← 阿庇安

西班牙战记

§527-528

卡尔莫纳之战与哈斯德鲁巴北进

在卡尔莫纳附近的战斗中,面对步兵陷入劣势的危局,西庇阿挺身涉险激励全军反败为胜,重创敌军。随后,哈米尔卡之子哈斯德鲁巴避开西庇阿的视线,翻越比利牛斯山赶赴意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§527

Ἀσδρούβας δὲ καὶ Μάγων καὶ Μασσανάσσης, ἐπιόντος αὐτοῖς τοῦ Σκιπίωνος ἄφνω σταδίων ὄντων ἐν μέσῳ δέκα μόνων, ἄσιτον οὖσαν ἔτι τὴν στρατιὰν ὥπλιζον μετὰ σπουδῆς καὶ θορύβου καὶ βοῆς. γενομένης δʼ ὁμοῦ πεζομαχίας τε καὶ ἱππομαχίας, οἱ μὲν ἱππεῖς οἱ τῶν Ῥωμαίων ἐκράτουν ὑπὸ τῆς αὐτῆς μηχανῆς, ἀμεταστρεπτὶ τοὺς Νομάδας διώκοντες, ὑποχωρεῖν εἰθισμένους καὶ ἐπελαύνειν· οἷς τὰ ἀκόντια διὰ τὴν ἐγγύτητα οὐδὲν ἦν ἔτι χρήσιμα· οἱ πεζοὶ δʼ ἐπονοῦντο ὑπὸ τοῦ πλήθους τῶν Λιβύων, καὶ ἡττῶντο διʼ ὅλης ἡμέρας. οὐδὲ τοῦ Σκιπίωνος αὐτοὺς ἐπιθέοντός τε καὶ παρακαλοῦντος μετετίθεντο,1 μέχρι τὸν ἵππον Σκιπίων τῷ παιδὶ παραδούς, καὶ παρά τινος ἀσπίδα λαβών, ἐξέδραμεν ὡς εἶχε μόνος ἐς τὸ μεταίχμιον, κεκραγώς, ἐπικουρεῖτε, ὦ Ῥωμαῖοι, κινδυνεύοντι ὑμῶν τῷ Σκιπίωνι. τότε γὰρ οἱ μὲν ἐγγὺς ὁρῶντες οἷ κινδύνου φέρεται,2 οἱ δὲ πόρρω πυνθανόμενοι, καὶ πάντες ὁμοίως αἰδούμενοί τε καὶ περὶ τῷ στρατηγῷ δεδιότες, ἐσέδραμον ἐς τοὺς πολεμίους μετʼ ἀλαλαγμοῦ καὶ βίας, ἣν οὐκ ἐνεγκόντες οἱ Λίβυες ἐνέδωκαν, ἐπιλειπούσης αὐτοὺς ἅμα τῆς δυνάμεως ὑπὸ τῆς ἀσιτίας περὶ ἑσπέραν· καὶ πολὺς αὐτῶν διʼ ὀλίγου τότε φόνος ἐγίγνετο. τοῦτο μὲν δὴ τέλος ἦν Σκιπίωνι τῆς περὶ Καρμώνην μάχης, ἐπισφαλοῦς ἐς πολὺ γενομένης. ἀπέθανον δʼ ἐν αὐτῇ Ῥωμαίων μὲν ὀκτακόσιοι, τῶν δὲ πολεμίων μύριοι καὶ πεντακισχίλιοι.

哈斯德鲁巴、马戈与马西尼萨见两军相距仅十斯塔德而西庇阿已猝然逼近,便在仓促、慌乱与喧嚣中命士兵披甲,而全军尚未进餐。当步战与骑战同时打响时,罗马骑兵凭借同样的战术大获全胜,毫不回头地死命追击那些惯于退却后再冲锋的努米底亚人;由于距离过近,他们的标枪已毫无用处。然而罗马步兵却因利比亚人数量众多而陷入苦战,整整一天都处于劣势。即便西庇阿亲自奔前督促鼓舞,士兵们仍未能稳住阵脚,直到西庇阿将战马交给仆役,从一名士兵手中夺过盾牌,独自一人就这般冲入两军之间的阵地,大声呼喊: “罗马人啊,快来援救处于险境中的你们的西庇阿!” 这时,近处亲眼目睹他身涉何等险境的人,以及远处听闻呼喊的人,全都同样怀着羞愧并为统帅深感担忧,伴随着战吼与凶猛的气势冲向敌军。利比亚人无法抵挡这股冲击而溃退,加之因未曾进食,到傍晚时体力消耗殆尽;不久,敌军便遭到了大量屠戮。长期处于危殆局面的卡尔莫纳之战,对西庇阿而言便是这样的结局。在此战中,罗马军阵亡八百人,敌军阵亡一万五千人。

§528

μετὰ δὲ τοῦθʼ οἱ μὲν Λίβυες ὑπεχώρουν ἀεὶ μετὰ σπουδῆς, ὁ δὲ Σκιπίων αὐτοῖς εἵπετο, βλάπτων τι καὶ λυπῶν ὁσάκις καταλάβοι. ὡς δʼ οἱ μὲν ὀχυρόν τι χωρίον προύλαβον, ἔνθα καὶ ὕδωρ ἦν ἄφθονον καὶ ἀγορά, καὶ οὐδὲν ἄλλο ἢ πολιορκεῖν αὐτοὺς ἔδει,3 Σκιπίωνα δʼ ἤπειγον ἕτεραι χρεῖαι, Σιλανὸν μὲν ἀπέλιπε τούσδε πολιορκεῖν, αὐτὸς δʼ ἐπῄει τὴν ἄλλην Ἰβηρίαν καὶ ὑπήγετο. Λιβύων δὲ τῶν ὑπὸ Σιλανοῦ πολιορκουμένων αὖθις ὑποχωρούντων, ἕως ἐπὶ τὸν πορθμὸν ἀφικόμενοι ἐς Γάδειρα ἐπέρασαν, ὁ Σιλανός, ὅσα δυνατὸν ἦν βλάψας, ἀνεζεύγνυεν ἐς Καρχηδόνα πρὸς Σκιπίωνα. Ἀσδρούβαν δὲ τὸν Ἀμίλχαρος, περὶ τὸν βόρειον ὠκεανὸν στρατιὰν ἔτι συλλέγοντα, ὁ ἀδελφὸς Ἀννίβας ἐκάλει κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν ἐσβαλεῖν. ὁ δὲ ἵνα λάθοι τὸν Σκιπίωνα, παρὰ τὸν βόρειον ὠκεανὸν τὴν Πυρήνην ἐς Γαλάτας ὑπερέβαινε, μεθʼ ὧν ἐξενολογήκει Κελτιβήρων. καὶ ὁ μὲν Ἀσδρούβας ὧδε ἐς τὴν Ἰταλίαν, τῶν Ἰταλῶν ἀγνοούντων, ἠπείγετο.

此后,利比亚人始终仓皇撤退,西庇阿在后紧追不舍,凡追赶上便予以重创和打击。然而当敌军预先占据了一处水源充足、粮草完备的险要据点,除了包围他们已别无他法,而西庇阿又有其他紧急事务在身,他便留下西拉努斯负责围困,自己则前往伊比利亚其余各地并予以征服。被西拉努斯包围的利比亚人再次后撤,直至抵达海峡渡海前往加狄拉;西拉努斯在尽可能予以重创后,拔营返回迦太基与西庇阿会合。至于哈米尔卡之子哈斯德鲁巴,当他仍在北洋一带集结军队时,其兄汉尼拔急令他侵入意大利。为了躲避西庇阿的注意,他带着雇佣的凯尔特伊比利亚人,沿着北洋翻越比利牛斯山进入高卢人之地。就这样,在意大利人毫不知情的情况下,哈斯德鲁巴急行军赶往意大利。

语法注3 条
  1. 527οὐδὲ τοῦ Σκιπίωνος αὐτοὺς ἐπιθέοντός τε καὶ παρακαλοῦντος μετετίθεντο

    独立属格 τοῦ Σκιπίωνος ... ἐπιθέοντός τε καὶ παρακαλοῦντος 具有让步含义(“即使西庇阿奔前督促鼓舞”)。动词 μετετίθεντο 为中间态,在此意为“改变姿态/阵势”或“稳住阵脚、好转”。

  2. 527οἷ κινδύνου φέρεται

    表方向的间接疑问副词 οἷ(“向何处”)支配部分属格 κινδύνου(“危险”),构成“身涉何等危险之中”之意。动词 φέρεται 为中间态,表示“冲向、投身于”。

  3. 528οὐδὲν ἄλλο ἢ πολιορκεῖν αὐτοὺς ἔδει

    惯用短语 οὐδὲν ἄλλο ἤ(“除……之外别无他法”)与无人称动词 ἔδει 及不定词 πολιορκεῖν 连用,表示“除了包围他们别无他法”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:527-528