← 阿庇安

西班牙战记

§629-631

结盟叙法克斯与马尔基乌斯的胜利

西庇阿预料将被派往利比亚,遂亲自渡海争取叙法克斯结盟,摆脱迦太基人的拦截并缔结盟约;同时在伊比利亚,马尔基乌斯击溃敌军并擒获汉诺,马戈则退往加狄拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§629

Λεύκιος δʼ ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ, καὶ ἐλπίζων ὧδε ἔσεσθαι, Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεάς τε φέροντα, καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας, καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσι, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετό τε ποιήσειν, καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι, καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενός τε, καὶ μέγα ποιούμενος ἐπὶ Καρχηδονίοις1 προσλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα, ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ.

卢基乌斯自罗马归来,向西庇阿通报城中的罗马人正打算派他作为统帅前往利比亚。西庇阿久已正是极其渴盼此事,并期望能够如愿,便派莱利乌斯率领五艘船先行前往利比亚谒见领主叙法克斯,带去礼物、西庇阿家族与叙法克斯本人的友谊之忆,并恳请他若罗马人进军则予以协助。叙法克斯答应依言行事,收下礼物并回赠了其他礼品。迦太基人得知此事后,也派使节前往叙法克斯处商谈结盟。西庇阿得知后,认为为了抗击迦太基人而争取并稳固叙法克斯至关重要,便与莱利乌斯乘两艘船亲自前往见他。

§630

καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων, ἔτι ὄντες παρὰ τῷ Σύφακι, ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο, λαθόντες τὸν Σύφακα. ἀλλʼ ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε, καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου2 Σκιπίων, καταγόμενός τε καὶ πλέων· λέγεται δʼ ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσδρούβας περὶ πολλῶν ἐρόμενος καταπλαγῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη.

正当西庇阿靠岸之际,仍在叙法克斯处的迦太基使节瞒着叙法克斯,乘着他们的战船出海截击。但西庇阿张满风帆,毫无惧色地从他们身旁驶过并顺利靠岸。叙法克斯款待了双方,私下与西庇阿达成盟约、提供信誓后将他送行,同时扣留了再次企图伏击西庇阿的迦太基人,直到西庇阿进入安全海域。西庇阿在靠岸和航行时,确实经历了如此巨大的危险。据说在叙法克斯处赴宴时,他与哈斯德鲁巴同席而坐;哈斯德鲁巴在向他询问诸多事务后,为其威严所折服,并对友人说此人不仅在作战时令人敬畏,在宴饮席间亦是如此。

§631

τῷ δʼ αὐτῷ χρόνῳ Μάγωνί τινες Κελτιβήρων καὶ Ἰβήρων ἔτι ἐμισθοφόρουν, ὧν αἱ πόλεις ἐς Ῥωμαίους μετετέθειντο. καὶ ὁ Μάρκιος αὐτοῖς ἐπιθέμενος χιλίους μὲν καὶ πεντακοσίους διέφθειρεν, οἱ δὲ λοιποὶ διέφυγον αὐτὸν ἐς τὰς πόλεις. ἑτέρους δὲ ἑπτακοσίους ἱππέας καὶ πεζοὺς ἑξακισχιλίους, Ἄννωνος αὐτῶν ἡγουμένου, συνήλασεν ἐς λόφον, ὅθεν ἀποροῦντες ἁπάντων ἐπρεσβεύοντο πρὸς τὸν Μάρκιον περὶ σπονδῶν. ὁ δʼ ἐκέλευεν αὐτοὺς Ἄννωνα καὶ τοὺς αὐτομόλους ἐκδόντας αὐτῷ, τότε πρεσβεύειν. οἱ μὲν δὴ καὶ τὸν Ἄννωνα στρατηγὸν ὄντα σφῶν συναρπάσαντες, ἔτι τῶν λεγομένων ἀκροώμενον, καὶ τοὺς αὐτομόλους παρέδοσαν· ὁ δὲ Μάρκιος ᾔτει καὶ τὰ αἰχμάλωτα. λαβὼν δὲ καὶ ταῦτα, ἐκέλευεν αὐτοὺς τακτὸν ἀργύριον κατενεγκεῖν ἅπαντας ἔς τι τοῦ πεδίου χωρίον· οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν.3 καταβάντων δὲ ἐς τὸ πεδίον ἔφη, ἄξια μὲν θανάτου δεδράκατε, οἳ τὰς πατρίδας ἔχοντες ὑφʼ ἡμῖν, εἵλεσθε4 μετὰ τῶν ἐχθρῶν ἐπʼ αὐτὰς στρατεύειν· δίδωμι δʼ ὑμῖν, τὰ ὅπλα καταθεῖσιν, ἀπαθέσιν ἀπιέναι. ἀγανακτησάντων δʼ εὐθὺς ὁμοῦ πάντων, καὶ ἀνακραγόντων οὐκ ἀποθήσεσθαι τὰ ὅπλα, μάχη γίγνεται καρτερά. καὶ τὸ μὲν ἥμισυ τῶν Κελτιβήρων, πολλὰ δρασάντων, κατεκόπη, τὸ δʼ ἥμισυ πρὸς Μάγωνα διεσώθη. ὁ δʼ ἄρτι μὲν ἐς τὸ στρατόπεδον τὸ Ἄννωνος κατεπεπλεύκει ναυσὶν ἑξήκοντα μακραῖς, μαθὼν δὲ τὴν Ἄννωνος συμφορὰν ἐς Γάδειρα διέπλει, καὶ λιμῷ κακοπαθῶν περιεσκόπει τὸ μέλλον.

与此同时,一些凯尔特伊比利亚人和伊比利亚人仍在马戈手下担任雇佣军,尽管他们的城邦已倒向罗马人。马尔基乌斯袭击了他们,歼灭了一千五百人,其余的人则摆脱他的追击逃入诸城。他又将汉诺率领的另一支由七百名骑兵和六千名步兵组成的部队逼困在一座山丘上,他们因诸事困窘,向马尔基乌斯派出使节商谈停战。马尔基乌斯命令他们先将汉诺和逃兵交给他,然后才准派遣使节。他们于是在汉诺这位统帅仍在听取所言之际将其强行擒获,连同逃兵一并交出;马尔基乌斯又索要战俘。在获得这些之后,他命令他们所有人将一笔定额款项带下山,送到平原上的某处;因为〔他说〕求告者居于高处是不合宜的。当他们下到平原时,马尔基乌斯说道: “你们做了应死之事,你们的故土既已臣服于我们,你们却选择与敌人一道攻打故土;但我允许你们在放下武器后毫发无伤地离去。” 所有人随即一同大为愤慨,大喊绝不放下武器,一场激战随之爆发。凯尔特伊比利亚人虽英勇奋战,半数仍被斩杀,另一半则逃往马戈处得以幸存。马戈刚率六十艘战船驶入汉诺的营地,得知汉诺的败绩后,便渡海驶往加狄拉,饱受饥荒之苦的同时静观未来的局势。

语法注4 条
  1. 629ἐπὶ Καρχηδονίοις

    介词 ἐπί 接与格,在此表示敌对或不利(“针对/对抗迦太基人”),限定后文不定式 προσλαβεῖν καὶ βεβαιώσασθαι(“争取并稳固[叙法克斯]”)的意图与对象关系。

  2. 630παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου

    此句为惯用表达,动词短语 παρὰ τοσοῦτον ἦλθε(“几乎达到如此边缘/以如此微弱的差距处于”)与部分属格 κινδύνου(“危险”)结合,在此表示西庇阿身处何等巨大的危难之中。

  3. 631οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν

    此为承接前文 ἐκέλευεν 引出的间接引语“对格加不定式”结构(主语为 τὰ ὑψηλότερα,动词为 ἁρμόζειν),用以转述马尔基乌斯下达指令的理由说明。

  4. 631οἳ τὰς πατρίδας ἔχοντες ὑφʼ ἡμῖν, εἵλεσθε

    由关系代词 οἵ(“你们这些……的人”)引导的关系从句,呼应未言明的第二人称复数主语,谓语动词为 εἵλεσθε,带有原因兼让步色彩(“你们的城邦既在我们治下,却仍选择……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:629-631