← 阿庇安

西班牙战记

§632-633

伊卢尔吉亚的覆灭与阿斯塔帕的玉碎

西庇阿突袭并毁灭了曾背叛罗马的伊卢尔吉亚,继而和平受降卡斯塔卡并撤军;与此同时,被马尔基乌斯包围的阿斯塔帕人宁死不降,在焚尽妻儿家产并拼死突击后全员自戕殉城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§632

καὶ Μάγων μὲν ἐπὶ ἀργίας ἦν, Σιλανὸς δʼ ἀπέσταλτο μὲν ὑπὸ τοῦ Σκιπίωνος Κάστακα πόλιν προσαγαγέσθαι, πολεμικῶς δʼ αὐτῷ τῶν Καστακαίων ἐχόντων παρεστρατοπέδευε, καὶ τοῦτο ἐμήνυε τῷ Σκιπίωνι. ὁ δὲ προπέμψας τινὰ παρασκευὴν πολιορκίας εἵπετο· καὶ παροδεύων ἐνέβαλεν ἐς Ἰλυργίαν πόλιν, ἣ Ῥωμαίων μὲν ἦν φίλη κατὰ τὸν πρότερον Σκιπίωνα, ἀναιρεθέντος δʼ ἐκείνου κρύφα μετετέθειτο, καὶ στρατιὰν ὑποδεξαμένη Ῥωμαίων ὡς ἔτι φίλη, Καρχηδονίοις ἐξεδεδώκει. ὧν χάριν ὁ Σκιπίων σὺν ὀργῇ τέσσαρσιν ὥραις ἐξεῖλεν αὐτήν, τρωθεὶς μὲν τὸν αὐχένα, τῆς δὲ μάχης οὐκ ἀνασχὼν ἕως ἐκράτησεν. καὶ ἡ στρατιὰ διʼ αὐτὸν, οὐδενὸς ἐπικελεύσαντος, ὑπεριδοῦσα τῆς ἁρπαγῆς, ἔκτεινον1 ὁμαλῶς καὶ παιδία καὶ γυναῖκας, μέχρι καὶ τὴν πόλιν αὐτοῖς ἐπικατέσκαψαν. ἀφικόμενος δʼ ἐς τὴν Κάστακα ὁ Σκιπίων τὸν μὲν στρατὸν ἐς τρία διεῖλε καὶ τὴν πόλιν ἐφρούρει, μάχης δὲ οὐκ ἦρχε, διδοὺς ἔτι τοῖς Καστακαίοις μεταγνῶναι. καὶ γὰρ ἤκουεν αὐτοὺς οὕτω φρονεῖν. οἱ δὲ τοῖς φρουροῦσι σφᾶς ἐμποδὼν οὖσιν ἐπιθέμενοι καὶ κρατήσαντες, ἐνεχείρισαν τὴν πόλιν τῷ Σκιπίωνι. καὶ τοῖσδε μὲν φρουρὰν ὁ Σκιπίων ἐπέστησε, καὶ τὴν πόλιν ἐπέτρεψεν ἑνὶ τῶν Καστακαίων ἐπὶ δόξης ὄντι ἀγαθῆς· αὐτὸς δʼ ἐς Καρχηδόνα ἀνεζεύγνυε, Σιλανὸν καὶ Μάρκιον περιπέμψας ἐπὶ τὸν πορθμόν, δῃοῦν ὅσα δύναιντο.

当马戈无所作为之际,西庇阿已派遣西拉努斯前往招降卡斯塔卡城;但由于卡斯塔卡人态度敌对,西拉努斯便在城旁安营扎寨,并将此事报告给西庇阿。西庇阿预先送去一些攻城器械,随后亲自跟进;他在行军途中袭击了伊卢尔吉亚城,该城在先代西庇阿在世时曾是罗马人的友邦,但在他阵亡后便暗中变节,假装仍是盟友接纳了一支罗马军队,却将其出卖给迦太基人。因此,西庇阿怀着满腔怒火,在四小时内攻克了该城;他虽颈部负伤,却并未退出战斗,直至取得胜利。士兵们为了他,在无人下令的情况下对战利品不屑一顾,一律屠杀妇孺,直至最后将整座城市彻底铲平、压在他们身上。西庇阿抵达卡斯塔卡后,将部队分为三路监视全城,但并未首先发起进攻,依然给卡斯塔卡人留下悔悟的余地;因为他听说他们确有此意。城中居民随即袭击并制服了阻挠他们的守军,将该城交给了西庇阿。西庇阿在当地部署了驻军,将城市交托给一位声誉良好的卡斯塔卡人治理;他本人撤军返回迦太基,同时派遣西拉努斯和马尔基乌斯前往海峡一带,尽其所能进行劫掠。

§633

Ἀσταπὰ δʼ ἦν πόλις Καρχηδονίοις ἀεὶ ἐμμείνασα ὁμαλῶς· οἳ τότε τοῦ Μαρκίου σφᾶς περικαθημένου, συγγιγνώσκοντες ὅτι Ῥωμαῖοι λαβόντες αὐτοὺς ἀνδραποδιοῦνται, τὴν περιουσίαν σφῶν ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ ξύλα περιθέντες αὐτῇ τὰ τέκνα καὶ τὰ γύναια ἐπέβησαν2 ἐπὶ τὴν ὕλην. πεντήκοντα δὲ σφῶν ὥρκωσαν τοὺς ἀρίστους, ὅταν ἡ πόλις ἁλίσκηται, τὰ γύναια καὶ τοὺς παῖδας ἀνελεῖν καὶ τὸ πῦρ ἅψαι καὶ ἑαυτοὺς ἐπικατασφάξαι. οἱ μὲν δὴ μάρτυρας τῶνδε ποιησάμενοι τοὺς θεούς, ἐξέδραμον ἐπὶ τὸν Μάρκιον οὐχ ὑφορώμενον οὐδέν, ὅθεν αὐτοῦ τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐτρέψαντο. ὁπλισαμένης δὲ τῆς φάλαγγος, τὰ μὲν τῶν Ἀσταπαίων ἦν ἄριστα,3 ἐξ ἀπογνώσεως μαχομένων, Ῥωμαῖοι δʼ ὅμως ἐκράτουν αὐτῶν διὰ τὸ πλῆθος· οὐ γὰρ δὴ τῇ γε ἀρετῇ χείρους ἦσαν οἱ Ἀσταπαῖοι. πεσόντων δὲ ἁπάντων, οἱ πεντήκοντα τὰς γυναῖκας καὶ τὰ παιδία κατέσφαξαν, καὶ τὸ πῦρ ἐγείραντες ἑαυτοὺς ἐπέρριψαν, ἀκερδῆ τοῖς πολεμίοις τὴν νίκην ἐργασάμενοι. ὁ δὲ Μάρκιος τὴν ἀρετὴν τῶν Ἀσταπαίων καταπλαγεὶς οὐκ ἐνύβρισεν ἐς τὰ οἰκόπεδα αὐτῶν.

阿斯塔帕是一座始终如一忠于迦太基人的城市。当时马尔基乌斯围困该城,他们深知一旦罗马人攻克全城自己便会沦为奴隶,于是将所有家财集中于广场,并在周围堆满木柴,让妇孺登上了柴堆。他们选出五十名最勇猛的人,让他们起誓:一旦城破,便处决妇孺,点燃大火,并在其上自刎而死。他们以诸神为证立誓后,向毫无防备的马尔基乌斯发起突击,因此击溃了他的轻装兵和骑兵。当罗马重装步兵列阵迎战时,阿斯塔帕人出于绝望舍命拼杀,战况极为勇猛,但罗马人最终凭借人数优势战胜了他们;因为阿斯塔帕人在英勇上绝无逊色。在所有人阵亡之后,那五十人便杀害了妇女儿童,燃起大火并纵身跳入烈焰中,使敌人赢得了一场毫无斩获的胜利。马尔基乌斯为阿斯塔帕人的英勇所折服,没有侮辱践踏他们的家园基址。

语法注3 条
  1. 632ἔκτεινον

    此处理解为“按意结合”(constructio ad sensum):虽然主语是单数集合名词 ἡ στρατιὰ(军队),但谓语动词采用复数形式 ἔκτεινον,着眼于单个士兵的具体杀戮行为。

  2. 633ἐπέβησαν

    动词 ἐπιβαίνω 的第一不定过去式(弱不定过去式)的使役/及物用法,以 τὰ τέκνα καὶ τὰ γύναια 为直接宾语,意为“使孩子和妇女登/走到木柴上”。

  3. 633τὰ μὲν τῶν Ἀσταπαίων ἦν ἄριστα

    中性复数冠词 τὰ 搭配属格 τῶν Ἀσταπαίων 构成的惯用表达,指代“阿斯塔帕人那一方的局势/战况”(即“阿斯塔帕一方战况极佳/打得最英勇”),后续的 ἐξ ἀπογνώσεως μαχομένων 是与属格 τῶν Ἀσταπαίων 一致、用以说明其原由的状语分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:632-633