλουιος Φλάκκος ἐνίκα μάχῃ. καὶ πολλοὶ μὲν αὐτῶν κατὰ πόλεις διελύθησαν· ὅσοι δὲ μάλιστα γῆς ἠπόρουν καὶ ἐξ ἄλης ἐβιότευον, ἐς Κομπλέγαν πόλιν συνέφυγον, ἣ νεόκτιστός τε ἦν καὶ ὀχυρά, καὶ ηὔξετο ταχέως. ὅθεν ὁρμώμενοι τὸν Φλάκκον ἐκέλευον, καταθέντα σφίσιν ὑπὲρ τῶν ἀνῃρημένων ἑκάστου σάγον τε καὶ ἵππον καὶ ξίφος, ἀποτρέχειν ἐξ Ἰβηρίας πρίν τι κακὸν παθεῖν. ὁ δὲ πολλοὺς αὐτοῖς ἔφη σάγους οἴσειν, καὶ τοῖς πρέσβεσιν αὐτῶν ἑπόμενος τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δʼ ἀνομοίως ταῖς ἀπειλαῖς σφῶν αὐτίκα ἀπεδίδρασκον, καὶ τὰ τῶν ἐγγὺς βαρβάρων ἐλῄζοντο. χρῶνται δὲ διπλοῖς ἱματίοις παχέσιν, ἀντὶ χλαμύδων αὐτὰ περιπορπώμενοι, καὶ τοῦτο σάγον ἡγοῦνται.
四个奥林匹亚周期之后,约在第一百五十届前后,许多伊比利亚人因缺乏土地而反叛罗马人,其中尤以居住在埃布罗河畔的卢索内斯人为甚。执政官富尔维乌斯·弗拉库斯遂出兵讨伐,并在交战中击溃了他们。许多敌军各自分散回城;但那些最为缺地、过着流浪生活的人则逃到了孔普莱加城,此城乃新建之邑,地势险固且人口迅速扩张。他们以此为据点命令弗拉库斯:为每一个死者向他们交付一件斗篷、一匹马和一把剑之后,在招致祸害之前撤离伊比利亚。弗拉库斯则回应说自己将带去许多斗篷,并尾随他们的使节在城旁安营扎寨。然而这些人却与先前之恫吓大相径庭,旋即四散逃窜,转而掠夺邻近异族的土地。他们穿着厚实的双层衣物,以别针扣紧来代替希腊式的短斗篷,并称这种衣服为“萨古姆”。
Φλάκκῳ μὲν οὖν διάδοχος ἦλθεν ἐπὶ τὴν στρατηγίαν Τιβέριος Σεμπρώνιος Γράκχος. Κάραουιν δὲ πόλιν, ἣ Ῥωμαίων ἦν φίλη, δισμύριοι Κελτιβήρων ἐπολιόρκουν· καὶ ἐπίδοξος ἦν ἁλώσεσθαι,1 Γράκχου σφόδρα μὲν ἐπειγομένου βοηθῆσαι τῇ πόλει, περιιόντος δʼ ἐν κύκλῳ τοὺς πολεμίους, καὶ οὐκ ἔχοντος οὐδὲ μηνῦσαι τῇ πόλει περὶ ἑαυτοῦ. τῶν οὖν τις ἰλάρχων, Κομίνιος, ἐνθυμηθεὶς πρὸς ἑαυτὸν καὶ Γράκχῳ τὸ τόλμημα ἀνενεγκών, ἐνεπορπήσατο σάγον Ἰβηρικῶς, καὶ λαθὼν ἀνεμίχθη τοῖς χορτολογοῦσι τῶν πολεμίων, συνεσῆλθέ τε αὐτοῖς ὡς Ἴβηρ ἐς τὸ στρατόπεδον, καὶ ἐς τὴν Κάραουιν διαδραμὼν ἐμήνυσεν ὅτι Γράκχος ἐπίοι. οἱ μὲν δὴ διεσώθησαν, ἐγκαρτερήσαντες τῇ πολιορκίᾳ μέχρι Γράκχος αὐτοῖς ἐπῆλθε μετὰ τρίτην ἡμέραν, καὶ οἱ πολιορκοῦντες ἀπανέστησαν· δισμύριοι δʼ ἐκ τῆς Κομπλέγας διέτρεχον ἐς τὸ Γράκχου στρατόπεδον σὺν ἱκετηρίαις, καὶ πλησιάσαντες ἀδοκήτως ἐπέθεντο αὐτῷ, καὶ συνετάραξαν. ὁ δʼ εὐμηχάνως ἐξέλιπεν αὐτοῖς τὸ στρατόπεδον, καὶ ὑπεκρίνατο φεύγειν· εἶτα διαρπάζουσιν ἐπιστραφεὶς ἐπέπεσέ τε2 καὶ πλείστους ἔκτεινε, καὶ τῆς Κομπλέγας κατέσχε καὶ τῶν περιοίκων. τοὺς δὲ ἀπόρους συνῴκιζε, καὶ γῆν αὐτοῖς διεμέτρει. καὶ πᾶσιν ἔθετο τοῖς τῇδε συνθήκας ἀκριβεῖς, καθʼ ἃ Ῥωμαίων ἔσονται φίλοι· ὅρκους τε ὤμοσεν αὐτοῖς καὶ ἔλαβεν, ἐπιποθήτους ἐν τοῖς ὕστερον πολέμοις πολλάκις γενομένους.3 διʼ ἃ καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν Ῥώμῃ διώνυμος ἐγένετο ὁ Γράκχος, καὶ ἐθριάμβευσε λαμπρῶς.
随后,提贝里乌斯·塞姆普罗尼乌斯·格拉古前来接替弗拉库斯的指挥官之职。当时,两万凯尔特伊比利亚人正在围攻罗马的友邦卡拉维斯城;眼看该城即将沦陷,因为格拉古虽极力急趋救援,却绕着敌军转圈行军,甚至无法将自身到来的音讯传递给城内。于是,一名名为科米尼乌斯的骑兵队长心生一计,向格拉古禀报了这个大胆的方案后,按照伊比利亚人的风俗扣上斗篷,悄然混入敌军的打草部队之中,以伊比利亚人的伪装随他们一同混入敌营,随即疾奔至卡拉维斯城,宣告格拉古即将来援。城中军民因而坚守围困,直到三天后格拉古大军赶到,成功解围,围攻者纷纷撤走。然而,又有两万人从孔普莱加手执请愿枝奔向格拉古的营地,却在临近时突然发动袭击,扰乱了大军。格拉古机智地主动弃营,佯装败退;待敌军四散劫掠之际,他引军杀回,突然猛扑过去斩杀了绝大部分敌人,并占领了孔普莱加及其周边地区。他将无地贫民安置定居,为他们丈量分配了土地。他还与当地所有部族缔结了详尽的盟约,订明他们作为罗马之友的条款,并与他们互换誓约;在后来的战争中,这些誓约曾屡屡为人们所怀念向往。正因这些功绩,格拉古在伊比利亚和罗马皆声名赫赫,并举行了辉煌的凯旋式。
- 843ἐπίδοξος ἦν ἁλώσεσθαι
人称构文(主格加不定式)。承接前文的阴性名词 Κάραουιν πόλιν 作为主语,意为“该城眼看即将沦陷”。在希腊语中,此类表达常采用人称结构(以物或人作主语配以形容词及不定式),而非无人称句型。
- 843διαρπάζουσιν ἐπιστραφεὶς ἐπέπεσέ τε
与格现在分词 διαρπάζουσιν 作名词化用法,充当动词 ἐπέπεσε(或兼作 ἐπιστραφείς)支配的间接宾语,意为“在他们正在劫掠之际,他折返回来猛扑过去”。
- 843ἐπιποθήτους ἐν τοῖς ὕστερον πολέμοις πολλάκις γενομένους
阳性复数宾格的形容词加分词短语,修饰前文的 ὅρκους(誓约),其性、数、格与紧邻的阳性名词 ὅρκους 一致,而非修饰更前方的阴性名词 συνθήκας,意为“在后来的战争中屡屡为人所怀念的誓约”。
