← 阿庇安

西班牙战记

§737-738

西庇阿平定伊比利亚与凯旋回国

西庇阿平定印狄比里斯的叛乱,与马西尼萨结盟并占领加的斯,随后建立伊塔利卡城并凯旋回国。西庇阿离去后印狄比里斯再度起兵,旋即被继任长官平定斩杀,罗马人对伊比利亚的首次经略至此结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§737

Ἰνδίβιλις δέ, τῶν συνθεμένων τις αὐτῷ δυναστῶν, στασιαζούσης ἔτι τῆς Ῥωμαϊκῆς στρατιᾶς κατέδραμέ τι τῆς ὑπὸ τῷ Σκιπίωνι γῆς. καὶ αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος,1 ὑπέστη μὲν τὸν ἀγῶνα γενναίως, καὶ χιλίους καὶ διακοσίους Ῥωμαίων διέφθειρεν, ἀπολομένων δʼ αὐτῷ δισμυρίων ἐδεῖτο προσπέμψας. καὶ ὁ Σκιπίων αὐτὸν χρήμασι ζημιώσας συνηλλάσσετο. λαθὼν δὲ καὶ Μασσανάσσης Ἀσδρούβαν ἐπέρασε τὸν πορθμόν, καὶ φιλίαν τῷ Σκιπίωνι συνθέμενος ὤμοσε συμμαχήσειν, ἂν ἐς Λιβύην στρατεύῃ. ἔπραξε δὲ τοῦτο ἀνὴρ ἐς πάντα βέβαιος διὰ τοιάνδε αἰτίαν. Ἀσδρούβου τοῦ τότε οἱ συνόντος στρατηγοῦ θυγάτηρ ἐς γάμον ἠγγύητο Μασσανάσσῃ· Σύφακα δʼ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, καὶ οἱ Καρχηδόνιοι μέγα ποιούμενοι Σύφακα ἐπὶ Ῥωμαίους προσλαβεῖν, ἔδωκαν αὐτῷ τὴν παῖδα, οὐδὲν τοῦ Ἀσδρούβου πυθόμενοι, καὶ τῶνδε πραχθέντων ὁ μὲν Ἀσδρούβας αὐτὰ ἐπέκρυπτε, τὸν Μασσανάσσην αἰδούμενος, ὁ δὲ αἰσθόμενος συνέθετο τῷ Σκιπίωνι. Μάγων δὲ ὁ ναύαρχος ἀπογνοὺς ἀπὸ τῶν παρόντων τὰ ἐν Ἰβηρίᾳ, πλεύσας ἐς Λίγυας καὶ Κελτοὺς ἐξενολόγει. καὶ ὁ μὲν περὶ ταῦτα ἦν, καὶ τὰ Γάδειρα ἐκλειφθέντα ὑπὸ τοῦ Μάγωνος οἱ Ῥωμαῖοι παρέλαβον.

与此同时,曾与西庇阿立约的首领之一印狄比里斯,趁罗马军队仍在哗变之际,侵袭了西庇阿辖下的部分土地。西庇阿向他进军,印狄比里斯奋勇抵抗,歼灭了一千二百名罗马士兵;但他折损了两万人后,便派遣使者求和。西庇阿对其处以罚金后与之和解。马西尼萨也避开哈斯德鲁拔,渡过海峡,与西庇阿缔结友好,并誓言若西庇阿进军利比亚,必助其作战。这位素来行事坚定可靠的人之所以如此行事,乃是由于如下缘故:当时与他同处的将领哈斯德鲁拔之女原已许配给马西尼萨为妻;然而首领西法克斯却深恋该女,迦太基人极其看重拉拢西法克斯以对抗罗马人,未曾与哈斯德鲁拔商议便将该女许给了西法克斯。事成之后,哈斯德鲁拔因对马西尼萨怀有愧疚而隐瞒此事,但马西尼萨察觉后便转而与西庇阿立约。海军司令玛戈鉴于当时的局势对伊比利亚战事失去信心,遂航行至利古里亚人和凯尔特人处招募雇佣兵。正当他忙于此事之际,罗马人接管了被玛戈放弃的加的斯。

§738

στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἢ ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς ὁ Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε· καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι.2 καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ ἡ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.

从此时起,即略早于第一百四十四届奥林匹亚节,罗马人开始向已征服的诸部族派遣每年更替的伊比利亚行政长官,作为他们和平的管理者或监督者。西庇阿为他们留下了适合和平时期驻留的少量军队,并将伤残士兵安置在一座城邑中,以意大利之名将其命名为伊塔利卡;这里也是后来统治罗马人并执掌皇帝大权的图拉真与哈德良的故乡。西庇阿本人则率领庞大的舰队航行回罗马,舰队装饰得富丽堂皇,满载着俘虏以及钱财、武器与各种战利品。罗马城以隆重的礼仪迎接他,因其年轻、行事迅捷以及战功显赫,他获得了广为传诵且非同寻常的声誉。连那些曾经嫉妒他的人,也不得不承认以往被视作虚浮之谈的话语皆已化为功业。西庇阿在众人惊叹中举行了凯旋式,而印狄比里斯在西庇阿离去后再度叛变。伊比利亚的各位长官调集了分布在各要塞周围的所有军队,并从臣服的属民中集结了另一支力量,将他击杀。他们将叛乱的主谋押上法庭处以死刑,并没收其财产。他们还对协助叛乱的部族处以罚金,收缴其武器,索取人质,并设立了更为强大的驻军。这些事皆发生在西庇阿离开后不久,罗马人对伊比利亚的首次经略便以此告终。

语法注2 条
  1. 737αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος

    在属格绝对结构 τοῦ Σκιπίωνος ἐπελάσαντος 之前置入了与格代词 αὐτῷ(指印狄比里斯),充当复合分词 ἐπελάσαντος(ἐπί + ἐλαύνω,“向……进军”)所支配的与格补足语。该与格代词虽然也是随后主句动作的逻辑主体,但在此处由分词的接格要求决定。

  2. 738τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι

    由主动词 ὡμολόγουν 所支配的宾格不定式结构(AcI)。不定式 ἀποβῆναι 的逻辑主语宾格短语 τὴν πάλαι κουφολογίαν(“往昔的狂妄虚言”)通过倒装(前置)置于主动词之前。其基本句法结构即 ὡμολόγουν τὴν πάλαι κουφολογίαν ἐς ἔργον ἀποβῆναι,意为“承认从前所谓的空言已化为实际的成就”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:737-738