- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:839-841
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对伊比利亚人的再度叛乱,智勇双全的青年加图被派往平乱;他在恩波里昂断绝退路击溃敌军后,利用同日送达书信的计策迫使各城邑自行拆毁城墙。
χρόνῳ δʼ ὕστερον, ὅτε Ῥωμαῖοι Κελτοῖς τε τοῖς περὶ Πάδον ἐπολέμουν καὶ Φιλίππῳ τῷ Μακεδόνι, ἐνεωτέρισαν αὖθις ἐς τὴν ἀσχολίαν αὐτῶν1 οἱ Ἴβηρες. καὶ αὐτοῖς ἐπέμφθησαν ἐκ Ῥώμης στρατηγοὶ τοῦδε τοῦ πολέμου Σεμπρώνιός τε Τουδιτανὸς καὶ Μᾶρκος Ἕλουιος, μετὰ δʼ ἐκείνους Μινούκιος. καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.
后来,当罗马人正与波河流域的凯尔特人以及马其顿的腓力交战时,伊比利亚人趁其无暇他顾再度掀起叛乱。罗马派遣塞姆普罗尼乌斯·图狄塔努斯与马尔库斯·赫尔维乌斯作为这场战争的将领,其后又派去了米努基乌斯。在此人任内,由于叛乱愈演愈烈,加图率领更为庞大的军队被派遣前往。他当时虽仍十分年轻,却严谨而勤勉,以见识深远与辩才卓绝著称,以致罗马人因听说德摩斯梯尼是希腊人中最优秀的演说家,便因他的言辞造诣称他为“德摩斯梯尼”。
ὡς δὲ κατέπλευσε τῆς Ἰβηρίας ἐς τὸ καλούμενον Ἐμπόριον ὁ Κάτων, οἱ μὲν πολέμιοι πάντοθεν ἐπʼ αὐτὸν ἐς τετρακισμυρίους ἀγηγέρατο, ὁ δʼ ἐπὶ μέν τι τὴν στρατιὰν ἐγύμναζεν, ὡς δʼ ἔμελλε συνενεχθήσεσθαι μάχῃ, τὰς ναῦς ἃς εἶχεν ἐς Μασσαλίαν ἀπέπεμψε, καὶ τὸν στρατὸν ἐδίδασκεν οὐ τοῦτο εἶναι φοβερόν, ὅτι πλήθει προύχουσιν οἱ πολέμιοι (τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλέονος ἐπικρατεῖν), ἀλλʼ ὅτι νεῶν ἀποροῦμεν, ὡς οὐκ ἔχειν, εἰ μὴ κρατοῖμεν, οὐδὲ σωτηρίαν.2 ταῦτʼ εἰπὼν αὐτίκα συνέβαλεν, οὐκ ἐπελπίσας, ὥσπερ ἕτεροι, τὸν στρατόν, ἀλλὰ φοβήσας. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, ἐς πάντα μετεπήδα παρακαλῶν καὶ παροξύνων. ἀκρίτου δʼ αὐτῆς ἐς δείλην ἑσπέραν ἔτι οὔσης, καὶ πολλῶν πιπτόντων ἑκατέρωθεν, ἔς τινα λόφον ὑψηλὸν μετὰ τριῶν τάξεων ἐφέδρων ἀνέδραμε, τὸ ἔργον ὁμοῦ πᾶν ἐποψόμενος. ὡς δὲ εἶδε τοὺς μέσους τῶν ἰδίων μάλιστα ἐνοχλουμένους, ὥρμησεν ἐς αὐτοὺς προκινδυνεύων, ἔργῳ τε καὶ βοῇ συνετάραξε τοὺς ἐχθρούς, καὶ πρῶτος κατῆρξε τῆς νίκης. διώξας τε νυκτὸς ὅλης ἐκράτησεν αὐτῶν τοῦ στρατοπέδου, καὶ πολλοὺς ἀπέκτεινεν. ἐπανιόντι δʼ ὡς ἡγεμόνι τῆς νίκης συνήδοντο συμπλεκόμενοι. καὶ μετὰ τοῦτο ἀνέπαυε τὴν στρατιάν, καὶ τὰ λάφυρα ἐπίπρασκεν.
当加图在伊比利亚那座被称为恩波里昂的地方登陆时,四面八方的敌军已聚集起约四万人向他逼近。他先是将部队操练了一番,但在即将投入战斗之际,他把自己所拥有的船只遣送回马萨利亚,并教导将士们:可怕的并非敌人在数量上占优(因为勇气总能压倒多数),而是我们没有船只,倘若不能取胜,我们甚至连逃生的出路都没有。言毕,他随即发起交战;他并不像其他将领那样让军队满怀希望,而是让他们心怀畏惧。双方展开肉搏战后,他在各处纵跃奔走,激励与鼓舞将士。直到傍晚胜负仍未分晓,且双方皆伤亡惨重,加图遂率领三个预备方队登上了一座高丘,以便总揽全军战况。当他看到自军中央受创最为严重时,便挺身涉险冲到他们当中,以行动与呼喊打乱了敌军阵脚,率先开启了胜局。他整夜追击,攻克了敌军营垒并斩杀多人。当他归来时,兵士们拥抱这位胜局的主导者,向他欢呼祝贺。此后,他让军队休整,并变卖了缴获的战利品。
πρεσβευόντων δʼ ἐς αὐτὸν ἁπάντων ὅμηρά τε ᾔτησεν ἄλλα, καὶ βιβλία ἐσφραγισμένα ἐς ἑκάστους περιέπεμπε, καὶ τοὺς φέροντας ἐκέλευεν ἡμέρᾳ μιᾷ πάντας ἀποδοῦναι· καὶ ὥριζε τὴν ἡμέραν, τεκμηράμενος ὅτε μάλιστα ἐς τὴν πορρωτάτω πόλιν ἀφίξονται. ἐκέλευε δʼ ἡ γραφὴ ταῖς ἀρχαῖς τῶν πόλεων ἁπάσαις καθαιρεῖν τὰ τείχη σφῶν, αὐτῆς ἡμέρας ᾗ τὰ γράμματα λάβοιεν· εἰ δὲ ἀνάθοιντο τὴν ἡμέραν, ἀνδραποδισμὸν ἠπείλει. οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθʼ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι,3 καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς. ἐν ᾧ γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο.4 οὕτω μὲν αἱ πόλεις αἱ περὶ Ἴβηρα ποταμὸν μιᾶς ἡμέρας, ὑφʼ ἑνὸς στρατηγήματος, αὐταὶ τὰ τείχη τὰ ἑαυτῶν καθῄρουν, καὶ Ῥωμαίοις ἐς τὸ μέλλον εὐέφοδοι γενόμεναι διέμειναν ἐς πλεῖστον ἐπὶ εἰρήνης.
当他们全都向他派遣使节时,他索取了更多的人质,并向各城分发了盖有印章的书信,命信使全都在同一天送达;他推算信使大致何时能抵达最偏远的城邑,以此确定了日期。公文命令所有城邑的长官在接到信函的当天便拆毁各自的城墙,若敢延宕一日,便扬言将他们全部贬为奴隶。由于各城不久前刚在一场大战中落败,且不明就里,不知此令仅是针对自身还是面向全体,他们既畏惧孤立无援而遭到轻蔑处置,又害怕在其他各方中只有自己拖延怠慢;加之没有时间互通声气,且对携带书信到来并在旁监视的士兵心怀戒备,于是各城都将自身安危置于首位,匆忙拆毁了城墙。盖因一旦决定顺从,他们便竞相争取行动迅捷的美名。就这样,埃布罗河畔的诸城凭借一条计谋,在一天之内自行拆毁了各自的城墙;由于此后更易于罗马人长驱直入,这些城邑在极长的时间里保持了和平。
- 839ἐς τὴν ἀσχολίαν αὐτῶν
介词 ἐς 与宾格 ἀσχολίαν 构成的短语具有副词性,意为“乘着他们(罗马人)无暇他顾之际”,体现出利用罗马在其他战线受掣肘的时机之意,而非单纯表示时间段。
- 840ὡς οὐκ ἔχειν, εἰ μὴ κρατοῖμεν, οὐδὲ σωτηρίαν
连词 ὡς 引导不定式 ἔχειν,承接前面的 ὅτι 从句(ὅτι νεῶν ἀποροῦμεν),表示其导致的必然结果。从属条件从句 εἰ μὴ κρατοῖμεν(现在祈愿语气)是间接引语中对将来假定条件的转述(直接引语中为 ἐὰν μὴ κρατῶμεν 等)。
- 841φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι
由分词 φοβούμενοι 引出的平行对比结构。前半部分在 μόνοι μέν 之后接表主观原因的 ὡς εὐκαταφρόνητοι(“唯恐自身孤立而易遭轻蔑削平”);后半部分则以 μετὰ δὲ τῶν ἄλλων 与之对照,引导由 μή 引出的恐慌从句(μὴ μόνοι βραδύνωσι,“又怕在众人之中唯独自己行动迟缓”),生动刻画了各城在孤立抗命与拖延顺从两方面的双重恐惧。
- 841ἐν ᾧ γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο.
连词短语 ἐν ᾧ 在此处意为“既然……/一旦……”。主句动词 ἐφιλοτιμοῦντο(“热衷于、力争”)接补足不定式 προσλαβεῖν(“额外增添、兼得”),而该不定式又以带冠词的不定式 τὸ ταχέως εἰργάσθαι(“迅速完工之功”)作为其宾语,形成层叠的动名词结构。
