← 阿庇安

西班牙战记

§734-736

西庇阿平定军中叛乱

士兵乘西庇阿患病之际发动叛乱,西庇阿设下计谋将他们召至迦太基,逮捕并处决了首恶分子,同时赦免其余士卒,从而恢复了军中秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§734

μετὰ δὲ τοῦθʼ ὁ μὲν Σκιπίων ἐς ἀρρωστίαν ἐνέπεσε, καὶ ὁ Μάρκιος αὐτῷ διῴκει τὸ στρατόπεδον· ὅσοι δὲ τῶν στρατιωτῶν ὑπʼ ἀσωτίας ἀναλώκεσαν τὰ πεπορισμένα, ἡγούμενοι τῶν μὲν πόνων οὐδὲν ἄξιον ηὑρῆσθαι παρὰ τὸ μηδὲν ἔχειν,1 σφετερίζεσθαι δʼ αὐτῶν τὰ ἔργα καὶ τὴν δόξαν Σκιπίωνα, ἀφίσταντο ἀπὸ τοῦ Μαρκίου καὶ ἐφʼ ἑαυτῶν ἐστρατοπέδευον. ἔκ τε τῶν φρουρίων αὐτοῖς πολλοὶ συνέτρεχον, καὶ παρὰ Μάγωνός τινες ἀργύριον φέροντες ἔπειθον αὐτοὺς ἐς τὸν Μάγωνα μεταθέσθαι. οἱ δὲ τὸ μὲν ἀργύριον ἔλαβον, στρατηγοὺς δʼ ἀπὸ σφῶν ἑλόμενοι καὶ ταξιάρχους, καὶ τἆλλα διακοσμηθέντες, ἐφʼ ἑαυτῶν ἐτάσσοντο καὶ συνώμνυον ἀλλήλοις. πυθόμενος δʼ ὁ Σκιπίων ἐπέστελλεν ἐν μέρει μὲν τοῖς ἀφεστηκόσιν ὅτι διὰ τὴν νόσον αὐτοὺς οὐκ ἀμείψαιτό πω, ἐν μέρει δὲ τοῖς ἄλλοις, ἵνα μεταπείθωσιν αὐτοὺς πλανωμένους, κοινῇ δʼ ἅπασιν ἐπιστολὴν ἄλλην ὡς ἤδη συνηλλαγμένοις, ὅτι αὐτοὺς αὐτίκα ἀμείψεται. καὶ ἐκέλευεν εὐθὺς ἥκειν ἐπὶ σῖτον ἐς Καρχηδόνα.

此后,西庇阿病倒,由马尔基乌斯代为主持军务。然而,那些因挥霍无度而耗尽所得资财的士兵,眼见自己身无分文,便认为自己的辛劳未得任何应有的回报,反觉西庇阿将他们的功劳与荣誉据为己有,于是背叛马尔基乌斯,自行扎营。许多人从各要塞前来投奔他们,玛戈也派人携带银钱前来,劝诱他们转投玛戈阵营。他们收下了金钱,却从自身之中推选出将领和百夫长,自行整顿其余事务,自成队伍并歃血为誓。西庇阿得知此事后,分别给叛乱者送信,称此前因患病尚未犒劳他们;又分别给其余人送信,让他们劝导误入歧途的同袍;同时向全军发出一封通函,宛如双方已然和解,宣称将即刻分发赏赐。他还命他们速往迦太基领取粮饷。

§735

ἀναγιγνωσκομένων δὲ τούτων, οἱ μὲν ὑπώπτευον, οἱ δὲ πιστεύειν ἠξίουν καὶ συνετίθεντο, καὶ πάντες ὥδευον ἐς τὴν Καρχηδόνα ὁμοῦ. προσιόντων δὲ αὐτῶν, ὁ Σκιπίων προσέταξε τοῖς συνοῦσίν οἱ βουλευταῖς ἕκαστον τῶν ἐξάρχων τινὰ τῆς στάσεως προσεταιρίσασθαι προσιόντα, καὶ ὡς ἀπʼ εὐνοίας διορθοῦντα ὑποδέξασθαί τε καὶ δῆσαι λαθόντα. προσέταξε δὲ καὶ τοῖς χιλιάρχοις τοὺς πιστοτάτους ἕκαστον ἀφανῶς ἅμα ἕῳ ξιφήρεις ἔχειν, καὶ τὰ εὔκαιρα τῆς ἐκκλησίας ἐκ διαστημάτων καταλαβόντας, ἤν τις ἐπανίστηται, κατακεντεῖν καὶ κατακαίνειν αὐτίκα ἄνευ παραγγέλματος. αὐτὸς δʼ ἄρτι φαινομένης ἡμέρας ἐπὶ τὸ βῆμα ἐκομίζετο, καὶ τοὺς κήρυκας ἐς ἐκκλησίαν ἐποτρύνειν περιέπεμπεν. οἱ δὲ αἰφνιδίου μὲν αὐτοῖς τοῦ κηρύγματος γενομένου, αἰδούμενοι δὲ ἔτι νοσοῦντα τὸν στρατηγὸν σφῶν παρακρατεῖν,2 καὶ νομίζοντες ἐπὶ τὰς ἀμοιβὰς καλεῖσθαι, συνέθεον ὁμοῦ πάντοθεν, οἱ μὲν ἄζωστοι τὰ ξίφη, οἱ δὲ καὶ ἐν χιτῶσι μόνοις, οὐ φθάσαντες οὐδὲ τὴν ἐσθῆτα πᾶσαν ἐπιθέσθαι.

宣读这些信件时,虽有人心生疑窦,但另一些人认为理当相信并表示赞同,众人遂一同向迦太基行进。当他们走近时,西庇阿命令身边的元老院议员,在叛乱头目走近时各自结识一人,假托出于好意前来调解而将他们迎入,并趁其不备将其捆绑。他又命各部统领,让各自最亲信的人在拂晓时暗藏利刃,在会场要冲按距离分散把守,一旦有人谋叛,无须等待号令,立时予以刺杀。天色刚明,西庇阿本人便被抬上讲坛,并派出传令官四处催促他们前来集会。由于传令来得十分突然,士兵们一方面因主将尚在病中而不忍令其久候,另一方面以为是召集他们领取犒劳,便从四面八方急奔而来,有人尚未佩剑,有人甚至只穿着短袍,来不及穿齐全身衣物。

§736

Σκιπίων δὲ φρουρὰν ἔχων ἀμφʼ αὑτὸν ἀφανῆ, πρῶτα μὲν αὐτοῖς ἐπεμέμφετο τῶν γεγονότων, εἶτʼ ἔφη τὴν αἰτίαν ἀναθήσειν μόνοις τοῖς ἄρξασιν, οὓς ἐγὼ κολάσω διʼ ὑμῶν. καὶ λέγων ἔτι προσέταξε τοῖς ὑπηρέταις διαστῆσαι τὸ πλῆθος. οἱ μὲν δὴ διίστανον, οἱ δὲ βουλευταὶ τοὺς αἰτίους παρῆγον ἐς τὸ μέσον. ἀναβοησάντων δὲ αὐτῶν, καὶ τοὺς συστρατιώτας βοηθῆσαι σφίσι παρακαλούντων, τοὺς ἐπιφθεγγομένους εὐθὺς ἔκτεινον οἱ χιλίαρχοι. καὶ τὸ μὲν πλῆθος ἐπειδὴ τὴν ἐκκλησίαν φρουρουμένην εἶδεν, ἐφʼ ἡσυχίας ἦν σκυθρωποῦ· ὁ δὲ Σκιπίων τοὺς ἐς τὸ μέσον παραχθέντας αἰκισάμενος, καὶ μᾶλλον αὐτῶν τοὺς ἐκβοήσαντας, ἐκέλευσε τοὺς αὐχένας ἁπάντων ἐς τοὔδαφος παττάλοις προσδεθέντας ἀποτμηθῆναι, καὶ τοῖς ἄλλοις ἀμνηστίαν ἐκήρυξε διδόναι. ὧδε μὲν τὸ στρατόπεδον καθίστατο τῷ Σκιπίωνι·

西庇阿四周暗布卫士,首先就所发生的事责备他们,继而表示只将罪责归咎于首恶之人,“我将假借你们之手来惩办他们。” 尚在说话之际,他便命令侍从将人群分开。侍从们将人群排开,元老院议员随即将首犯押送至场地中央。当他们高声呼喊并央求战友相救时,统领们立刻将随声附和者斩杀。众人见会场四周戒备森严,皆面带阴郁之色保持缄默;西庇阿严惩了被带至场中央的犯人,尤对呼喊者施以严刑,随后下令将所有人的颈项用木桩绑在地上斩首,并向其余人宣布赦免。 西庇阿以此手段平定了军中的混乱。

语法注2 条
  1. 734παρὰ τὸ μηδὲν ἔχειν

    介词 παρά 搭配带冠词的不定式宾格。此处宜理解为依据或比较用法(“从他们身无分文来看”),作为前文“辛劳未得任何应有回报”的依据和佐证。另一种解读是作排除解(“除了一无所有之外”),但前者在上下文逻辑中更为自然地表达了士兵抱怨的根据。

  2. 735παρακρατεῖν

    由分词 αἰδούμενοι(感到羞愧/不忍)统领的不定式,其直接宾语是前面的宾格短语 ἔτι νοσοῦντα τὸν στρατηγὸν σφῶν。动词 παρακρατέω 在此作“拖延”、“久候”解,生动表现了士兵们不忍让尚在病中的主将久候的心态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:734-736